Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Άφιξη των δημίων, φιλοξενία και μαρτύριο του αγίου Λογγίνου

Η άφιξη των στρατιωτών στην Καππαδοκία, η φιλοξενία τους από τον Λογγίνο, η αποκάλυψη της ταυτότητάς του στους διώκτες του και η εκούσια υποβολή του στο μαρτύριο του αποκεφαλισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Σπουδῇ δὲ πολλῇ τοῖς τῶν φόνων ὑπηρέταις ὁ Πιλᾶτος ἐγχειρίζει τὰ γράμματα τοῦ Καίσαρος. Οἱ δὲ τάχος διαβάντες τὴν τῶν Καππαδοκῶν γῆν φθάνουσιν καί, μαθόντες ἐν ἀγρῷ πατρῴῳ τὸν Λογγῖνον φιλοσοφεῖν καὶ τὴν ἡσυχίαν ἀσκεῖσθαι πάντων τῶν πολιτικῶν πραγμάτων ἑαυτὸν ἀπαλλάξαντα, τὸν ἀγρὸν αὐτίκα καταλαμβάνουσιν ἡσυχῆ, τὸ ἐπίταγμα Πιλάτου καὶ Καίσαρος ἐπιτελέσαι βουλόμενοι, ὥστε μὴ εἰς φυγὴν τὸν Λογγῖνον τραπῆναι. Ὅθεν ἀθρόον ἐπέστησαν τῷ ἀνδρί, ὡς ἐπ᾽ ἄλλῳ τινὶ διαβάντες, καὶ οὐδὲν οὐδενὶ τῶν μετὰ χεῖρας αὐτῶν ἐπιφερομένων ἐθάρρησαν. Εἶτα εἰσελθόντες καὶ τῷ Λογγίνῳ περιτυχόντες, οὐκ εἰδότες αὐτὸν εἶναι τὸν αὐτοῖς τε καὶ Πιλάτῳ ζητούμενον, ἄρχονται ἐρωτᾶν ποῦ ὁ Λογγῖνος εἴη.

Ὁ δέ, τοῦ θείου Πνεύματος αὐτῷ τὸ δρᾶμα προδηλώσαντος· «Ἀκολουθεῖτε», φησίν, «καὶ τοῦτον ὑποδείκνυμι ὑμῖν.» Τότε πρὸς ἑαυτὸν ὁ μακάριος, ὡς εἰκός, εὐφραινόμενος καὶ τοῦ μαρτυρίου τὴν θυσίαν ἐπισπουδάζων ἔλεγεν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.

Νῦν τοὺς οὐρανοὺς ἀνεῳγμένους ὄψομαι, νῦν ἱστορήσω τὴν δόξαν τοῦ Πατρός, νῦν τὴν ἀνέκφραστον ἀστραπὴν θεωρήσω τοῦ Πνεύματος. Νῦν ἐρῶ ‘Κύριε, Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου’, καθάπερ Στέφανος ὁ πρῶτος τῶν μαρτύρων, οὗ λαμπροτάτην φωνὴν ἀφιέντος ἀκήκοα. Νῦν Ἰερουσαλήμ, τὴν ἀνωτάτην χρυσόπυργον, τὴν αὐτὴν μὲν πατρίδα τῶν ἀγγέλων, ὅλου δὲ τοῦ τῶν ἁγίων χοροῦ μητρόπολιν, μετὰ κρότων, ἐπινικίων καὶ βασιλικῶν τροπαίων ἐπιβήσομαι. Νῦν ἀποδύομαι τὸν πήλινον χιτῶνα καὶ τοὺς πολυστενάκτους δεσμοὺς τῆς σαρκὸς ἀποτίθημι καὶ ἀπαλλάττομαι φθορᾶς· πρὸς ἀφθαρσίαν γὰρ ἕλκομαι, ἕξω μοι βίον χειμῶνος ἀπηλλαγμένον ἐξιὼν ἐκ τοῦ προσκαίρου βίου, οὗ πολλὰ τὰ κύματα καὶ χαλεπὰ τὰ ναυάγια. Λιμὴν μόνος ἀθάνατος ἐκείνη ἡ ζωή, ἔνθα κατοικοῦσιν οἱ ἅγιοι. Εὐφραίνου, ψυχή, πρὸς τὸν σὸν ποιητὴν ἀπερχομένη, δεῖξον φαιδρὸν καιροῦ καλοῦντος τὸ πρόσωπον, καὶ τοὺς προξένους σοι τῶν τοσούτων ἀγαθῶν φιλοφρόνως ξενίσωμεν χαίροντες, καὶ πολυτελῆ παραθήσωμεν τράπεζαν τοῖς ἐπὶ τὸ δεῖπνον ἡμᾶς καλοῦσι τὸ βασιλικόν.» Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγῖνος εἰπὼν τοὺς ἐπ᾽ αὐτὸν ἐλθόντας εἰς τὸν ἴδιον οἶκον παρέλαβεν καί, ξενίσας λαμπρῶς καὶ προσώπῳ φαιδρῷ καὶ σφόδρα περιχαρεῖ συμφαγὼν σὺν αὐτοῖς εἰς ἣν παρέθηκεν τράπεζαν, ἐρωτᾶν μετὰ τὸ δεῖπνον ἄρχεται τοῦ Λογγίνου τί χρῄζουσιν.

