Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφήτης Αμβακούμ

Περίληψη των προφητικών κεφαλαίων του Αμβακούμ και σύντομη ερμηνεία του ονόματός του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 9 από 13

ΚΕΦΑΛΑΙΑ ΑΜΒΑΚΟΥΜ ΤΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Σχετλιασμὸς τοῦ προφήτου περὶ τῆς ἐν τῷ βίῳ πολιτευομένης ἀδικίας· καὶ πρόῤῥησις τοῦ κατὰ Χριστὸν μυστηρίου, καὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ δυναστείας, ἐν ᾗ παίζειν καὶ καθαίρειν τὸν διάβολον μέλλουσι.

βʹ. Μαρτυρία τῆς τοῦ Θεοῦ δικαιοσύνης, καὶ πεῦσις, ἀνθ’ ὅτου μακροθυμεῖ τοῖς τῶν ἀνθρώπων ἁμαρτήμασι, καὶ τῆς θήρας τοῦ διαβόλον, ἣν θηρᾷ τοὺς ἀνθρώπους, διήγησις· ἐφ’ οἷς ἀπόκρισιν ὁ προφήτης παρὰ τοῦ Θεοῦ ζητεῖ, καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὴν ματαίωσιν τῆς ἀπληστίας τοῦ διαβόλου διδάσκεται.

γʹ. Προσφώνησις τοῦ διαβόλου, ὅπως ὑπὸ τῶν συληθέντων παρ’ αὐτοῦ σκυλευθήσεται· καὶ σχετλιασμὸς κατὰ τοῦ αὐτοῦ, ἐφ’ οἷς κακῶν τὸν βίον ἀνθρώπων ἐνέπλησε· καὶ ταλανισμὸς τῶν τοῖς εἰδώλοις πεποιθότων· καὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας πρόῤῥησις.

δʹ. Προφητεία Χριστοῦ παρουσίας, καὶ τῶν ἐξ αὐτῆς θαυμάτων, καὶ κηρυγμάτων ἀποστολικῶν, καὶ δαιμόνων καταργήσεως, καὶ τῆς πολιτείας τοῦ αἰῶνος τοῦ μέλλοντος. Ἀμβακούμ, ἢ Ἀββακού, ἑρμηνεύεται πατὴρ ἐγέρσεως.