Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς Α΄-ΙΖ΄

Χριστολογική και ηθική προσέγγιση των πρώτων ψαλμών, με αναφορές στην ευσέβεια, την ταπείνωση, την κρίση και την ενανθρώπηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 11

ΨΑΛΜΟΣ ΠΡΩΤΟΣ. «Μακάριος ἀνήρ.» Δεῖ γὰρ πρῶτον κατορθοῦσθαι τὴν εὐσέβειαν, καὶ τότε τὴν τοῦ βίου πολιτείαν ῥυθμίζεσθαι. Ἀλλ’ ἐκεῖ μὲν μὴ πορευθῆναι, ἐνταῦθα δὲ τὸ μηδὲ στῆναι προσέταξεν. Ἴνα τῆς μὲν ἀσεβείας μηδ’ ὄσον ἐν παρόδῳ μεταλαβεῖν, ἢ ψαῦσαι φυλαξόμεθα· ἁμαρτίας δὲ (εἰ καί τις ἡμῖν πάροδος ὑπαρχθεῖσιν γένοιτο) στῆναι ὅμως ἐν αὐτῇ, τουτέστιν ἐνίστασθαι, ἢ ἐπιμένειν ἐγκλίνομεν.

Λοιμοὺς δὲ καλεῖ τοὺς ἀμφιβόλους ἀνθρώπους, τοὺς τὴν δικαιοσύνην κατορθοῦντας ἐν σχήματι, τὴν κακίαν δὲ μετιόντας ἐν τοῖς πράγμασι. Τὸν βίον γὰρ οὗτοι λυμαίνονται τὸν ἀνθρώπινον. Καθέδρα γὰρ λοιμῶν, ἡ τῶν δικαστῶν τῶν προδιδόντων τὰ δίκαια· καθέδρα λοιμῶν, ὁ τῶν ψευδοδιδασκάλων θρόνος· καθέδρα λοιμῶν, ἡ τῶν ὑποκριτῶν στολή· καθέδρα λοιμῶν, ἡ τῶν ἱερέων ὑπόκρισις· ἐν ταύτῃ κελεύει μὴ καθέζεσθαι. «Καὶ ἔσται ὡς τὸ ξύλον.» Ἀπεῤῥίφησαν δὲ Ἰουδαῖοι ἀνέμου κατὰ τῶν ἰσχυροῦ τοῦ κηρύγματος τῶν ἀποστόλων πνεύσαντος, καὶ καθάπερ ὁ χνοῦς εἰς οὐδὲν διελύθησαν. Οὐ πόλιν γάρ, οὐ λατρείαν, οὐχ ἕτερόν τι τῶν ἐξ ἀρχῆς ἔχοντες, ἐσκορπίσθησαν εἰς ὅλον τῆς γῆς, καθάπερ ὁ χνοῦς ἠτιμωμένοι τὸ πρόσωπον.

ΨΑΛΜΟΣ Ϛʹ. «Ἐλέησόν με, Κύριε.» Διδάσκει τίνα δεῖ τρόπον προσεύχεσθαι, πῶς δεῖ ταπεινοῦσθαι, καὶ τοῦ Θεοῦ προκαλεῖσθαι τὸν ἔλεον. «Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.» Τεταράχθαι γε μὴν τὰ ἑαυτοῦ ὀστᾶ φησι, καὶ προσέτι τὴν ψυχήν. Καὶ ὀστᾶ μὲν ἴσως κατά γε τὴν ἐν πνεύματι Θεωρίαν νοηθεῖεν ἂν αἱ λόγῳ ληπταὶ τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητὴν εὐρωστίαν. Οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, καὶ δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς, ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως (ἤγουν ἐν κόσμῳ τῷ δέοντι) διὰ τὸ τὴν ἰδίαν οὐκ ἔχειν ἰσχύν, ἀνάγκη ταράττεσθαι τὴν ψυχὴν ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν. «Ἀπόστητε ἀπ’ ἐμοῦ πάντες.» Ὁρᾷς ὡς ὅταν ἀποστῶμεν τῶν ἐργατῶν τῆς ἀνομίας (εἴτε ἀνθρώπων, εἴτε λογισμῶν), τότε ὁ Θεὸς τὰς ἡμετέρας δεήσεις ἑτοίμως καὶ τὴν προσευχὴν δέχεται.

ΨΑΛΜΟΣ Ζʹ. «Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου.» Ὑψωθῆναι τὸν Χριστὸν ἐπὶ τοῦ σταυροῦ παρακαλεῖ, συντελείας καὶ ἀφανισμοῦ τῶν δαιμόνων ἕνεκα. Ὅταν γὰρ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πέρας δὲ ταῦτα καὶ κατάλυσις τῆς τῶν νοητῶν ἐχθρῶν δυναστείας ἐγένετο.