Οἱ δέ, ὅρκους παρ᾽ αὐτοῦ ἀπαιτήσαντες ὅτιπερ αὐτῶν οὐ δημοσιεύει τὸν λόγον οὐδὲ γυμνοῖ τὸ θαρρηθὲν μυστήριον, τότε τὰ πρὸς Πιλᾶτον γραφέντα ἀπὸ Καίσαρος λέγουσιν καὶ ὅτι τοῦ Λογγίνου μεθ᾽ ἑτέρων δύο τὴν κεφαλὴν ἀπήντησαν τεμεῖν. Ὁ δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα τῷ Λογγίνῳ πυθόμενος, ἔγνω μαθὼν ὡς ἐκεῖνοί γε ἦσαν οἱ τῆς ἰουδαϊκῆς μισθαρνίας τὸν Χριστὸν προτιμήσαντες, καὶ σπουδῇ πολλῇ γράφει πρὸς αὐτοὺς τὸ τάχος ἥκειν πρὸς αὐτὸν ἀγαθῶν μεγάλων αὐτῷ κοινωνήσοντας. Ἡμέραν τε οὕτω μίαν καὶ δευτέραν ξενίσας αὐτοὺς ὁ Λογγῖνος, τῇ τρίτῃ παραλαβὼν εἰς ἀγρόν, ἐκεῖ τοὺς παρ᾽ αὐτοῦ μετασταλέντας ἀνέμενεν. Ἐγγὺς δὲ εἶναι μαθὼν ἀπαγγέλλει αὐτοῖς ὡς αὐτὸς εἴη ὁ Λογγῖνος, ὁ παρ᾽ αὐτῶν ζητούμενος.

Οἱ δὲ πρότερον μὲν ἠπίστουν, μετὰ δὲ τοῦτο πεισθέντες ἐδάκρυον, τίλλοντες τὰς ἑαυτῶν τρίχας καὶ οἰκτρὰς φωνὰς πρὸς τὸν Λογγῖνον φθεγγόμενοι· «Τί σοι τὸ ἐγχείρημα, ὦ φίλε, ἔδοξεν τοῦτο; Ἵνα τί τοὺς ἐπὶ τὸν σὸν ἐλθόντας φόνον εἰς τὸν οἶκόν σου ἔλαβες; Τίνος χάριν τοῖς εἰς σφαγήν σου παραγενομένοις δεῖπνον ἐπετέλεσας καὶ παρέθηκας τράπεζαν, οὐ μίαν μόνον ἡμέραν, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην; Ἆρά σου τὸν οἶνον οὐχ ἑώρας ἐν τῷ αἵματί σου τῷ παρ᾽ ἡμῶν ζητουμένῳ κιρνώμενον;

Νῦν μὲν τί δεῖ εἰπεῖν; Τί δὲ πρᾶξαι ἢ βουλεύσασθαι περὶ σοῦ δυνησόμεθα; Ἄπιθι, μισθὸν τῆς ξενίας λαβὼν τοῦ παρ᾽ ἡμῶν θανάτου τὴν ἄφεσιν· ἡμεῖς γὰρ ἐπιθεῖναί σοι τὸ ξίφος οὐ τολμῶμεν, ναρκῶμεν τοὺς ἅλας, ἐρυθριῶμεν τὴν τράπεζαν, δεδοίκαμεν τὸν θεόν, τὸν τῆς ξενίας ἔφορον. Κρεῖττον ἡμᾶς κινδυνεύειν παρὰ Πιλάτου τὴν Λογγίνου κεφαλὴν μεθοδεύοντας, οὐχὶ δὲ πάντα τὸν βίον ἡμῶν τῷ συνειδότι τήκεσθαι καὶ συνδειπνοῦντας ὁρᾶν τοὺς λεγομένους αἱμοχαρεῖς δαίμονας.

