Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν
Προφήτης Ζαχαρίας
Σύνοψη των κεφαλαίων της προφητείας του Ζαχαρία, περιλαμβάνοντας προρρήσεις για τον Χριστό, και βιογραφικό σημείωμα του προφήτη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προφήτης Ζαχαρίας
Σύνοψη των κεφαλαίων της προφητείας του Ζαχαρία, περιλαμβάνοντας προρρήσεις για τον Χριστό, και βιογραφικό σημείωμα του προφήτη.
ΚΕΦΑΛΑΙΑ ΖΑΧΑΡΙΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Προτροπὴ πρὸς μετάνοιαν, καὶ ὀνειδισμὸς τοῦ Ἰουδαϊκοῦ λαοῦ, ὅτι τῶν προγόνων τὴν κακίαν ἐζήλωσαν. βʹ. Προφητεία δρόμων ἀποστολικῶν, καὶ ἀνανεώσεως, ἕως τῆς Ἱερουσαλήμ, ἤτις αὐτὴ διὰ τῆς νέας γεγένηται.
γʹ. Αἴνιγμα τῶν Εὐαγγελίων, ἐξ ὧν τὰ ἔθνη κατὰ τῆς Ἱερουσαλὴμ τῆς ἀρχαίας ὠξύνθησαν. δʹ. Προφητεία, τὴν νέαν Ἱερουσαλὴμ διὰ Χριστοῦ κτισθήσεσθαι, καὶ πλῆθος οἰκούντων ἕξειν· καὶ τοῦ Πνεύματος αὐτῇ τὴν ἐνέργειαν ἀντὶ τείχους γενήσεσθαι.
εʹ. Κλῆσις τῶν ἐθνῶν εἰς τὴν νέαν Σιών· καὶ ἀπειλὴ κατὰ δαιμόνων· καὶ εὐαγγελισμὸς τῆς τοῦ Κυρίου μετὰ σαρκὸς εἰς τὴν Σιὼν ἀφίξεως, δι’ ἧς τὰ ἔθνη πρὸς αὐτὸν ἐπιστρέψουσιν. ϛʹ. Διήγησις τῆς Ἰησοῦ τοῦ παρ’ αὐτοῖς τότε ἱερέως καθάρσεως· καὶ διαμαρτυρία πρὸς τὸν αὐτόν, τίνα φυλάττειν προσῆκε.
ζʹ. Προφητεία τῆς ἀφίξεως τοῦ Σωτῆρος, ἐφ’ ὃν αἱ ἑπτὰ τοῦ Πνεύματος δωρεαὶ ἀναπαύονται· καὶ πρόῤῥησις τῆς ἐσομένης διὰ τοῦ σωτηρίου πάθους ἁμαρτημάτων ἀφέσεως, καὶ μυστικῶν ἀγαθῶν ἀπολαύσεως. ηʹ. Θεωρία τῶν εἰκόνων τῆς ἀξίας καὶ ἐνεργείας τοῦ Πνεύματος, καὶ νόμου περὶ αὐτό, καὶ χάριτος καὶ δυνάμεως Χριστοῦ· καὶ ἐπιτιμία κατὰ τοῦ διαβόλου, ὡς ἐμποδίζειν ἐπιχειροῦντος τῷ σωτηρίῳ κηρύγματι.
θʹ. Προφητεία περὶ Χριστοῦ καὶ τῶν ἐνεργειῶν τῶν ἐν αὐτῷ τοῦ Πνεύματος· καὶ εἰκὼν νόμου καὶ χάριτος, καὶ τῶν μελλόντων ὑπηρετεῖσθαι τῇ φανερώσει τοῦ Πνεύματος. ιʹ. Ἀπειλὴ κατὰ κλεπτῶν καὶ ἐπιόρκων, ὡς πανοικὶ μελλόντων ὀλοθρεύεσθαι.
ιαʹ. Εἰκὼν τῆς ἐν ἀνθρώποις πολιτευομένης ἀδικίας, ἣν ἁμαρτία μὲν συγκροτεῖ καὶ ἀσέβεια, ἐν δὲ τῇ συγχύσει τῆς πλάνης τὴν κατοικίαν κέκτηται. ιβʹ. Εἰκὼν πολιτείας, ἣν αἱ γενεαὶ προφητῶν καὶ νόμου, πατριαρχῶν καὶ ἀποστόλων, ἔδραμον.
