Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν
Προφήτης Μιχαίας
Περίληψη της προφητείας του Μιχαία, με επίκεντρο την έλευση του Χριστού, και βιογραφικές πληροφορίες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προφήτης Μιχαίας
Περίληψη της προφητείας του Μιχαία, με επίκεντρο την έλευση του Χριστού, και βιογραφικές πληροφορίες.
ΚΕΦΑΛΑΙΑ ΜΙΧΑΙΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Προφητεία ἐπιδημίας Χριστοῦ, καὶ τῶν μελλόντων τῷ λαῷ τῶν Ἰουδαίων συμβήσεσθαι. βʹ. Παραίνεσις πρὸς τὰ ἀσεβοῦντα τῶν ἐθνῶν, μὴ ἐπιγελᾷν τῷ Ἰσραήλ, ἐπειδὴ τὸ ἀσεβεῖν ἐξ αὐτῶν ἐδιδάχθησαν· καὶ διήγησις ὧν ὁ Θεὸς τῷ Ἰσραὴλ ἠπείλησε.
γʹ. Πρόῤῥησις, τίνα μὲν ὁ πλεῖστος Ἰσραὴλ διὰ τὴν εἰς Χριστὸν παρανομίαν πάσχουσι, τίνα δὲ ἔσται τοῖς ἐξ αὐτῶν πιστεύουσιν. δʹ. Ἀπειλὴ κατὰ τῶν Ἰουδαϊκῶν ἀρχόντων, καὶ τῶν παρ’ αὐτοῖς ψευδοπροφητῶν, ὡς ἐναντία διδασκόντων οἷς ἔπραττον· καὶ πρόῤῥησις, ὡς οὐκέτι μὲν προφητεία παρ’ αὐτοῖς πιστευθήσεται, Ἱερουσαλὴμ δὲ ἡ ἀρχαία καὶ Σιὼν πορθηθήσεται.
εʹ. Προφητεία τῆς ἐπὶ πάντας τοὺς πιστοὺς δωρεᾶς ἐκχεομένης τοῦ Πνεύματος· καὶ τῶν ἐθνῶν εἰς τὴν νέαν Ἱερουσαλὴμ καὶ Σιὼν ἀναβάσεως· εἰρήνης τε αὐτῶν, ἣν ἐν Χριστῷ βραβεύονται· καὶ ὅπως ἡ Ἐκκλησία μετὰ τὴν συντριβὴν τὴν ἐκ πλάνης δεχθήσεται.
ϛʹ. Ἐπιτίμησις τῇ συναγωγῇ, τῆς πλάνης τῆς προλαβούσης ἕνεκα· καὶ εὐαγγελισμὸς κατὰ δαιμόνων διὰ σταυροῦ δυναστείας τοῖς ἐξ αὐτῆς πιστεύουσι. ζʹ. Προφητεία τὸν Χριστὸν ἐκ Βηθλεὲμ κηρύττουσα· καὶ ὅπως οἱ ἐξ ἐθνῶν ἐπιστρέφοντες, διὰ τῶν εὐαγγελικῶν μακαρισμῶν, καὶ τῶν δωρεῶν τοῦ Πνεύματος, ἐλευθερίαν τῆς διαβολικῆς τυραννίδος λαμβάνουσιν.
ηʹ. Πρόῤῥησις, φοβεροὺς τοῖς ἔθνεσι τοὺς ἀποστόλους ὀφθήσεσθαι, δυναστεύσειν τε κατὰ δαιμόνων τοὺς ἐξ Ἰσραὴλ πιστεύσαντας, ὅταν ἐξ αὐτῶν ὀλοθρευθῇ τῆς ἀπάτης τῶν εἰδώλων τὰ σύμβολα. θʹ. Κρίσις τοῦ Θεοῦ πρὸς τὸν Ἰσραήλ, ἐφ’ οἷς αὐτὸν ποικίλως εὐηργέτησε· καὶ παραίνεσις πρὸς τὸν αὐτόν, τί ποιήσας σωθήσεται.
ιʹ. Συμβουλὴ τῷ Ἰσραήλ, παρανομίας ἀπέχεσθαι· καὶ ἀπειλὴ ἀφανισμοῦ, καὶ τῶν ἀγαθῶν ὅτι τῶν μυστικῶν οὐ γεύσονται, ἀλλὰ καὶ τοῖς ἔθνεσιν εἰς ὀνειδισμὸν ἔσονται. ιαʹ. Σχετλιασμὸς τοῦ προφήτου ἐπὶ τῇ ἀκαρπίᾳ τοῦ λαοῦ· καὶ παραίνεσις, μὴ τοσοῦτον ἐπὶ τοῖς οἰκείοις ὅσον ἔχειν ἐπὶ Θεῷ τὴν πεποίθησιν.
ιβʹ. Προσφώνησις τῆς Ἐκκλησίας πρὸς τὴν Συναγωγήν, μὴ ἐπιχαίρειν διὰ τὴν ἀρχαίαν ἀσέβειαν· αὕτη μὲν γὰρ ἡ Ἐκκλησία διὰ μετανοίας ἀναστήσεται, ἐκείνη δὲ καὶ τῶν νομίμων ἐκπεσεῖται, καὶ τοῖς νοητοῖς Ἀσσυρίοις παραδοθήσεται.
ιγʹ. Παραίνεσις τῷ Ἰσραήλ, διὰ σταυροῦ ποιμαίνεσθαι· καὶ πρόῤῥησις, ὅπως τὰ μὲν ἔθνη τῶν δαιμόνων αἰσχυνθήσεται, ἡμεῖς δὲ διὰ βαπτίσματος ἄφεσιν ἁμαρτημάτων παρὰ Θεοῦ ληψόμεθα. Μιχαίας ἐρμηνεύεται ταπείνωσις, ἢ ταπεινούμενος.
Οὗτος ἦν ἀπὸ Μοραθεὶ [Μοραθὶ], ἐκ φυλῆς Ἐφραίμ· οὗτος πολλὰ ποιήσας τῷ Ἀχαάβ, ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυανδρίου Ἐνακείμ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.