Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς ΡΙ΄-ΡΙΕ΄

Ερμηνεία του φόβου του Θεού, των προτυπώσεων του βαπτίσματος μέσω της Ερυθράς Θάλασσας και του ποτηρίου της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 11 από 11

ΨΑΛΜΟΣ ΡΙʹ. «Ἀλληλούϊα.» Λαμπρὰ μὲν καὶ ἡ τοῦ ψαλμοῦ ἐπιγραφή. Τὸ γὰρ Ἀλληλούϊα «Θεοῦ αἶνος» ἐρμηνεύεται. Ἔχει δέ τι καὶ ἄλλο λαμπρότερον, ὅτι κατὰ στοιχεῖα τοῖς ἀνθρώποις τοῖς Ἑβραίοις συγγέγραπται· τοιγαροῦν εἴκοσι καὶ δύο στίχοι τῷ ψαλμῷ, ὅσα Ἑβραῖοι στοιχεῖα, παραδεδώκασιν. «Ἐξομολογήσομαί σοι, Κύριε.» Ἵνα μὴ πάντως τὸ μὲν ἡμῶν ἐξομολογῆται, τὸ δὲ ῥέπῃ πρὸς ἁμαρτίαν, ἀφ’ ἧς ἐξομολογούμεθα, μηδὲ τὸν ἕνα πόδα τῆς ψυχῆς πρὸς δικαιοσύνην κινήσαντες, τὸν ἕτερον ἐν τῷ βορβόρῳ τῆς ἁμαρτίας ἐάσωμεν· ὅλην δὲ τὴν καρδίαν αὐτῷ ἀναθῶμεν ὅλης Δημιουργῷ καὶ Ποιητῇ τυγχάνοντι, καὶ δῶρον ἡμιτελὲς οὐκ ἀξιοῦντι δέξασθαι. «Ἐξομολόγησις καὶ μεγαλοπρέπεια.» Ἔργον τοῦ Θεοῦ ἡ ἡμετέρα σωτηρία καθέστηκε.

Περὶ οὗ ὁ Χριστὸς πρὸς τὸν Πατέρα ἔλεγεν· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ ἔδωκάς μοι ἵνα ποιήσω. Τοῦτο τὸ ἔργον διπλῆν τινα τὴν κατασκευήν, τὴν μὲν ἀπὸ τῆς ἡμετέρας προθέσεως, τὴν δὲ ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας κέκτηται. Ἡμῶν γὰρ τὸ αἰτῆσαι, αὐτοῦ δὲ τὸ δοῦναι· ἡμῶν τὸ κροῦσαι, αὐτοῦ δὲ τὸ ἀνοῖξαι. Οὐκοῦν ἡ μὲν ἐξομολόγησις ἡμῶν· τῷ γὰρ ἐξομολογεῖσθαι ἀναχώρησιν τῆς πονηρᾶς πολιτείας, ἐπιθυμίαν δὲ τῆς ἀγαθῆς ἐνδεικνύμεθα· ἡ μεγαλοπρέπεια δὲ τοῦ Θεοῦ. Μεγάλῳ γὰρ ὄντι πρέπει τοὺς μικροὺς οἰκτεῖραι, καὶ τοὺς ταπεινοὺς ὑψῶσαι, καὶ τοὺς πλανηθέντας προσδέξασθαι. Ὥστε ἐξ ἑκατέρου τὸ ἔργον τοῦ Θεοῦ, ἀπὸ τῆς αὐτοῦ μεγαλοπρεπείας δηλαδή, καὶ τῆς ἐξομολογήσεως τῆς ἡμετέρας γίνεται. «Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ.» Ταύτῃ δὴ τῇ ἰσχύϊ θαῤῥήσαντες οἱ ἀπόστολοι, εἰς πάντα τὰ ἔθνη κηρύττοντες ἐπορεύοντο, καὶ κληρονομίαν τὴν γῆν ὅλην ἐπιστρέψασαν, λόγοις τοῖς αὐτῶν καὶ πόνοις ἐδέξαντο. «Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ.» Τὴν διὰ τοῦ Σωτῆρος γενομένην, εὔδηλον. Περὶ ἧς καὶ Ζαχαρίας, ἤδη τοῦ Χριστοῦ συλληφθέντος, προφητεύων αὐτοῦ τὴν γέννησιν ἔλεγεν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. «Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.» Ἅγιον μέν, ὅτι Χριστὸς ὀνομάζεται. Τὸ δὲ τοῦ Κυρίου χρίσμα, πάσης ἐστὶν ἁγιωσύνης πλήρωμα.