ιγʹ. Αἴνιγμα τῶν ἐσομένων στεφάνων τοῖς ἐξ ἁμαρτίας ἐπιστρέφουσιν, ὧν τὸν Ἰησοῦν τότε ἱερέα, ὡς διὰ μετανοίας καθαρθέντα, χαρακτῆρα προβάλλεται. ιδʹ. Διήγησις, οἷα περὶ τῆς κιβωτοῦ βασιλεῖς τινες ἐθνῶν πέμψαντες ἐπυνθάνοντο· καὶ ἔλεγχος τοῦ Ἰσραήλ, ὅτι μὴ κατὰ σκοπὸν Θεοῦ νηστεύουσιν ἢ ἐσθίουσιν
ιεʹ. Νουθεσία, τίσι Θεὸς ἀρέσκεται· καὶ κατηγορία τῆς τοῦ λαοῦ παρακοῆς· καὶ ἀπειλὴ διασπορᾶς τῶν αὐτῶν καὶ πορθήσεως. ιϛʹ. Πρόῤῥησις τῶν ἐσομένων τῇ Ἱερουσαλὴμ ἀγαθῶν διὰ τῆς τοῦ Σωτῆρος ἀφίξεως. ιζʹ. Διήγησις, οἷα τῷ ἀρχαίῳ λαῷ, πρὶν οἰκοδομηθῆναι τὸν τοῦ Θεοῦ ναόν, οἷα δὲ μετὰ τὴν οἰκοδομὴν τὴν τούτου, τῷ νέῳ λαῷ παρὰ Θεοῦ γεγένηται· καὶ διδασκαλία τί κατορθοῦν ὀφείλουσι.
ιηʹ. Προτροπὴ νηστείας τοῖς ἐξομολογουμένοις, ὡς ἐν αὐτῇ τὴν εὐφροσύνην ἔχουσι· καὶ πρόῤῥησις ἐπιστροφῆς ἐθνῶν διὰ τῆς τοῦ Σωτῆρος ἀφίξεως. ιθʹ. Προφητεία ἀφανισμοῦ πλάνης ἐσομένης τοῖς ἔθνεσι· καὶ πρόῤῥησις τῆς ἐν αὐτοῖς φυτευομένης πίστεως, δι’ ἣν οὐκ ἔτι τὴν διαβολικὴν ἀπελασίαν δεδοίκασι.
κʹ. Προφητεία περὶ Χριστοῦ, ὅπως τὴν ὄνον καθίσας, τὴν Ἰουδαϊκὴν ἀλαζονείαν ἀπόλλυσι· εἰρήνην δὲ πρυτανεύει τοῖς ἔθνεσι, ὀργάνοις τοῖς ἀποστόλοις εἰς τὸ εὐαγγελικὸν κήρυγμα, καὶ τὴν ἀπώλειαν τῆς πλάνης, καὶ τῶν μυστηρίων τὴν φανέρωσιν, καὶ τὴν ἐπιστροφὴν τῶν πεπλανημένων χρησάμενος.
καʹ. Ὅτι παρὰ Θεοῦ καὶ τὴν χάριν δεῖ καὶ τὸν νόμον προσδέχεσθαι· καὶ διαβολὴ τῶν Ἑλληνικῶν μάντεων, καὶ ἀπειλὴ τῶν Ἰουδαϊκῶν ποιμένων· καὶ προφητεία τῆς διὰ τῶν ἀποστόλων ἐσομένης ἐπιστροφῆς διὰ βαπτίσματος καὶ μετανοίας ἐκ τῆς πλάνης τοῖς ἔθνεσι.
κβʹ. Πρόῤῥησις εἰσόδου πρὸς τὰ ἔθνη τοῦ Πνεύματος· καὶ εἰδώλων πτώσεως· καὶ θρήνου τῶν Ἰουδαϊκῶν ποιμένων, ἐφ’ οἷς καταργεῖται τὰ παρ’ αὐτοῖς καθάρσια. κγʹ. Προφητεία περὶ Χριστοῦ, ποιμαίνειν εὐδοκίᾳ τοῦ Πατρὸς τὰ πρώην ἀπολωλότα μέλλοντος, καὶ ἀπειλὴ τῆς τῶν Ἰουδαίων πορθήσεως, Καϊάφα τε καὶ Πιλάτου καὶ Ἡρώδου ἐξάρσεως, νόμου τε ἐγγράφου καὶ φυσικοῦ μεταθέσεως εἰς αὐτόν· ἑκατέρου διόρθωσιν.
κδʹ. Προφητεία τῆς ἐσομένης ἐν τοῖς ἔθνεσι γνώσεως, καὶ τῆς τοῦ Κυρίου φαντασίας· καὶ ὅπως αὐτῆς μὲν ἀδόκιμον ἐδείχθη τὸ ἀργύριον, ἡ πρὸς τὸν λαὸν δὲ τῶν Ἰουδαίων διαθήκη κατηγορία. κεʹ. Προφητεία, τί μὲν ὁ Ἀντίχριστος ποιήσει, τί δὲ καὶ μέλλει πείσεσθαι.