ΨΑΛΜΟΣ Ηʹ. «Κύριε, Κύριος ἡμῶν.» Τό, Κύριε, ὁ Κύριος ἡμῶν, ἡ Ἐκκλησία λέγει. Μετὰ γὰρ τὴν εἰς Χριστὸν ἐπίγνωσιν, τῆς τῶν εἰδώλων ἀποστᾶσα δουλείας, Κύριον αὐτῆς καλεῖν τὸν ἀληθῶς Θεὸν καὶ Κύριον ἤρξατο.

Ἀεὶ μὲν γὰρ ἡ γῆ πᾶσα τῶν θαυμάτων ἀληθῶς τῆς τοῦ Θεοῦ δημιουργίας πεπλήρωται, ἔτι δὲ μᾶλλον, ἀφ’ οὗπερ αὐτοῦ τὸ ὄνομα, δηλαδὴ τὸ τοῦ Χριστοῦ, παρὰ πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις, διὰ τῆς εἰς αὐτὸν ἐθαυμαστώθη πίστεως. «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.» Πετεινὰ τοῦ οὐρανοῦ τοὺς περὶ τὴν θεολογίαν ἠσχολημένους καλεῖ, τοὺς ἐρευνῶντας τὰ ὑψηλὰ καὶ μετάρσια δόγματα· ἰχθύας δὲ τῆς θαλάσσης, τοὺς ἐν τοῖς πράγμασι τοῦ βίου τούτου νηχομένους, καθάπερ ἐν κύμασι. Σωτηρία δὲ καὶ τούτοις ἀπόκειται, ὅταν πορευθῶσι τρίβους οὐκέτι θαλάσσης, ἀλλὰ θαλασσῶν, διὰ βαπτίσματος καὶ μετανοίας ὁδεύοντες.

Ἦν μὲν γὰρ αὐτῷ καὶ τὰ αἰσθητὰ διὰ τὸν τῆς δημιουργίας ὑποτεταγμένα νόμον, κτήνη, καὶ βόες, καὶ πρόβατα. Πρόβατα δὲ πάλιν νοητά, ὑποτεταγμένα τῷ Χριστῷ τοὺς ἐν ἀκακίᾳ πολιτευομένους ἀνθρώπους εὑρίσκομεν· βόας τοὺς τῶν ἐντολῶν ἐργάτας, περὶ ὧν Μωσῆς ὁ νομοθέτης ἔλεγεν· Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Ὅθεν οὐχ ἀπλῶς βόας, ἀλλὰ καὶ πάσας ὁ Ψαλμῳδὸς ἐξέθετο. Πᾶσιν γὰρ ὁ Θεὸς τὴν ἀρετὴν καὶ τὴν τυχοῦσαν ἐργαζομένοις εὑρίσκεται. Κτήνη δὲ καλεῖ τοὺς ἁμαρτωλούς, ἐπειδὴ κάτω τὰς ὄψεις εἰς γῆν νευούσας κέκτηνται. Ἀλλὰ καὶ ταῦτα μετανοοῦντα, καὶ ὑποταγέντα σώσεται, ὅταν τῷ Χριστῷ ἀναβάτῃ διὰ τῆς εὐαγγελικῆς πολιτείας ὑποδέξηται. Ἀνθρώπους γάρ, φησί, καὶ κτήνη σώσεις, Κύριε.

ΨΑΛΜΟΣ Θʹ. «Ἐξομολογήσομαί σου ἐν ὅλῃ καρδίᾳ.» Πῶς δὲ ἐν ὅλῃ καρδίᾳ ἐξομολογούμεθα; Ὅταν μηκέτι πρὸς τὴν ἀμαρτίαν ἐκείνην ὑποστρέψομεν, ὑπὲρ ἧς συγγνώμην παρὰ τοῦ Θεοῦ πρεσβευόμεθα. «Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν.» Ἔθνη δὲ ἐνταῦθα προσαγορεύει τῶν δαιμόνων τὸ στῖφος. Οὗτοι γὰρ τὸν σωτήριον σταυρὸν τεκτηνάμενοι, διὰ τούτου τῆς τυραννίδος ἐξέπεσαν, καὶ ἐν παγίδι ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοί.» Ἁμαρτωλῶν πολλὰ γένη, ὥσπερ δὴ καὶ δικαίων, γνωρίζεται. Ἐνταῦθα δὲ ἁμαρτωλοὺς τοὺς ἀπίστους καλεῖ, οὓς καὶ λήθην τοῦ Θεοῦ παθεῖν ἔφησεν. Ὥσπερ τοίνυν οἱ πιστεύοντες εἰς τὸν Θεὸν ζῶσι, κἂν ἀποθάνωσιν·

