Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον α΄

Ἡσύχιος ὁ Πρεσβύτερος

Η προφητεία του Δαβίδ και η ερμηνεία των Ψαλμών

Η παρέμβαση του προφήτη Δαβίδ και η χριστολογική ερμηνεία ψαλμικών χωρίων σχετικά με το μυστήριο της θείας οικονομίας, την κάθοδο του Χριστού στον Άδη και το οικουμενικό αποστολικό κήρυγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 4

Εἰ μὴ αὐτὸς καταβαίνεις, ἡμεῖς ἤδη τὸ τάχος πρὸς σὲ ἀναβαίνομεν. Χρῄζω κιθαρίσαι τοῖς ζῶσιν· χρόνον γὰρ ἱκανὸν ἰδοὺ τοῖς νεκροῖς λυρῳδῶ. Χρῄζω καὶ τοῖς ὑπὲρ γῆν τὰ τῆς κιθάρας ἑρμηνεῦσαι μυστήρια καὶ εἰπεῖν πῶς μὲν »οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ«, πῶς δὲ »ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα«, τίς »ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα«, ποία δὲ »νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν«, τίνες »οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν«, τίνων »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν«, τίς »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ«, ποῖος οὗτος ὁ »καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ» καὶ πότε «ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν», πῶς δὲ «ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου» αὐτοῦ. «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ», ἡνίκα ὁ ἐξ αὐτῶν εἰς γῆν καταβαίνει καὶ τὰ ἄνω χηρείας οὐκ αἰσθάνεται. «Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», ὅτε 〈ὁ〉 τὸν Ἀδὰμ ἀναπλάσας εἰς αὐτὸ μετὰ δόξης ἀνάγει τὸ στερέωμα, μετὰ δεσμοὺς ἀκράτητον, μετὰ φθορὰν ἄφθαρτον, μετὰ θνῆσιν ἀθάνατον. «

Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», ἡ ἡμέρα τοῦ δεσποτικοῦ τόκου πρὸς τὴν ἡμέραν τοῦ βασιλικοῦ σταυροῦ· καθάπερ γὰρ ἐκείνη θεὸν ἰδοῦσα μετὰ σαρκὸς ἐκ μήτρας προερχόμενον, οὕτως αὕτη θεὸν μετὰ σαρκὸς εἶδεν «ἐπὶ ξύλου κρεμάμενον». «Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν», ἡ νὺξ τῆς παραδόσεως τῇ νυκτὶ τῆς ἐγέρσεως· ἐκείνη μὲν γὰρ ἀναγγέλλει τοῦ Ἰούδα τὴν πτῶσιν, αὕτη δὲ τοῦ Ἀδὰμ τὴν ἀνάστασιν. «Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν», αἱ τῶν ἀγγέλων εὔδηλον· φωναὶ γὰρ ἅσπερ ἐκεῖνοι πρὸς τὰς γυναῖκας τὰς μυροφόρους ἐφθέγξαντο εἰς ὅλον τὸ γένος τὸ λογικὸν διέβησαν.

Εἰς πᾶσαν ἀκοὴν ἔδραμεν ἡ λαλιά, καὶ γλῶσσα λογικὴ παρὰ τοῦ θεοῦ δεδώρηται, ὅτε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», Πέτρου καὶ Ἰωάννου καὶ Ἀνδρέου καὶ Θωμᾶ καὶ τοῦ λοιποῦ τῶν ἀγραμμάτων χοροῦ, τῆς σεμνῆς τῶν ἰδιωτῶν φάλαγγος, ἣν ἡ σοφία τοῖς ἑαυτῆς λόγοις ἐμισθώσατο κήρυκας. «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», ὁ Πατὴρ ἐν τῷ Υἱῷ· οὗτος γὰρ ἡμῖν ἀνέτειλε δικαιοσύνης ἥλιος, «ἐν αὐτῷ δὲ πᾶν τὸ πλήρωμα σωματικῶς κατοικεῖ τῆς θεότητος». «Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ»· λευχείμων γάρ, θεοειδής, ἀστραπηφόρος, ἐξ οὐρανοῦ νυμφίος ἐκ τῆς παστάδος προῆλθε τοῦ βασιλικοῦ μνήματος. «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν», ἐπειδὴ νικητὴς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἔδραμεν καὶ τροπαιοφόρον αὐτὸν ἐκ τῶν νεκρῶν αἱ νεφέλαι παρέλαβον. «Ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ»· ὅθεν γὰρ κατῆλθεν, ἐκεῖ μείνας ὑπῆρχεν· ἔνθα δὲ ὅμως ἔμεινεν, ἐκεῖ πάλιν μετὰ σαρκὸς ἀνέδραμεν, πρὸς ἡμᾶς καταβὰς καὶ παρὰ τῷ Πατρὶ μείνας, δι᾽ ἡμᾶς ἀναβὰς καὶ παρὰ τῷ Πατρὶ μετὰ τῆς ἀπαρχῆς τῆς ἡμετέρας γενόμενος.