Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφήτης Αβδιού

Περίληψη των κεφαλαίων της προφητείας του Αβδιού και περιγραφή της καταγωγής και του βίου του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 13

ΚΕΦΑΛΑΙΑ ΑΒΔΙΟΥ. αʹ. Ἀπειλὴ κατὰ τοῦ διαβόλου· καὶ πρόῤῥησις ὧν ἔμελλεν αὐτός τε ὑπὸ τῶν ἀποστόλων καὶ τῶν ἐξ ἀσεβείας ἐπιστρεψάντων, καὶ οἱ ὑπ’ αὐτὸν ἐν πλάνῃ τελοῦντες καὶ ἀσεβείᾳ πείσεσθαι. βʹ. Ἀπειλὴ κατὰ τοῦ αὐτοῦ, μὴ ἐπιχαρῆναι τῶν ἐθνῶν πλάνῃ· καὶ πρόῤῥησις μυστηρίων, ὧν διὰ τῆς εὐαγγελικῆς ἀπολαύουσι κλήσεως.

γʹ. Ὅπως οἱ τὰς ἀρετὰς ἀσκούμενοι αὐτοὶ μὲν καὶ τῶν νοητῶν ἀλλοφύλων καὶ τῶν Ἰουδαίων τοὺς κλήρους διαρπάζουσιν· οἱ δὲ ἐξ Ἰσραὴλ πιστεύσαντες πρὸς τὴν πολιτείαν καὶ τὴν πίστιν τὴν αὐτῶν μετοικίζονται εἰς τὸν Χριστὸν πιστεύσαντες.

Ἀβδιοὺ ἑρμηνεύεται δοῦλος ἐξομολογητής. Οὗτος ἦν ἐκ τῆς Συχέμ· οὗτος ἦν ὁ τριστάτης ἑκατόνταρχος· ὁ τρίτος Ὀχοζίου, καὶ δεηθεὶς τοῦ Ἡλίου, καὶ διασωθεὶς παραδόξως ἐγένετο αὐτοῦ λειτουργός· πολλὰ δὲ παθὼν καὶ ὑπὸ τοῦ Ἀχαὰβ διὰ τὸν Ἡλίαν, τέλος καταφρονήσας θανάτου, καταλιπὼν τὸν βασιλέα ἠκολούθησε τῷ Ἡλίᾳ, καὶ προεφήτευσε, καὶ ἀποθανὼν ἐν εἰρήνῃ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.