Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφήτης Ναούμ

Σύνοψη των προφητειών του Ναούμ περί της εκκλησίας και της κρίσης, μαζί με στοιχεία για την καταγωγή και τον θάνατό του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 8 από 13

ΚΕΦΑΛΑΙΑ ΝΑΟΥΜ ΤΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Ἔνδειξις ἀπειλῆς Θεοῦ, καὶ τῆς εἰς τὸ τιμωρεῖσθαι δυνάμεως· κατὰ δαιμόνων ὁμοῦ καὶ Ἰουδαίων ἑκάτερον. βʹ. Ἀπειλὴ κατὰ διαβόλου· καὶ προσφώνησις τῇ Ἐκκλησίᾳ τῆς τῶν εἰδώλων ἀπαλλαγῆς· καὶ εὐαγγελισμὸς τοῦ σωτηρίου κηρύγματος, ἑορτῶν τε τῶν διὰ Χριστοῦ, καὶ ἀφανισμοῦ δαιμόνων καὶ συγχύσεως.

γʹ. Πρόῤῥησις ἀναστάσεως Χριστοῦ καὶ τῶν συνανισταμένων αὐτῷ ψυχῶν, καὶ τῆς τότε γινομένης θανάτου καὶ διαβόλου ἁρπαγῆς καὶ σκυλεύσεως. δʹ. Ἀπειλὴ κατὰ τοῦ Ἰουδαϊκοῦ λαοῦ, καὶ σχετλιασμὸς τῆς Ἱερουσαλήμ· καὶ πρόῤῥησις ὧν ἔμελλεν ἐν τῇ ἁλώσει τῇ Ῥωμαϊκῇ πείσεσθαι, ἀνθ’ ὧν τοῖς ἔθνεσιν ὁ λαὸς ἐγένετο πρόσκομμα.

εʹ. Ἀπειλὴ κατὰ τῆς Ἱερουσαλὴμ ἐπ’ αἰσχύνῃ γυμνώσεως· καὶ ὅπως ζητήσει μὲν ἡ Ἐκκλησία τῆς Ἱερουσαλὴμ παράκλησιν, αὐτὴ δὲ ποικίλοις ὁμιλήσει κακοῖς Ἰερουσαλήμ, διὰ τὸ νοσῆσαι κακίαν ἀνυπέρβλητον. Ναοὺμ ἑρμηνεύεται παράκλητος [παράκλησις], Οὗτος ἦν ἀπὸ Ἑλκεσεὶν [Ἑλκασαῒ πέραν τοῦ Ἰορδάνου εἰς Βιγαβρί,] πέραν τοῦ Τηνβαρείν, ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν, ὅτι ἀπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἀπολεῖται ἡ Νινευΐ· ὃ καὶ γέγονε· ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ, καὶ πῦρ ἐκ τῆς ἐρήμου [ἐπελθὸν] τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν· ἀπέθανε δ’ ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.