Περὶ οὗ φησιν Ἰωάννης· Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου. Φοβερὸν δέ, ὅτι καὶ κριτὴς λέγεται. Φησὶ γάρ· Ὁ Πατὴρ οὐδένα κρίνει· ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ.

ΨΑΛΜΟΣ ΡΙΑʹ. Καὶ οὗτος ὁ ψαλμὸς κατὰ στοιχεῖον γέγραπται. Ἀλλ’ ὁ μὲν φθάσας, δοξολογίας ἔχει στοιχείωσιν, πολιτείας δὲ οὗτος· ὥσπερ τε ἀναγκαίως ἑκατέρῳ παῖδες Ἑβραίων τὰ στοιχεῖα ἐνήρμοσαν. «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.» Ἐπειδὴ τὸν Θεὸν ὁ φοβούμενος πᾶσαν ἀσκεῖ κακῶν ἀποχήν, οὐχ ὑποτάττεται τῷ μαμμωνᾷ, φιλίαν πρὸς τὸν κόσμον οὐκ ἀσπάζεται, ὡς παρόντα τὸν κριτὴν ἔχει. Καὶ μακάριος εἰκότως ὅλον αὐτοῦ τὸν βίον τοῦ Θεοῦ διοικοῦντος εὑρίσκεται. «Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.» Σπέρμα τῶν δικαίων οἱ τὰς αὐτῶν μαθητείας λαμβάνοντες, κἂν οἰκεῖοί τινες ὦσι τὴν σάρκα, κἂν ἀλλότριοι. «Ἐξανέτειλεν ἐν σκότει φῶς.» Διὰ τί δὲ τοῖς εὐθέσιν; ἐπειδὴ οἱ τὰ φαῦλα πράττοντες μισοῦσι τὸ φῶς, ὡς ὑπ’ αὐτοῦ ἐλεγχόμενοι, καὶ παρέχειν αὐτῷ τοὺς ὀφθαλμοὺς οὐ βούλονται. «Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν.» Οὐ τὸν ἁπλῶς κιχρῶντα, ἀλλ’ ἐν τῷ οἴκτῳ χρηστὸν εἰκότως ὁ Προφήτης ἐξέθετο. Ὁ μὲν γὰρ ἐλπίδι κέρδους, ὁ δὲ νόμῳ συμπαθείας κιχρᾷ καὶ μεταδίδωσι.

Σαφῶς τοίνυν ἐνταῦθα ὑπογράφει τὸν φιλόπτωχον. Οὗτος δανείζει Θεῷ, οἰκτείρων τὸν πτωχόν· ὡς Σολομῶν ἐν Παροιμίαις λέγει. «Εἰς μνημόσυνον αἰώνιον ἔσται.» Ἐπειδὴ τῶν ἐνταῦθα πλουτούντων, ἢ βασιλευόντων, ἢ καὶ ἄλλην κτησαμένων τοῦ βίου περιφάνειαν πρόσκαιροί τινες αἱ μνεῖαι τυγχάνουσιν· ἐδήλωσεν ὅτι τῶν δικαίων οὐχ οὕτως, ἀλλ’ αἰώνιοι. «Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται.» Εἴτε περὶ θανάτου λέγοις, εἴτε συγγενῶν ἢ τέκνων ἀπολῇς, εἴτε χρημάτων ἐκπτώσεως, οὐδέν, φησι, τῶν εἰρημένων φοβηθήσεται. Μαρτυρήσει δὲ Ἰώβ, ἐπὶ πάσαις εἰπών· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι, καὶ τὰ ἑξῆς. «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν.» Πένητας κἀνταῦθα τοὺς ἐνδεεῖς νοήσεις τοῦ θείου Λόγου, τὰ ἔθνη δηλονότι, οἷς οἱ ἀπόστολοι γεωργῶν δίκην τὸν νοητὸν κατέσπειραν λόγον. Οὐδὲν γὰρ κωλύει καὶ ἱστορικῶς αὐτὸ δέξασθαι. Σπόρον εἶναι τὴν ἐλεημοσύνην αἰνίττεται· καὶ διὰ τοῦτό φησι σκορπίσαι τὸν ἔλεον, ἵνα τὴν συναγωγὴν τοῦ θέρους ἀναλόγως τῷ σπόρῳ δεχώμεθα. Ὁ γὰρ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει. Ὅστις καὶ σκορπίζειν εἰκότως λέγεται, τῆς δεξιᾶς φιλοτίμως προϊεμένης τὸν ἔλεον. Κέρας τῶν δικαίων ἡ εἰς Θεὸν πεποίθησις· ταύτῃ γὰρ ἐπιόντας τοὺς ἐχθροὺς κερατίζομεν. Τοῦτο καὶ νῦν μέν ἐστιν ὑψηλόν, ἀλλὰ τοὺς πολλοὺς λέληθεν.

