Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν νηστείαν

Ἡσύχιος ὁ Πρεσβύτερος

Παλαιοδιαθηκικά παραδείγματα και συνέπειες της νηστείας

Αναφορά στη σωτηριώδη νηστεία προσώπων της Παλαιάς Διαθήκης, όπως οι Νινευίτες, ο Δανιήλ, ο Δαυίδ και ο Ηλίας, σε αντιδιαστολή με περιπτώσεις υποκριτικής νηστείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Ἐνήστευσαν Νινευῖται καὶ ἐσώθησαν καὶ διὰ τῆς νηστείας τὸν θυμὸν τοῦ θεοῦ μετέβαλον. Καὶ ἀπόφασιν ἐξενεχθεῖσαν κατ᾽ αὐτῶν ἡ νηστεί〈α〉 ἐκώλυσεν· φησὶν γὰρ ὁ προφήτης· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.» 〈Ο〉ὐκ εἶπεν «μετὰ τρεῖς ἡμέρας καὶ Νινευὴ καταστραφήσεται»· εἰ γὰρ εἶπεν «μετὰ τρεῖς ἡμέρας», κατεστράφη ἄν, ἀλλ᾽ «ἔτι τρεῖς ἡμέραι», 〈το〉ῦτο δεικνὺς ὅτι «Τοσοῦτον χρόνον ἠνειχόμην ὑμῶν καὶ οὐ μετενοήσατε. Ἔτι τριῶν ἡμερῶν ἀνέχομαι ὑμῶν καί, εἰ μὴ ἐν ταῖς τρισὶν ἡμέραις μετανοεῖτε, ἔπειτα καταστραφήσεται ἡ πόλις.» Καὶ τοσοῦτον χρόνον οὐ μετενόησαν, εἰ μὴ διὰ τῶν τριῶν ἡμερῶν τουτέστιν διὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.

Ἐνήστευσαν Ἰουδαῖοι καὶ συμβούλιον ἔλαβον ἵνα τὸν ἀπόστολον Παῦλον ἀποκτείνωσιν. Ἐκήρυξεν Ἰεζάβελ νηστείαν καὶ τὸν Ναβουθαὶ ἀπέκτεινεν καὶ τὸν ἀμπελῶνα τοῦ πένητος ἔλαβεν. Νηστεία καὶ φόνος αὕτη ποία νηστεία; Ἐνήστευσεν Δανιὴλ ὅτε ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· βληθέντος γὰρ αὐτοῦ εἰς τὸν λάκκον, ἐβό〈α〉 πρὸς Χριστὸν λέγων· «Ἐκ βαθ〈έων〉 ἐκέ〈κραξά σε, κύριε·〉 κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.» Βλέπων δὲ τοὺς λέοντας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, πάλιν ἐβόα λέγων· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Βλέπε δὲ ὅτι οὐκ ἐγκαταλιμπάνει κύριος τοὺς ἐλπίζοντας ἐπ᾽ αὐτόν. Ὁ μὲν βασιλεὺς ὁ ἐπίγειος ἐσφράγισεν τὸν λάκκον, ὁ δὲ ἐπουράνιος βασιλεὺς ἐσφράγισεν τὰ στόματα τῶν λεόντων. Ἐνήστευσεν τὸ πῦρ ἐν τῇ καμίνῳ καὶ οὐκ ἐχρήσατο τοῖς συνδούλοις εἰς βρῶσιν, ἀλλὰ νηστεῦσαν ἐξεπήδησεν τῆς καμίνου, παραχωρῆσαν τοῖς τρισὶν διὰ τὸν τέταρτον. 〈Ἐ〉νήστευσεν τὸ κῆτος ἐν τῇ θαλάσσῃ, ὅτε ἐδέξατο τὸν Ἰωνᾶν ἐν τοῖς τῆς κοι〈λί〉ας ταμιείοις· ἔχον γὰρ τὸν προφήτην ὡς παραθήκην, ἐπεδείξατο τὸ τῆς νηστείας σημεῖον.

Ἀντὶ γὰρ νηὸς τῷ ναυαγήσαντι γενόμενον, ἔφερεν τὸν ξένον διὰ θαλάσσης καὶ βυθοῦ καὶ φόβου μεγάλου καί, ἵνα μὴ διαφθείρῃ τὸν ξένον ἐν τοῖς τῆς κοιλίας ταμιείοις, ἀπεκατέστησεν σώαν τὴν παραθήκην, παραδοὺς τῷ παρακαταθεμένῳ δεσπότῃ. Ἐνήστευσεν Δαυὶδ καί, διὰ τῆς νηστείας καὶ τῆς μετανοίας, συνεχώρησεν αὐτῷ ὁ θεὸς τὴν ἁμαρτίαν τῆς γυναικὸς Οὐρίου. Ἐνήστευσεν Ἠλίας τεσσαράκοντα ἡμέρας καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἔλαβεν καί, ὅτε ἠθέλησεν, ἐκώλυσεν τὸν ὑετὸν καί, ὅτε ἠθέλησεν, ἤνεγκεν αὐτὸν διὰ νηστειῶν καὶ εὐχῶν.