Ὁ γὰρ πιστεύων εἰς ἐμέ, φησιν ὁ Χριστός, κἂν ἀποθάνῃ, ζήσεται, οὕτως οἱ ἀπιστοῦντες, καὶ πρὶν ἀποθανεῖν, διὰ τὴν ἀπόφασιν τὴν ὑπ’ αὐτοῖς, τεθνήκασιν. «Ἀνάστηθι, Κύριε.» Ἐρωτᾷ ποίαν ὁ Θεὸς τοῦ ἀσεβοῦς, δηλαδὴ τοῦ διαβόλου, ἢ καὶ τοῦ λίαν ἀσεβοῦντος ἀνθρώπου, ἁμαρτίαν ἀποστρέφεται μάλιστα· εἶτα αὐτὸς ἐπαγαγὼν τὴν ἐρώτησιν, ἔλυσεν. Εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἐκζητήσει. Συκοφαντεῖ τὸν Θεόν, φησιν, ὡς ἀπρονόητα καὶ ἀνεξιχνίαστα εἶναι συγχωροῦντα τὰ ἡμέτερα· ὅπερ ἀπωλείας προτροπὴ τοῖς ἀπατωμένοις εὑρίσκεται· τοιγαροῦν ἀκολούθως προσέθηκε· «Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός.»

ΨΑΛΜΟΣ ΙΒʹ. «Ἕως πότε, Κύριε, ἐπιλήσῃ με;» Θεοῦ γὰρ λήθη χαλεπὴ μέν, καὶ πρόσκαιρος· ἀλλὰ μὴν θάνατον ἐπιφέρει παντελῆ καὶ ἀθάνατον. «Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός;» Ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώπων ταπείνωσις.

Καθάπερ γὰρ ὁ Θεὸς ἐν τῇ σωτηρίᾳ ὑψοῦσθαι τῇ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται.

ΨΑΛΜΟΣ ΙΔʹ. «Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ.» Πρότερον ἀληθεύειν ἡμᾶς κατὰ καρδίαν, καὶ μετὰ ταῦτα κατὰ τὴν γλῶσσαν βούλεται. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ. Ἐν δὲ τῷ εἰπεῖν, Οὐκ ἐποίησε τῷ πλησίον κακόν, ἐνταῦθα οὐ φόνου μόνου, ἀλλὰ καὶ πάσης ἄλλης ἁμαρτίας ἐκώλυσεν. «Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν.» Τοὺς δὲ ἔγγιστα, ὥσπερ ἡμεῖς, ἁμαρτωλοὺς καὶ ἀσθενεῖς νοήσομεν, ἵνα μὴ ἁμαρτωλοὶ ἁμαρτίαν ἑτέροις ὀνειδίζωμεν, νουθετῶμεν δὲ μᾶλλον ἀλλήλους, καὶ διδάσκωμεν. «Τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει.» Κἂν ἀσθενεῖς ὦσι, κἂν πτωχοί, κἂν βάρβαροι, κἂν ἀλλότριοι. Ὁ γὰρ τοὺς πονηρευομένους ἐξουδενῶν, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζων, πολλοὺς ἐκ πονηρίας ἀποτρέπει, προτρέπει δὲ πρὸς εὐσέβειαν.

ΨΑΛΜΟΣ ΙΕʹ. «Κύριός μου εἶ σύ.» Ὁρᾷς τῆς Ἐκκλησίας τὴν εὐγνωμοσύνην. Ὁμοῦ γὰρ καὶ τὴν ἑαυτῆς πτωχείαν, καὶ τοῦ νυμφίου τὸν πλοῦτον ὡμολόγησεν. Εἶπά, φησι, τῷ Κυρίῳ, τουτέστι τῷ Χριστῷ, Κύριός μου εἶ σύ. Οὐκ εἶ, φησι, ψιλὸς ἄνθρωπος, ἀλλὰ Κύριος, ἐπειδὴ δούλην εἰς γάμου κοινωνίαν, καὶ τὴν ἀπόβλητον ἔλαβες. «Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου.» Κληρονομίας φησί, τουτέστι τοῦ μυστηρίου τούτου.