Ὑψοῦται τοίνυν ἐν δόξῃ, κατὰ τὸν αἰῶνα δηλονότι τὸν μέλλοντα πῶς ἔχει μεγέθους καὶ δόξης φανερούμενον. «Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται.» Βρύχει τοὺς ὀδόντας ὁ διάβολος· αὐτοῦ γὰρ τὸ βρύχεσθαι ἴδιον, ὡς ἀνημέρου λέοντος· ἀλλὰ καὶ οὗτος τακήσεται τῷ πυρὶ τῆς γεέννης, ᾧπερ ἀπεκληρώθη τηκόμενος. Ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ὡς ὁ Κύριος ἔλεγε.

ΨΑΛΜΟΣ ΡΙΒʹ. «Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη, ὁ Κύριος.» Κἂν γὰρ ἐνταῦθα δοξάζηται, ἀλλ’ εἰς τὸν οὐρανὸν ἡ δόξα τρέχει, ἔνθα τὸ ἀχειροποίητον θυσιαστήριον κέκτηται, ἔνθα διηνεκῶς αὐτὸν αἱ στρατιαὶ τῶν ἀγγέλων δοξάζουσιν· ὧν εἰς μίμησιν ἡμεῖς δοξολογίαν ἐμάθομεν. «Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν;» Ἐν ὑψηλοῖς ὁ Θεὸς κατοικεῖ, οὐ μόνον διὰ τὸν οὐρανὸν ὡς ὑψηλὸν ὄντα, καὶ αὐτοῦ οἰκητήριον λεγόμενον, ἀλλ’ ἐπειδὴ τοῖς ἁγίοις ἐνοικεῖ. Ὑψηλοὶ δὲ οὗτοι, διὰ τὸ μηδὲν γήϊνον μεταδιώκειν τυγχάνουσι· περὶ ὧν Ἡσαΐας φησίν· Ἅγιος Κύριος ὁ ἐν ὑψηλοῖς κατοικῶν· ὑψηλοὺς τοὺς ἁγίους εἰπών. «Ὁ κατοικίζων στείραν ἐν οἴκῳ.» Στείραν εἴτε τὴν φύσιν ὅλην, εἴτε τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν λέγοις, ἐφ’ ἑκατέρας ἁρμόσει τὸ λεγόμενον· διὰ γὰρ τὴν εἰδωλολατρίαν ἐστείρωντο. Ταύτην τοίνυν ἔξω ῥεμβομένην εἰς τὸν οἶκον τὸν ἑαυτοῦ τὸν νόμον ἐξήγαγε, καὶ μητέρα τέκνων τῶν υἱοθετηθέντων τῷ Θεῷ εὐφραινομένην ἔδειξεν· ἧς οὕτως σαφῶς τὸ πρόσωπον ὁ Ἡσαΐας ἐξήγαγεν· Ἐρεῖς γάρ, φησίν, ἐν τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι τούτους; Ἐγὼ δὲ ἄτεκνος, καὶ χήρα πάροικος καὶ ἐγκεκλεισμένη.

Καὶ τούτους τίς ἐξέτρεψέ μοι; Ἐγὼ δὲ κατελείφθην μόνη· οὗτοι δέ μοι ποῦ ἦσαν;

ΨΑΛΜΟΣ ΡΙΓʹ. «Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν.» Ταῦτα μὲν ἴσως κατὰ τὸ αἰσθητὸν ἐπὶ τῆς ἐξόδου τοῦ λαοῦ τῶν Ἰουδαίων ἐγένετο, καίτοι οὐδὲ φυγοῦσαν ἐκεῖ τὴν θάλασσαν, ἀλλὰ γὰρ διαιρεθεῖσαν ἔγνωμεν. Εἰ δὲ καὶ ταῦτα γεγένηται, ἀλλ’ οὐκέτι τὰ ἑπόμενα. Πότε γὰρ ὄρη ὑψωθέντα παρ’ αὐτοῖς ἢ βουνοὺς ἠκούσαμεν; ὥστε δῆλον, ὅτι καὶ ἅπερ αὐτοῖς συνέβαινε θαύματα, μερικὰ μὲν ἦν, εἰς ἐκτύπωσιν δὲ τῶν ἡμετέρων συνέβαινε. Θάλασσαν γὰρ τὴν πονηρὰν τοῦ βίου πολιτείαν, ὡς ἄστατον, ναυάγιά τε ποιοῦσαν καὶ χειμῶνα τοῖς ἐν αὐτῇ προσήκει νομίζεσθαι·