κϛʹ. Πρόῤῥησις τῶν μελλόντων τῇ Ἱερουσαλὴμ ἐν τῇ πορθήσει συμβήσεσθαι καὶ τῶν ἐσομένων διὰ μετανοίας σωζομένοις ἀγαθῶν, ὅπως αὐτοὶ μὲν εἰς τὴν τάξιν τῶν δικαίων ἀναβήσονται, εἰς δὲ τὴν τῶν ἀγγέλων οἱ δίκαιοι.
κζʹ. Προφητεία ἀπωλείας δαιμόνων, καὶ τῆς ἰσχύσεως τῆς ἐπὶ τοὺς πιστοὺς γινομένης τοῦ Πνεύματος· καὶ τῶν ἐσομένων ἐν τῷ καιρῷ τῆς συντελείας τοῖς Ἰουδαίοις κακῶν· εἰδώλων τε καὶ τοῦ πνεύματος τῆς πλάνης ὀλοθρεύσεως· καὶ οἷα τῷ Χριστῷ ἐξαίρετα προφητεύοντι παρὰ τοῦ λαοῦ τῶν Ἰουδαίων γενήσεται.
κηʹ. Προφητεία τοῦ Δεσποτικοῦ σταυροῦ, καὶ τῆς ἀρνήσεως τοῦ Πέτρου, καὶ τῆς τῶν ἀποστόλων διασπορᾶς, καὶ τῆς τῶν Ἰουδαίων ὀλοθρεύσεως, καὶ προσλήψεως τῶν ἐν αὐτοῖς σωθέντων δι’ ἐξομολογήσεως, καὶ Χριστοῦ στρατηγίας, ἣν πρὸς τοὺς δαίμονας ὑπὲρ τῆς σωτηρίας τῶν ἐθνῶν παρατάττεται.
κθʹ. Πρόῤῥησις τῆς τοῦ Χριστοῦ ἀναλήψεως, ἐξ ἧς τὸ μυστήριον εἰς ὅλα μερίζεται τῆς οἰκουμένης τὰ κλίματα· καὶ προφητεία τῶν ἐσομένων ἐν ἐκείνῳ τῷ καιρῷ θαυμάτων, καὶ τῆς τῶν ἐθνῶν ὑποταγῆς, καὶ Ἱερουσαλὴμ τῆς νέας κατοικήσεως.
λʹ. Ἀπειλὴ κατὰ τῶν μὴ ἐπιστρεψάντων ἐθνῶν· καὶ διήγησις τοῦ πλούτου τῶν ἐξομολογουμένων· καὶ ἀπόφασις κατὰ τῶν ἁμαρτωλῶν, ὡς πεισομένων τοῖς ἀσεβέσιν ὅμοια. λαʹ. Προφητεία ἀφανισμοῦ πλάνης ἐσομένης τοῖς ἔθνεσι· καὶ πρόῤῥησις τῆς ἐν αὐτοῖς φυτευομένης πίστεως, δι’ ἣν οὐκ ἔτι τὴν διαβολικὴν ἀπελασίαν δεδοίκασιν.
λβʹ. Ἀπειλὴ κατὰ τῶν μὴ παραβαλλόντων τῇ νέᾳ Ἱερουσαλήμ, ὥστε τὰ νέα τοῦ Χριστοῦ πανηγυρίσαι μυστήρια· καὶ πρόῤῥησις, τῷ εὐαγγελικῷ λόγῳ τὰ ἔθνη χαλινωθήσεσθαι καὶ πρόκοψιν εἰς πλῆθος τοῦ Χριστοῦ τὰ μυστήρια.
Ζαχαρίας ἑρμηνεύεται μνήμη Ὑψίστου, ἢ νικητὴς λέοντος. Οὗτος ἦν ἐκ γένους Λευΐ, ἐγεννήθη ἐν Γαλαάδ· καὶ ἐλθὼν ἀπὸ Χαλδαίων, ἤδη προβεβηκώς, καὶ πολλὰ τῷ ναῷ προφητεύσας, ἔδωκεν εἰς ἀπόδειξιν οὕτως· εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱόν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει, εἰς τύπον τοῦ ἀληθῶς ἀρχιερέως. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ εὐλόγησε, καὶ τὸ ὄνομα αὐτοῦ Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος· καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προεφήτευσεν, ἣν ποιήσει ἐν Ἱερουσαλήμ, καὶ εὐλόγησεν αὐτὸν σφόδρα. Τὸ δὲ τῆς προθέσεως εἶδεν Ἱερουσαλήμ· καὶ περὶ τέλους Ἰσραήλ, καὶ ἀρχῆς ἐθνῶν, καὶ τέλους τοῦ ναοῦ, ὡς θεμελίων καταστροφῆς, καὶ ἀργίας προφητῶν καὶ ἱερῶν καὶ σαββάτων, καὶ διπλῆς κρίσεως, ἐξέθετο, καὶ ἀπέθανεν ἐν γήρει μακρῷ, καὶ ἐκλείπων ἐτέθη σύνεγγυς τοῦ Ἀγγαίου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.