Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν νηστείαν
Το πρότυπο του Χριστού και οι ιαματικοί καρποί της νηστείας
Η νηστεία του Σωτήρος και των αποστόλων, καθώς και η ανάδειξή της ως πνευματικού φαρμάκου που θεραπεύει τα πάθη της ψυχής και του σώματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το πρότυπο του Χριστού και οι ιαματικοί καρποί της νηστείας
Η νηστεία του Σωτήρος και των αποστόλων, καθώς και η ανάδειξή της ως πνευματικού φαρμάκου που θεραπεύει τα πάθη της ψυχής και του σώματος.
Ἐνήστευ〈σεν〉 ὁ σωτὴρ ἡμ〈ῶν〉 τεσσαράκοντα ἡμέρας καὶ τὸν διάβολον κατῄσχυνεν, ὁ ἁμαρτίαν μὴ ποιήσας μηδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἐνήστευσεν δὲ τύπον ἡμῖν διδοὺς ὅτι διὰ νηστειῶν δυνάμεθα τυχεῖν ἐξιλασμοῦ ἁμαρτημάτων. Νηστεύσωμεν οὖν, ἀγαπητοί, νηστείαν καθαρὰν περὶ ἧς φησιν ὁ ἀπόστολος Ἰάκωβος ὅτι «θρησκεία καθαρὰ αὕτη ἐστίν· ἐπισκέπτεσθαι» ἀδελφοὺς «ἐν τῇ θλίψει αὐτῶν, ἀσπίλους ἑαυτοὺς τηρεῖν ἀπὸ τοῦ κόσμου.» Ἐνήστευσεν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ ἐπέταξεν. 〈Οἱ〉 ἀπόστολοι, μηδὲν ἔχοντες ἐπὶ γῆς, δέννειν καὶ λύειν ἐξουσίαν ἔλαβον καὶ πλη〈ροῦ〉ται εἰς α〈ὐτοὺς〉 τὸ εἰρη〈μένον〉· «ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.» Πέτρος γάρ, φησίν, καὶ Ἰωάννης περὶ ὥραν ἐνάτην ἀνῆλθον εἰς τὸ ἱερὸν προσεύξασθαι. Καί τις χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐκάθητο, ὃς οὐδέποτε περιεπάτησεν. Οὗτος προσεδόκα λαβεῖν τι παρὰ τῶν ἀποστόλων. Ἀπεκρίθη δὲ ὁ Πέτρος λέγων αὐτῷ· «Ἃ προσδοκᾷς λαβεῖν οὐκ ἔχω, ἃ δὲ μὴ προσδοκᾷς λαβεῖν ἔχω. Ἀργύριον προσδοκᾷς λαβεῖν, ὑγίειάν σοι παρέχω· κρεῖττον γὰρ ὑγίεια σώματος ἢ ὄλβος ἀμέτρητος. Ὁμολογήσω σοι τὴν ἀλήθειαν· ’Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι‘. Ὁ Χριστὸς γὰρ παρέδωκεν ἡμῖν λέγων· ’Μὴ κτήσασθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκόν‘. Δέδωκεν δὲ ἡμῖν ἐξουσίαν λέγων· ’Δαιμόνια ἐκβάλλετε, ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε.
Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.’ ‘Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ἔγειρε καὶ περιπάτει.» Καὶ κρατήσας «τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν.» Ὁ δοῦλος κρατῶν ἐγείρει, ὁ δεσπότης λόγῳ θεραπεύει· «Οὐ γάρ ἐστιν δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» Ἀλλὰ γὰρ ἰατρείων κατὰ τὴν οἰκουμένην ἀνοιγομένων, σήμερον βλέπω καὶ ἕνα τοῖς πᾶσιν ἰατρὸν ἐφεστῶτα Χριστόν. Ὢ καινοτέρου τοῦ θαύματος. Διάφορα πάθη, ἐν διαφόροις ἰατρείων χωρίοις, ὑπὸ ἑνὸς ἰατροῦ θεραπεύεται. Ἄλλος ἀλλαχοῦ ἁμαρτίας τραύματι συνεχόμενος πρόσεισιν καὶ παρὰ 〈τ〉ῆς νηστείας λαβὼν ἰάσεως ἔμπλαστρον ἄπεισιν. Ἄλλος ἑτέρωθι σηπεδόνα πορνείας ἀπόζων ἰατικὸν τῆς δυσωδίας, παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν καὶ σωμάτων Χριστοῦ, δι᾽ αὐτῆς ἐκδέχεται φάρμακον.
Ἄλλος πυρετῷ φιλαργυρίας συγκαιόμενος, παρὰ τῆς νηστείας ἀναψυχούσας τὴν νόσον βοτάνας κομίζεται. Οἶδεν αὕτη καὶ στείρας ἐγκύμονας ἀποφαίνειν συντόμως, καὶ τὴν ἄγονον μήτραν εὔκαρπον ἄρουραν ἀπεργάζεσθαι, καὶ προφήτας υἱοὺς τῆς ἀσιτίας διδόναι μισθόν. Τί γὰρ παρὰ τῆς θείας γραφῆς διδασκόμεθα; «Καὶ ἠθύμει Ἅννα», φησίν, «καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν.» Ἀλλὰ νηστεία τῇ στείρᾳ Σαμουὴλ τὸν προφήτην παρέσχεν. Εἶδες τῆς νηστείας τὰ δῶρα.
Εἶδες οἵους τοῖς αὐτῆς δεομένοις βλαστάνει καρπούς, πῶς τὰς μὲν πηγὰς τῆς πορνείας ξηραίνει, τὰς δὲ ξηρανθείσας τῇ στειρώσει μήτρας ἀνοίγει καὶ τὰς ἐκ τῶν λογισμῶν δὲ φυομένας ἀκάνθας τῆς ἁμαρτίας ἐκκόπτει καὶ τοὺς τῆς ἀσεβείας οὐκέτι δίδωσιν καρπούς. Οὐ μόνον δὲ δύναται ταῦτα ἡ κατὰ θεὸν νηστεία, ἀλλὰ καὶ ἡμέρους τοὺς ἀπηνεῖς ἀπεργάζεται καὶ εἰς συμπάθειαν τοὺς ἀσυμπαθεῖς μεταβάλλει, τὸ σκληρὸν τῶν ἀνενδότων μαλάσσει χαλκεύουσα. 〈Α〉ὕτη οὐ μόνον ἁμαρτωλοῖς 〈χ〉ρήσιμος, ἀλλ᾽ ἤδη καὶ δικα〈ίοι〉ς εἰς καιρὸν ἐπιτήδειος, 〈ὡς〉 προεδείξα〈μεν〉.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.