Ἰορδάνην δέ γε τὴν χάριν τοῦ βαπτίσματος. Φεύγει τοίνυν ἡ τοῦ βίου θάλασσα τὸν ἐξομολογούμενον, ἁλμυρά τις οὖσα, καὶ μὴ δυναμένη πρὸς τὸν ἅπαξ ἀναχωρήσαντα τῆς τῶν ἁμαρτημάτων ἄλμης ἐγκαταμίγνυσθαι. Ὁ Ἰορδάνης δὲ οὐ φεύγει, ἀλλ’ εἰς τὸ ὀπίσω τοῖς ἐξομολογουμένοις στρέφεται, εἰς τὸ τῆς μετανοίας μεταβαλλομένοις δάκρυον ἐπειδὴ τῇ δυνάμει τοῦ βαπτίσματος ἐνεργεῖται ἡ μετάνοια, καὶ οὐδὲν ὠφεληθείη τις μετανοῶν, εἰ μὴ τύχοι πρότερον βαπτισθείς, ἢ καὶ κατ’ αὐτὸν τὸν καιρὸν τῆς μετανοίας βαπτιζόμενος. Διόπερ ὁ νόμος πᾶσαν μολυσμῶν ἀπαλλαγὴν δι’ ὕδατος ἔπραττεν.

Ἀλλὰ μὴν καὶ Ἰωάννης μετάνοιαν κηρύξας, ἐπέφερε τῇ μετανοίᾳ τὸ βάπτισμα. «Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί.» Χαίρουσι γὰρ προφῆται πάντες τοῦ ἐξομολογουμένου τὴν ἐπιστροφὴν βλέποντες· ὧν οἱ μὲν ὄρη καὶ κριοί, ὡς μείζονος χάριτος μεταλαβόντες· οἱ δὲ βουνοὶ καὶ ἀρνία, ὡς ἐλάττονος μέν, ἀλλὰ συγγενοῦς τοῖς μεγάλοις μετεσχηκότες λέγονται. «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες;» Θαυμάζει προθεωρῶν ὁ Προφήτης τῷ πνεύματι τὰ ἐπὶ τοῦ σταυροῦ γεγονότα μυστήρια, χαίροντας μὲν τοὺς προφήτας ὁρῶν καὶ σκιρτῶντας, οἵτινες ἐπένθουν ἀνθρωπότητα πρότερον, καὶ τῶν ἐπ’ αὐτοῖς θρήνων τὴν προφητείαν ἐπλήρωσαν· τὸν Ἰορδάνην δὲ εἰς τὰ ὀπίσω στρεφόμενον, ἵνα χορηγήσῃ τῇ μετανοίᾳ δάκρυον. Διὰ τί δὲ εἰς τὰ ὀπίσω στρέφεται; Ἐπειδὴ ὁ ἡμαρτηκὼς εἰς τοὐπίσω τρέχει, τὸν δρόμον καταλιπὼν τὸν ἔμπροσθεν. «Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ.» Ἐνταῦθα πάλιν σάλον τὴν ἔκπληξιν λέγει, καὶ τὸ θαῦμα τὴν ἔκστασιν, ὥστε δεῖξαι τὸ μέγεθος τῶν γεγενημένων. Εἶτα δεικνὺς ὅσον ἐστὶν ἐνὸς ἀνδρὸς ἀρετή, ἀπὸ τοῦ δούλου, φημί, τοῦ Ἰακώβ, τὸν Δεσπότην ἐκάλεσε. Εἰς λίμνας ἑαυτὸν καὶ εἰς πηγὰς ὑδάτων μετέβαλεν ὁ Χριστός· ἀνοίξας γὰρ τῇ λόγχῃ τὴν πλευράν, ἐξήγαγεν ἐξ ἑαυτοῦ τὰς λίμνας τοῦ βαπτίσματος, ἔτι δὲ καὶ τὰς τοῦ μυστηρίου πηγάς· ἐπειδὴ ὕδωρ καὶ αἷμα, τὸ μὲν σύμβολον τοῦ μυστηρίου, τὸ δὲ χαρακτὴρ τοῦ βαπτίσματος, ἔῤῥευσεν. «

Μὴ ᾑμῖν, Κύριε, μὴ ἡμῖν.» Ἐπὶ τῷ ἐλέει σου, φησί· τουτέστιν ἐπὶ τῷ Χριστῷ.