Κληρονομίαν γὰρ ἐν τῷ αἰῶνι τούτῳ ἡ Ἐκκλησία οὐ κέκτηται, πλὴν μόνον τὸν Θεόν. Ὅστις αὐτῇ τὸν κλῆρον εὐπρεπίζει τὸν μέλλοντα, διὰ τοῦτο εἰκότως ὁ στίχος ὁ ἑπόμενος πρόσκειται· «Σὺ εἶ ἀποκαθιστῶν τὴν κληρονομίαν.» «Εὐλογήσω τὸν Κύριον.» Εὐλογεῖ τὸν Θεὸν ἡ Ἐκκλησία, ὡς παρ’ αὐτοῦ δεξαμένη τῶν μυστηρίων τὴν σύνεσιν, καὶ τὴν πλάνην τῶν Ἰουδαίων ἐκκλίνασα. «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.» Θεωρεῖς Υἱοῦ καὶ Πατρὸς ὁμοτιμίαν; Ποτὲ μὲν γὰρ ὁ Υἱὸς ἑστάναι ἐκ δεξιῶν, ἢ καθῆσθαι λέγεται· νῦν δὲ τῷ Πατρὶ τὸν δεξιὸν τόπον ἀπονέμει· ἵνα μάθῃς μίαν εἶναι τοῦ Γεννηθέντος καὶ τοῦ Γεννήσαντος δύναμιν, εἰ καὶ νῦν ταπεινὰ διὰ τὴν σάρκα φθέγγεται.

ΨΑΛΜΟΣ ΙϚʹ. «Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ.» Ποῖα διαβήματα καταρτισθῆναι ἐν τοῖς τρίβοις τοῦ Θεοῦ, ποῖα δὲ μὴ σαλευθῆναι ὁ Προφήτης εὔχεται; Διαβήματα πρῶτα τὰ τῆς ψυχῆς κινήματα κεκτήμεθα, καὶ ταῦτα καταρτισθῆναι, τουτέστι βεβαιωθῆναι, ἐν ταῖς τρίβοις τοῦ Θεοῦ, ἐν τοῖς προστάγμασι τοῖς θείοις δηλονότι προσεύχεται. Τούτων γὰρ καταρτισθέντων, οὐδὲ τὰ ἄλλα ἡμῶν διαβήματα, τουτέστιν αἱ πράξεις, σαλεύονται· ἁμαρτία γὰρ αὐτὰ μοχλεῦσαι οὐ δύναται. «Οἱ ἐχθροί μου τὴν ψυχήν μου.» Κυκλοῦσι γὰρ τὴν ψυχὴν ἡμῶν οἱ δαίμονες, καί, θηρίων δίκην, ἕκαστος προσλαμβάνει παγιδεῦσαι βουλόμενος.

Στέαρ δὲ τῶν δαιμόνων, καὶ τροφὴ λιπαρά, οἱ ἁμαρτάνοντες, οὓς ταῖς ἡδοναῖς ἀπολαύοντας, ὥστε μηκέτι διαφυγεῖν, συγκλείουσι. Ποίαν δὲ ὑπερηφανίαν; Τὴν ἀποστασίαν τὴν ἀπὸ τοῦ Θεοῦ, τὴν ἀπιστίαν τοῦ μέλλοντος, τῆς κρίσεως τὴν ἀθέτησιν.

Ταῦτα γὰρ οἱ θέμενοι ἁμαρτεῖν, τοὺς ἀπατωμένους προτρέπονται. «Ἀνάστηθι, Κύριε.» Ῥομφαίαν καλεῖ τοῦ Θεοῦ τὸ δίκαιον, μαχαίρας δίκην ὅλας τὰς τῶν δαιμόνων παρατάξεις ἐκτέμνοντα. «Ἐχορτάσθησαν υἱῶν.» Οὐχ, ὥς τινες νομίζουσι, τὸ βρῶμα ἐνταῦθα ὁ Ψαλμῳδὸς διαβάλλει τῶν υἱῶν (οὐδὲ γὰρ τὰ εἰσπορευόμενα εἰ, τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον), ἀλλ’ αὐτοὺς ὡς λίαν ἀγνώμονας, ὅτι τέκνα ἀπὸ Θεοῦ λαμβάνοντες εἰς πλῆθος, οὐκ ἀρετὴν αὐτοῖς, ἀλλὰ κατάλοιπα τῆς ἑαυτῶν κακίας ἀντὶ κλήρου παρέδωκαν.

ΨΑΛΜΟΣ ΙΖʹ. «Καὶ ἔκλινεν οὐρανούς, καὶ κατέβη.» Ἔκλινεν οὐρανούς, ἵνα τὴν γῆν τῷ οὐρανῷ συνάψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρίσηται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦτον τὸν τρόπον, ἐπεδήμει τῇ γῇ, καθ’ ὂν ἠδύνατο δέχεσθαι, τουτέστιν ἐν σαρκί, ἥντινα γνόφον ὑπὸ τοὺς πόδας ἐκάλεσε.