Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον α΄

Ἡσύχιος ὁ Πρεσβύτερος

Η ανάσταση του Λαζάρου και η τελική δοξολογία

Η περιγραφή της παράδοξης εξόδου του δεδεμένου Λαζάρου από το μνήμα, η θεολογική σημασία των δεσποτικών προσταγών προς τους Ιουδαίους και η κατακλείδα της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 4

Λάζαρον δὲ κατήπειγεν ἡ φωνή, καὶ πτερωτὸν ἡ κλῆσις ἐλευθερωθέντα τῶν δεσμῶν ἀπὸ τῆς γῆς ἀνήγαγεν. Καὶ καθάπερ ἔλαφος ἀπὸ τῶν τάφων ἐξήλατο, δορκάδος δίκην ἐκ τῶν μνημάτων, ὁ νεκρός, ὁ τυφλός, ὁ δεσμώτης· ἔτι γὰρ τὰς κειρίας ὑπῆρχε περικείμενος, ἔτι τῷ σουδαρίῳ τὰς ὄψεις ἐκαλύπτετο, καὶ τοὺς ὀφθαλμοὺς αἱ ὀθόναι ἔκρυπτον. Αἱ κόραι καταβεβρωμέναι καὶ ἀφανεῖς ἐτύγχανον, τὴν ἡλιακὴν ἀστραπὴν ὑπὸ τῶν δεσμῶν οὐ δυνάμεναι δέξασθαι. Ἡ ἀκοὴ πεπίλωτο, ἡ ἀναπνοὴ πέφρακτο, ἡ γλῶσσα κημὸν εἶχε καὶ χαλινόν, τὰ χείλη τῶν κηδευσάντων τὸν δεσμὸν ἐκέκτηντο, ὁ τράχηλος τοῖς ζωνιδίοις ἐπέπλεκτο, οἱ ὦμοι τοῖς δεσμοῖς συνεσφίγγοντο τοῖς τῶν μηρῶν ἀλλήλοις συνδεθέντων καὶ οὐκ ἐξῆν ἀλλήλων λοιπὸν μερίζεσθαι, αἱ κνῆμαι ἄλλη τις ἐπ᾽ ἄλλην καθάπερ ξύλον ἐπὶ ξύλου συνέκειντο.

Καὶ στήλη τις ἦν θανάτου καθαρά, ἐναργὲς τῶν ἐν ᾅδου κατεχομένων ὑπόμνημα. Ὁ δὲ καὶ οὕτως ἔτρεχε, καὶ τοὺς Ἰουδαίους ἐθορύβει, τοὺς Φαρισαίους ἐσκόρπιζεν, Σαδδουκαίους πίπτειν ἄλλον ἐπ᾽ ἄλλον σκελισθέντας τῷ φόβῳ ἠνάγκαζεν· τοὺς συγγενεῖς δὲ καὶ τοὺς φίλους καὶ τοὺς συνήθεις εὔφραινεν, προσεκύνει σπουδῇ πολλῇ καὶ δρόμῳ τὸν ἐγείραντα, ἀνήγγειλε τῇ ζωῇ τὰ τοῦ ᾅδου μυστήρια. Ὁ Χριστός· «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν», τῷ περιεστῶτι θεάτρῳ τῶν Ἰουδαίων ἔλεγεν, λύσατε τὸν λυθῆναι μὴ χρῄζοντα, λύσατε τὸν τῶν ποδῶν δεδεμένων βαδίζοντα, λύσατε τὸν κειρίαις κρατούμενον καὶ τοὺς πόδας εὐτάκτως οὐδὲν ἧττον σαλεύοντα, λύσατε τὸν τῶν ὀφθαλμῶν κεκαλυμμένων βλέποντα, τὸν ἐμπεφραγμένων αὐτῷ τῶν ὤτων ἀκωλύτως ἀκούοντα, τὸν δεδεμένων τῶν ῥινῶν τῆς ζωῆς ὀσφραινόμενον.