Ὅτι μὲν γάρ ἐστι καὶ ἀλήθεια, αὐτός φησιν· Ἐγώ εἰμι ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Ὅτι δὲ ἔλεος, οὕτως ὁ Ψαλμῳδὸς ἔψαλλεν· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου. Δόξαν. τοίνυν ἑαυτῷ ἐπὶ τῇ σαρκώσει τοῦ Μονογενοῦς ἔδωκε, δοξασθεὶς δι’ αὐτοῦ καὶ ἐμφανερωθείς. Τοῦτο γὰρ ἐν Εὐαγγελίοις ὁ Κύριος ἔλεγε· Πάτερ, δόξασόν σου τὸ ὄνομα ἐπὶ τῆς γῆς. Πῶς δὲ ἐδόξασεν; Ἡμᾶς σώσας. «Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ.» Ἔστι δὲ ἐν τῷ οὐρανῷ καὶ τῇ γῇ οὐ μόνον ὡς πάντα πληρῶν, ἀλλὰ καὶ ὡς ἐν τῇ γῇ διὰ σαρκὸς γενόμενος, οὐχ ἁπλῶς δέ, ἀλλ’ ὑποτάξας τοὺς δαίμονας· ἐλευθερώσας δὲ τὴν κτίσιν στενάζουσαν, τὴν ἑαυτοῦ δόξαν φανερώσας, καὶ πρό γε τούτων διασώσας τὸν ἄνθρωπον. Τοῦτο γὰρ ὑπὲρ πάντας ὡς φιλάνθρωπος βούλεται. «Κύριος μνησθεὶς ἡμῶν.» Πότε γὰρ ὁ Θεὸς λήθην ἀνθρώπων ἐδέξατο; Ἀλλὰ τοῦτό ἐστιν ὃ διὰ τῶν εἰρημένων αἰνίττεται. Ἐπειδὴ γὰρ ὑπὸ κατάραν ὄντες, οὐκ ἄλλως αὐτῆς ἀπολυθῆναι καὶ λαβεῖν εὐλογίαν ἠδυνάμεθα, εἰ μὴ Χριστὸς ἐπὶ ξύλου κρεμασθεὶς τὴν κατάραν τὴν ἡμετέραν ἐβάστασεν, εἰκότως μνησθῆναι τὸν Κύριον πρότερον, καὶ οὕτως ἡμᾶς εὐλογῆσαί φησι. «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» Θεωρεῖς ὅπως τὴν δημιουργίαν ὁ Ποιητὴς πρὸς ἡμᾶς μερίζεται· καὶ ὥσπερ αὐτὸς ἀόρατος ὢν ἔχει τὸν οὐρανὸν τοῦ οὐρανοῦ τὸν ἀόρατον, οὕτως ἡμῖν τὴν κτίσιν τὴν ὁρατὴν ἀπένειμεν.

ΨΑΛΜΟΣ ΡΙΔʹ. «Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος.» Ὁ πάλαι φοβούμενος τὸν Κύριον, ἤδη προκόψας ἀπὸ τοῦ φόβου, καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ, εἴποι ἄν, Ἠγάπησα· τίνα δέ, ἢ δηλαδὴ Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ δυνάμεως, καὶ ψυχῆς, ὥστε ἕνεκεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, πάντα τε ὑπομεῖναι πειρασμόν, καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς Θεὸν ἀγάπην; «Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.» Τουτέστι, Παντὶ τῷ χρόνῳ τῆς ζωῆς μου ἐπεκαλεσάμην· ἐν ταῖς ἡμέραις μου ὑπὸ τοῦ Ἡλίου τῆς δικαιοσύνης γενομέναις, ἀεὶ πεφωτισμένος ὤν, ἐπεκαλεσάμην. «Θλίψιν καὶ ὀδύνην εὗρον.» Θλίψιν καὶ ὀδύνην ἐκάλεσε τὴν μετάνοιαν· θλίψιν μέν, ὡς ἀνάμνησιν τῆς ἁμαρτίας ἔχουσαν· ὀδύνην δέ, ἕνεκα τῶν πόνων μεθ’ ὧν κατορθοῦσθαι, σάκκου, τυχόν, καὶ σποδοῦ καὶ ἀγρυπνίας, πέφυκε. Ταύτην εὑρών, τουτέστιν, ἐπιδραμὼν αὐτῇ, τὸ ὄνομα Κυρίου εἰκότως ἐπεκαλεῖτο. Εὐχὴ γάρ, τῆς μετανοίας ὑπόστασις. «Φυλάσσων τὰ νήπια ὁ Κύριος.» Οὐκ εἶπεν, Ὅτι οὐκ εἴασεν εἰς κινδύνους ἐμπεσεῖν, ἀλλά, μετὰ τὸ ἐμπεσεῖν, διέσωσεν.