Πῶς γὰρ ἡμῶν ἔσται δεῖπνον ἀγαθὸν ἐάν σοι τὰς χεῖρας ἐπενέγκωμεν; Ναρκῶσιν γὰρ ἡμῶν οὐ μόνον αἱ χεῖρες, ἀλλὰ καὶ οἱ πόδες καὶ ἅπαν ἡμῶν τὸ σῶμα, ἐὰν τοῦτο πράξωμεν, ἐὰν φονευταὶ τοῦ εὐεργέτου καὶ ξενοδόχου γενώμεθα.» Ταῦτα μὲν αὐτοὶ πρὸς τὸν Λογγῖνον ἔλεγον. Οὐ μὴν δὲ ἔπειθον τὸν πρόθυμον καὶ εὔψυχον ἀθλητὴν τὸν ἀγῶνα ὑπὲρ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ παραιτήσασθαι, ἀλλὰ πρὸς αὐτοὺς εὐθαρσῶς ἀποκρίνεται· «Μή με», λέγων, «προδότην τῆς ζωῆς ὀφθῆναι θελήσητε, μηδὲ πειραστὴν ἀποδειχθῆναι τῆς χάριτος. Μηδὲ λύκος τὴν τῶν προβάτων ἐκλογὴν ἀποδυσάμενος γένωμαι· μηδαμῶς ἀρνήσωμαι ὃν ἅπαξ ὡμολόγησα. Μὴ ζημιωθῶ τὴν δόξαν ἐκείνην ἣν εἶδον τὰ στοιχεῖα σαλεύουσαν.

Μή μου κατήγορος ὁ δῆμος τῆς κτίσεως γένηται, ὅτιπερ τοῦτον παρέβην δι᾽ ὃν ὁ οὐρανὸς τὰς οἰκείας ὄψεις ἐκάλυψεν καὶ ἔδυσεν ὁ ἥλιος τὰ τῶν λαμπάδων ἅρματα, τὸ στάδιον αἱ ἡμέραι τοῦ φωτὸς παρῃτήσαντο, ἡ νὺξ πρὸς βίαν εἵλκετο· τοῦ σταυροῦ γὰρ τὸ βάρος οὐχ ὑφίστατο καὶ τῆς ἰουδαϊκῆς θεομαχίας παρῃτεῖτο τὸ ἔγκλημα. Ταῦτα ἐγὼ τοῖς ὀφθαλμοῖς μου καὶ ταῖς οἰκείαις ὄψεσιν ἱστόρησα. Πῶς τοίνυν σκορπίσω τοσούτων μοι ἀγαθῶν πλοῦτον; Οὐδὲ γὰρ ἀγγέλων τὰς μέμψεις ὑποστήσομαι.» Ἔτι δὲ λαλοῦντος ταῦτα τοῦ Λογγίνου, ἡ ξυνωρὶς τῶν σὺν αὐτῷ στρατιωτῶν, ἡ τὴν ἐπὶ θάνατον ψῆφον παρὰ Καίσαρος λαχοῦσα, ἔφθασεν. Φαιδρῷ δὲ αὐτοῖς προσώπῳ καὶ περιχαρεῖ λίαν ὁ Λογγῖνος συνήντησεν καί, τοὺς ὀφθαλμοὺς ἅμα καὶ τὸν τράχηλον αὐτῶν καταφιλήσας, ἔφη πρὸς αὐτούς· «Χαίρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ νικηταὶ τῶν θείων ἀγώνων καὶ κληρονόμοι τῆς βασιλείας οὐρανῶν, χαίρετε ὅτι ἡ πύλη ἡμῖν πρὸς οὐρανὸν ἀνέῳγεν, ἄγγελοι τὰς ἡμετέρας ψυχὰς παραλαμβάνειν καὶ προσφέρειν τῷ μονογενεῖ Υἱῷ τοῦ θεοῦ μέλλουσιν.

Ἰδοὺ τὰς λαμπάδας ὁρῶ καὶ τοὺς στεφάνους κατοπτεύω καὶ τὰ βραβεῖα στοχάζομαι μεθ᾽ ὧν τῷ τοῦ νυμφίου παραστησόμεθα βήματι.» Καὶ ταῦτα εἰπών, ἔφη τοῖς δημίοις· «Εἴ τι οὖν προσετάχθητε, τάχος ποιήσατε.» Καὶ πρὸς τὸν ἡγούμενον τῆς οἰκίας αὐτοῦ ἔφησεν στολὴν καθαρὰν κομίσαι αὐτῷ, ὡς ἐπὶ γάμον καὶ νυμφῶνα καλουμένῳ. Ἐνδυσάμενος δὲ αὐτὴν καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἐν ᾧ τὸ μακάριον αὐτοῦ σῶμα διετάξατο τεθῆναι, οὕτω τε τὸ γόνυ κάμψας χαίρων λίαν, καὶ σχηματίσας ἑαυτὸν μετὰ τῶν σὺν αὐτῷ ἑταίρων τῶν τὸν νικηφόρον ἀγῶνα διανυσάντων, τὴν κεφαλὴν ἐκτέμνεται καὶ χοροῖς ἀποστόλων τε καὶ μαρτύρων ἐγγράφονται· τούτων γὰρ τὴν ἀνδρείαν καὶ ἐκείνων τὸν καλὸν ζῆλον ἐπεδείξαντο.