Λύσατε αὐτόν, ἵνα τοὺς δακτύλους τῷ θαύματι καταστήσητε μάρτυρας, ἵνα μηκέτι τὸ σημεῖον ἀρνήσησθε τὴν οἰκείαν παλάμην αἰσχυνόμενοι, ἵνα, ὅταν πειραθῆτε συσκιάσαι τὸ κατορθωθὲν κατὰ τοῦ θανάτου τρόπαιον, ἔλεγχοι τῆς ὑμετέρας ἀγνωμοσύνης οἱ δεσμοὶ οἱ παρ᾽ ὑμῶν ἀρθέντες γένωνται. «Λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν»· τὸν νεκρὸν γὰρ τῆς ζωῆς ἐμισθωσάμην κήρυκα. Ὁ ἐξ ᾅδου τὸν ἐξ οὐρανοῦ μηνύει, ὁ ἐκ τάφων τὸν ἐκ τῶν κόλπων τοῦ Πατρὸς μηνύει τοῖς ἔθνεσιν, ὁ λυθεὶς εἰς κόνιν ἀκριβῶς καταγγέλλει τὸν ἐξ ἀρχῆς τὸ γένος χωνεύσαντα, ὁ ἐκ τοῦ χοὸς ἀνελθὼν πιστὸς ἔσται τὸν κεραμέα γνωρίζων τοῖς πηλίνοις καὶ συγγενέσι σκεύεσιν ἀναπλάττοντα. «Ἄφετε αὐτὸν ὑπάγειν»· τὸ σημεῖον γὰρ οὗτος σιωπᾶν τὸ πραχθὲν οὐκ ἀνέχεται, οὐδεὶς αὐτὸν ἀναγκάσει φόβος πρὸς τὸν εὐεργέτην γενέσθαι τὸν οἰκεῖον ἀγνώμονα, οὐδὲ χρημάτων μεταπείσει πόθος, οὐδὲ δόξης ἔρως σκελίσει, οὐδὲ ὀκνηρὸν ποιήσει τῶν βιωτικῶν ἡδονῶν ἡ προσπάθεια.

Ἔμαθεν ἀφ᾽ ὧν ἔπαθεν, ἔνθα κατῆλθεν. Ἐκεῖ ἐπαιδεύθη τῶν ἐνταῦθα τὸ σαθρόν, τὸ ἀσθενές, τὸ ἀβέβαιον. Ἔπεισεν αὐτὸν τὰ ὑπὸ γῆν τῶν ἐν τῇ γῇ μὴ φροντίζειν, μηδὲ λόγον αὐτῶν ὡς μένειν δυναμένων τίθεσθαι. «Ἄφετε αὐτὸν ὑπάγειν,» ἵνα παραγγείλῃ τῷ Καϊάφᾳ καὶ τὸν Πιλᾶτον μαρτύρηται, γνωρίσῃ τοῖς ὑπηρέταις τίνα ῥαπίζειν μέλλουσιν, στηρίξῃ τοὺς μαθητάς, σκελίσῃ τοὺς πειράζοντας, τὸ μύρον ἑτοιμάσαι ἐντείληται ταῖς γυναιξίν. «Ἄφετε αὐτὸν ὑπάγειν»· τούτου γὰρ βαδίζοντος, ἡ συναγωγὴ κλονεῖται, θορυβεῖται πλῆθος Σαδδουκαίων· ὅλος δὲ τῆς γῆς ὁ κύκλος σκιρτᾷ καὶ ὁ πόλος τῷ δήμῳ τῶν νεφελῶν φαιδρύνεται, περιχαρὴς ὁ χορὸς τῶν ἄστρων εὑρίσκεται, ὁ οὐρανὸς ὑψοῦται, τοῦ καταβάντος ἐξ αὐτοῦ καὶ μείναντος παρ᾽ αὐτῷ κατασκοπῶν τὴν δύναμιν· αὐτῷ δόξα καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.