ΨΑΛΜΟΣ ΡΙΕʹ. «Ποτήριον σωτηρίου λήψομαι.» Σωτηρίου γὰρ ὄντως ἐστὶ ποτήριον, τὸ ὑμνολογεῖν τὸν τῶν ὅλων Σωτῆρα Θεόν. Τούτῳ Θεὸς ἐφήδεται, τοῦτο δέχεται παρ’ ἡμῶν τὸ θυμίαμα. Ὡς γὰρ αὐτὸς ἔφη Χριστός· Πνεῦμα ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτόν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. «Σοὶ θύσω θυσίαν αἰνέσεως.» Ἐπειδὴ τὰς τῶν ἀλόγων θυσίας ὁ Χριστὸς ἐνδημήσας κατέπαυσε, τὴν λογικὴν δὲ αὐτὸς ὡς Λόγος εἰσήγαγεν· εἰκότως τὴν δι’ αἰνέσεως προσφέρειν ὁ Προφήτης ὑπέσχετο, προσφέρειν δὲ αὐτὴν ἐν ὀνόματι Κυρίου, δηλαδὴ ἐν τῷ Χριστῷ. Ἐπειδὴ καὶ οὕτω προσεύχεσθαι τοῖς ἀποστόλοις ἐντέλλεται· Ἐάν τι αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.

ΨΑΛΜΟΣ ΡΙϚʹ. «Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ.» Συνδιαιωνίζοντος δηλαδὴ τῇ ἀληθείᾳ τοῦ κραταιωθέντος ἐφ’ ἡμᾶς ἐλέους. Πολλαχοῦ δὲ τὰ ὀνόματα ταῦτα, τὸ ἔλεος αὐτοῦ καὶ ἡ ἀλήθεια, ἐπὶ τοῦ Σωτῆρος λέγεται· ὥσπερ καὶ ἐν τῷ· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων.

