Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφήτης Αμώς

Σύνοψη των προφητειών του Αμώς σχετικά με την κρίση του Ισραήλ και των εθνών, συνοδευόμενη από βιογραφικές πληροφορίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 13

ΚΕΦΑΛΑΙΑ ΑΜΩΣ ΠΡΟΦΗΤΟΥ. αʹ. Προφητεία τῆς ἀποφανθείσης παρὰ τοῦ Χριστοῦ τοῖς Ἰουδαίοις ἐρημώσεως. βʹ. Ἀπειλὴ κατὰ τῶν γειτονούντων τῷ Ἰσραὴλ ἐθνῶν, ἀνθ’ ὧν εἰς αὐτόν τε ποικίλως ἐπλημμέλησαν, καὶ εἰς Θεὸν ἠσέβησαν.

γʹ. Ἀπειλὴ κατὰ τοῦ Ἰούδα καὶ τοῦ Ἰσραήλ, ἀνθ’ ὧν τὸν μὲν νόμον παρέβησαν, καὶ τὸν Χριστὸν ἀπέδοντο, καὶ εἰς τοὺς αὐτοῦ μαθητὰς ἐπλημμέλησαν· ἐν τῷ ναῷ δὲ ἠσέλγαινον, καὶ ἐνεργεῖν τοὺς ἐν αὐτοῖς πνευματοφόρους ἐκώλυον.

δʹ. Ὅτι παρὰ τοῦ Θεοῦ Ἰσραὴλ ἐπιλεχθείς, ἠθέτησε· καὶ διὰ τοῦτο μαστίζεται· καὶ ὅτι πᾶσα παρὰ Θεοῦ παιδεία ἐπιφέρεται, καὶ παρ’ αὐτοῦ τοῖς προφήταις γνωρίζεται. εʹ. Κατηγορία τῶν ἐν τῇ Σαμαρείᾳ πλημμεληθέντων, καὶ ἀπειλὴ τῆς νοητῆς Τύρου, καὶ πρόῤῥησις ὅτι ὁ Ἰσραὴλ ἀπὸ μέρους σωθήσεται.

ϛʹ. Προφητεία τῶν συμβησομένων τῇ Ἱερουσαλὴμ καὶ τῇ λοιπῇ Ἰουδαίᾳ, ἀνθ’ ὧν τὸν νόμον, πρὸς τοῖς ἄλλοις θύοντες ἔξω τοῦ τόπου τοῦ προσταχθέντος, παρέβαινον. ζʹ. Διήγησις ὧν ἔμελλεν ὁ λαὸς τῶν Ἰουδαίων πείσεσθαι, καὶ ὧν πέπονθε πρότερον· καὶ προφητεία τῆς τοῦ Σωτῆρος ἀφίξεως.

ηʹ. Προφητεία τῇ Ἰουδαϊκῇ Συναγωγῇ τῆς παντελοῦς ἐκπτώσεως· καὶ παραίνεσις τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς· καὶ ἀπειλὴ ὧν ἔμελλον εἰς τὸν Χριστὸν παρανομοῦντες πείσεσθαι. θʹ. Συμβουλὴ θεοσεβείας, καὶ πρόῤῥησις τοῦ Ἰουδαϊκοῦ θρήνου, καὶ τῶν ἐσομένων τοῖς ἁμαρτωλοῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

ιʹ. Ἀποστροφὴ τῶν Ἰουδαϊκῶν θυσιῶν· καὶ κατηγορία ὅτι τοῖς εἰδώλοις ἐδούλευον τῶν ὁμορούντων ἐθνῶν, καίτοι μείζονες ἀριθμῷ καὶ δυνάμει τυγχάνοντες· καὶ ὅπως ὑπὸ πλήθους τρυφῆς ἐτράπησαν εἰς ἀσέλγειαν.

ιαʹ. Ἀπειλὴ τῆς ἐρημώσεως τοῦ Ἰσραήλ, καὶ διήγησις ὧν εἰς τὸν νόμον καὶ τὸν Θεὸν ἡμάρτανον, ὑπὲρ ὧν Βαβυλωνίους ἐπιφέρειν ἠπείλησεν. ιβʹ. Πρόῤῥησις τῆς Βαβυλωνίων ἐπιστρατεύσεως, καὶ τῆς ἐπελευσομένης τοῖς Ἰουδαίοις δίκης ἐν τῷ αἰῶνι τῷ μέλλοντι, καὶ τῆς ἐν σαρκὶ τοῦ Σωτῆρος ἀφίξεως, καὶ τῶν μελλόντων ἐξ αὐτῆς τοῖς Ἰουδαίοις ἔσεσθαι.

ιγʹ. Διήγησις τῆς τοῦ ἱερέως Βαιθὴλ ἐπιβουλῆς κατὰ τοῦ προφήτου, καὶ ὧν ὁ προφήτης τῷ ἱερεῖ παρὰ τοῦ Θεοῦ προστεταγμένος ἠπείλησε. ιδʹ. Προφητεία τῆς ἐπενεχθείσης τῷ ναῷ παρὰ Χριστοῦ πορθήσεως· καὶ διήγησις ὧν ἐν τοῖς Σαββάτοις καὶ ταῖς Νουμηνίαις ὁ λαὸς τῶν Ἰουδαίων ἡμάρτανεν, ἀνθ’ ὧν αὐτοῖς ἡ γῆ μετὰ τῶν οἰκούντων παιδεύεται.

ιεʹ. Προφητεία τῶν ἐπὶ τοῦ σταυροῦ γενομέναιν θαυμάτων, καὶ τῶν κακῶν ἃ τοῖς Ἰουδαίοις συμβαίνειν, τῆς χάριτος ἐξ αὐτῶν ἀναχωρούσης, ἔμελλεν. ιϛʹ. Πρόῤῥησις ὧν ὁ Χριστὸς ποιήσειν τὸν ναὸν καὶ τὸν λαὸν ἠπείλησε· καὶ πρὸς τούτοις ὠνείδισεν ὡς ἀποίκους καθάπερ τὰ λοιπὰ ἔθνη τῶν ἀλλοφύλων ὑπάρχοντας.

ιζʹ. Ὅπως ὁ πιστὸς Ἰσραὴλ ἐκ τοῦ ἀπίστου χωρίζεται διὰ τῆς τοῦ Σωτῆρος ἀφίξεως, καὶ ἡ βασιλεία τοῦ Δαυῒδ ἐν αὐτοῖς ἀνανεοῦται, καὶ μετὰ τοῦ νόμου καρπώσονται καὶ τὰ καλὰ τῆς χάριτος. Ἀμὼς ἑρμηνεύεται στερέωσις ἢ ἰσχύς· Ἀμὼς ἦν ἐκ Θεκουέ· καὶ Ἀμασίας συχνῶς αὐτὸν τυμπανίσας, τέλος ἀνεῖλεν αὐτὸν ξίφει· ἔτι δὲ ἐμπνέοντος αὐτοῦ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ μεθ’ ἡμέρας δύο ἀπέθανε, καὶ ἐτάφη ἐκεῖ.