Αὕτη τοίνυν ἡ ἀλήθεια καὶ προσδοκία τῶν ἐθνῶν ἦν· διὸ καὶ ἐπιλάμψασα τῷ τῶν ἀνθρώπων γένει, εἰς αἶνον πάντα τὰ ἔθνη καὶ πάντας τοὺς λαοὺς καλεῖ, εὐχαριστεῖν διδάσκουσα τῷ Πατρὶ τῷ κραταιώσαντι τὸ ἔλεος αὐτοῦ, καὶ μένειν ποιήσαντι τὴν ἀλήθειαν ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ ΡΙΖʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός.» Συνεχῶς ᾄδει τὴν ἐξομολόγησιν ὁ Δαβίδ, εἰδὼς ὅτι τοῦτο μέγιστον τοῖς ἁμαρτωλοῖς εἰς βοήθειαν, καὶ τραυμάτων τῶν κατὰ ψυχὴν φάρμακον. «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με.» Καὶ πῶς τὸν ἕνα πάντα κυκλοῖ τὰ ἔθνη; ἀλλὰ πάντα ἔθνη τοὺς διαφόρους βίους τῶν ἀνθρώπων ἐκάλεσεν, ἐπειδὴ διάφοροι βίοι τοῖς ἔθνεσιν, ὅθεν δὴ καὶ ἀπ’ ἀλλήλων μερίζονται. Τὸν δίκαιον τοίνυν καὶ οἱ πονηροὶ κυκλοῦσι, καὶ οἱ φιλάργυροι, καὶ οἱ βάσκανοι, καὶ ὑπερήφανοι, καὶ ὑποκριταί, κοινὸν ἐχθρὸν τὸν διὰ τὸν ἔλεγχον, τὸν ἐκ τῆς ἐκείνου εὐζωΐας, νομίζοντες· ἀλλ’ οὗτος τοῦτο τὸ πλῆθος ἀμύνεται τῷ ὀνόματι τοῦ Θεοῦ. Ὄνομα δὲ αὐτῷ ὁ Χριστός, ὅπερ εἰς ἄμυναν πάσης ἐπιβουλῆς ἀρκεῖ· αὐτὸ γὰρ ὅπλον καὶ ἀσπὶς καὶ φρούριον τοῦ φοροῦντος αὐτὸ γίνεται. «Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν.» Ὠθοῦσιν ἡμᾶς εἰς ἁμαρτίαν ὅσοι τῶν λογισμῶν πρὸς τὰς ἡδονὰς ῥέπουσι, καὶ ἀπὸ τῆς ἑδραίας τῆς ἐν τῷ νόμῳ στάσεως ἀνατρέψαντες, εὐχερεῖς εἰς τὸ καταβληθῆναι παρὰ δαιμόνων ἐργάζονται. Ἀλλ’ ἐὰν νήψωμεν, ἕξομεν τὸν Θεὸν εἰς ἀντίληψιν· οὗτος γὰρ ἡμῶν καὶ τὴν ψυχὴν στηρίξαι, καὶ τοὺς ἐθέλοντας καταβαλεῖν, ἀποδιῶξαι δύναται. «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας.» Ὅταν γὰρ Θεὸς κατορθώσῃ τὸ πᾶν, οἱ τῆς νίκης ἀπολαύοντες χαίρουσι, σκιρτῶσι, διπλῇ γαννύμενοι, καὶ τοῦ διασωθῆναι, καὶ τοῦ διὰ Θεοῦ σωθῆναι.

Τοῦτο ποιεῖ τὴν εὐφροσύνην ὅτε τὸ τρόπαιον στήσας. Εἶτα δεικνὺς τῆς συμμαχίας τῆς τοιαύτης τὴν ἀφορμήν, φησιν, Ἐν σκηναῖς δικαίων. Οὐκ εἶπεν οἰκίαις, ἀλλὰ σκηναῖς, τὸ ἐσχεδιασμένον τῆς οἰκήσεως αὐτῶν παραστῆσαι βουλόμενον. «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν.» Τοῦτο μάλιστα ζωὴ τὸ καὶ αὐτὸν αἰνεῖν, καὶ εἰς ἅπαντας ἐξαγγέλλειν αὐτοῦ τὰ θαύματα. Ποῖα ἔργα, εἰπέ μοι; Ταῦτα ἃ μέλλει διηγεῖσθαι. «Αὕτη ἡ πύλη τοῦ Κυρίου.» Πύλαι πάλαι ὁ νόμος καὶ οἱ προφῆται, δι’ ὧν εἰσῄει πρὸς Θεὸν ὁ Ἰσραήλ. Πύλη δὲ νῦν ἡ πίστις, δι’ ἧς οἰκειότερον νῦν προσαγόμεθα, μαρτυρούμενοι ὑπὸ τοῦ νόμου καὶ προφητῶν. «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.» Ἐνταῦθα τοίνυν ὁ Προφήτης τὴν σάρκωσιν θαυμάζει, ὅτι Θεὸς ὢν καὶ Κύριος ὤν, καὶ τῆς οὐσίας ἐκείνης, κατηξίωσεν ἐπιφανῆναι. Ὅταν δὲ εἴπῃ, Ἐπέφανε, τὴν οἰκονομίαν λέγει, τὸ εἰς μήτραν ἐλθεῖν παρθενικήν, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι.

Διὰ δὴ τοῦτο, Εὐλογήκαμεν ὑμᾶς, φησίν, ὅτι τοιαύτης ἀπηλαύσατε δωρεᾶς· ὃ καὶ ὁ Χριστὸς ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ εἴδετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν.» Τό, ἐν τοῖς πυκάζουσιν, ἀντὶ τοῦ πεπυκνωμένοις τέθεικε· τὸ γὰρ πεπυκασμένον, πεπυκνωμένον καὶ οἱ ἕξω τοῦ καθ’ ἡμᾶς λόγου καλοῦσιν. «Θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι.» Τίνι δὲ ταῦτα λέγει, ἢ τῷ ἀνωτέρω δεδηλωμένῳ Κυρίῳ; τῷ ἐκ θλίψεως ῥυσαμένῳ αὐτόν, τῷ καὶ τοὺς ἐχθροὺς αὐτοῦ ταπεινώσαντι, τῷ καὶ τὸν λίθον τὸν ἀποβληθέντα πρὸς τῶν οἰκοδόμων ὑψώσαντι, τῷ καὶ εὐοδώσαντι καὶ σώσαντι τοὺς εἰς αὐτὸν πιστεύοντας. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός.» Ὅθεν ὁ Προφήτης τοῦ νῦν ψαλμοῦ τῆς μελῳδίας ἤρξατο, ἐκεῖθεν αὐτῷ καὶ τὸ τέλος ἐπέθηκεν, ἵνα τὴν ἐξομολόγησιν μέχρι παντὸς τοῦ βίου φυλάξωμεν.

ΨΑΛΜΟΣ ΡΙΗʹ. «Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια.» Οἱ δεύτεροι, ὡς ἐπὶ κρείττονα καὶ ἀνώτερον ἀναβαίνοντες βαθμόν, ἄλλως γίνονται μακάριοι, διὰ τὸ μὴ μόνον κατορθοῦν τὸν ἠθικὸν τρόπον, ἀλλ’ ἤδη καὶ ἐξερευνᾷν τὰ βάθη τῶν μαρτυρίων αὐτοῦ. «Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδόν;» Νεώτερος ὁ ἀπὸ τῶν ἐθνῶν λαός, ὁ σκολιῶς πρὸ τῆς πίστεως ὁδεύσας, ἐν τίνι κατορθώσει τὴν ὁδόν, ἢ τῷ φυλάσσεσθαι τοὺς λόγους τοῦ Θεοῦ; Ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καθαρτικὴ καὶ φυλακτικὴ πάντων ἐστί. Τό, Ἐν τίνι δὲ κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Διὰ τίνος λαμπρυνεῖ νέος τὴν ὁδὸν αὐτοῦ; Ἐδίδαξεν δὲ ὅτι πολλῆς ἐστιν ἀκαθαρσίας καὶ ῥυπαρίας ἡ νεότης μεστή· διὸ καὶ δεῖται καθάρσεως.

Τοῦτο οὖν ἐπιζητήσας, εὑρηκέναι φησὶ τὸν τρόπον, Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. «Ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.» Διὰ τοῦτο μηκέτι με κρίνῃς ἄξιον τοῦ ὀνειδίζεσθαι καὶ τοῦ ἐξουδενεῖσθαι· καὶ γὰρ τὰ μαρτύριά σου ἐξεζήτησα· περὶ ὧν ἔφην, Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ. «Ἐνύσταξεν ἡ ψυχή μου.» Ὥσπερ ἀρχὴ κοιμήσεώς ἐστι νυσταγμός, οὕτως ποτὲ καὶ ἡ ψυχὴ ἐν ἀρχῇ γενομένη ἁμαρτημάτων λέγεται νυστάζειν, καθελκομένη μὲν ὥσπερ εἰς ὕπνον τὸ ἁμάρτημα, ἀνανεοῦσα δὲ καὶ ἐγειρομένη διὰ τῆς τῶν κρειττόνων μνήμης. «Περίελε τὸν ὀνειδισμόν μου.» Ὀνειδισμὸν τὸν ὑπὸ τῶν ἁμαρτωλῶν ὑποπτεύει πᾶς δίκαιος, ὅνπερ αὐτοὺς ὀνειδίζειν, ὅταν τι καὶ μικρὸν ἀποσφαλῶσι τῆς ἀρετῆς, εἰώθασιν. Ἀλλ’ ὁ Θεὸς χρηστοῖς κρίμασι καὶ φιλανθρώποις χρώμενος, οὐ περιορᾷ τὸν ὀνειδισμὸν αὐτῶν, περιαιρεῖ δὲ διορθούμενος, εἴ τι καὶ μικρὸν ἀποσφαλέντες ἔτυχον. «Χρηστὸς εἶ σύ, Κύριε.» Δικαίου ἔργον ἐστίν, ἐπὶ πᾶσι συμβαίνουσιν εὐαρεστούμενον ἀπὸ τῆς Προνοίας ἱλαρῶς δεχόμενον λέγειν, καὶ ἐπὶ τοῖς πικροτέροις εἶναι νομιζομένοις τῷ Θεῷ τό, Χρηστὸς εἶ σύ· καὶ τό, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, τῆς αὐτῆς ἐχόμενον προαιρέσεως.