Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν Ὑπαπαντήν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η ομολογία της προφήτιδος Άννας και η θεία συγκατάβαση

Αναφορά στον βίο και την άσκηση της προφήτιδος Άννας στο ιερό, καθώς και θεολογική ερμηνεία των λόγων της για την κένωση και σάρκωση του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 4

Ἀνεκαλύφθη καὶ τῆς Μαγδαληνῆς Μαρίας ὁ λογισμὸς ἀσθενὴς ὤν· τοῦ Χριστοῦ σταυρωθέντος ἠσθένησεν, ὅτε καὶ αὐτὴ πρὸς αὐτὸν ἔλεγεν· «Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.» Τρεχέτω ἡ γλῶττα τῆς εὐαγγελικῆς ἱστορίας τὰ λείποντα· «Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων.» Λαμπρὸς ὁ τῆς Ἅννης πλοῦτος, πανταχόθεν αὐτῇ ὁ τῶν ἀγαθῶν θησαυρὸς συνάγεται, πρῶτον ὅτι προφῆτις ἦν· σκεῦος γὰρ ἀσθενὲς ὡς γυναικεῖον ἔχουσα ἐκάθαιρεν αὐτό, καὶ τὸ τοῦ θεοῦ Πνεῦμα πρὸς αὐτὴν εἰς κατοικίαν εἵλκυσεν· ἔπειτα ὅτι πρεσβῦτις ὑπῆρχεν καὶ τὸ σῶμα γηράσασα οὐκ ἐγήρα τὸ φρόνημα· τρίτον ὅτι χήρα καὶ οὐχ ἁπλῶς χήρα, ἀλλ᾽ ἔτη μὲν ἑπτὰ τὸν ἀριθμὸν τῷ ἀνδρὶ συμβιώσασα, προβεβηκυῖα δὲ ἡμέραις πολλαῖς καὶ χρόνοις τοσούτοις τὸν ζυγὸν τῆς χηρείας ἕλκουσα, νυμφίῳ δευτέρῳ τὴν κοίτην οὐ προδέδωκεν, ἀνθ᾽ ὅτου ἄρα εἰς ἔτος ὀγδοηκοστὸν τοῦ βίου τὴν ἡλικίαν ἤλαυνεν.

Ἀλλ᾽ ἐπειδὴ πάντως εἶδε τὸν ἐν τῷ ὀγδοηκοστῷ τετάρτῳ ψαλμῷ σαφῶς τῷ Πνεύματι καταγγελθέντα, ἐζήτησεν εἰπεῖν περὶ αὐτοῦ τοιαῦτα οἷα Δαυὶδ προβάλλων ὁ ψαλμῳδὸς ἐμελῴδησεν· «Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν»· ἐν τούτοις γὰρ «τῆς Ἰερουσαλὴμ ἡ λύτρωσις», ἣν ἑξῆς οὕτως ἱστορεῖται καὶ κηρύξαι τὸ γύναιον καὶ προφητεῦσαι· φησὶ γάρ· «ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ.» Πολλοὶ μὲν τὸ ἱερὸν οἰκοῦσιν, ἀλλ᾽ οἰκοῦντες ὑβρίζουσιν, ὅσοι οὐχ οὕτως οἰκοῦσιν καθάπερ ἡ Ἅννα κατοικοῦσα ἐτύγχανεν, «νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν»· ταῖς μὲν γὰρ νηστείαις τὸ σῶμα ἐξεκάθαιρε, ταῖς δεήσεσιν δὲ τῆς ψυχῆς ἀνεπτέρου τὸ φρόνημα καὶ ἱερὸν ἐν ἱερῷ κατοικοῦσα ἐτύγχανεν. «Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα»· πάντως γὰρ καὶ αὐτὴν τὸ Πνεῦμα καθάπερ καὶ τὸν Συμεῶνα εἰς τὴν τοῦ βρέφους δοξολογίαν ἤγαγεν. «Ἀνθωμολογεῖτο τῷ θεῷ»· οὐχ ἁπλῶς ἐδοξολόγει ἀλλ᾽ ἀνθωμολογεῖτο, τοῖς παρὰ τοῦ Συμεὼν εἰρημένοις παραπλήσια ἀναφωνοῦσα. «Καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ.» Τίνα καὶ ποῖα λέγουσα; «

Μὴ πλανᾶσθε τῇ σαρκί, τῇ τοῦ δούλου μορφῇ μὴ προσκόπτετε, μὴ θορυβείτω τὸ βρέφος ὑμᾶς.» Ὁ τὰ βρέφη διαπλάττων φαινόμενος καὶ παιδίον, νήπιον ὁ τῶν χρόνων πατὴρ ὁρώμενος· ἄλλως γὰρ ἰδεῖν τὸν λυτρωτὴν οὐκ ἐχωροῦμεν, ἑτέρως οὐκ ἐδυνάμεθα δέξασθαι. Ἡμῶν ἕνεκεν ἑαυτὸν ἐταπείνωσεν, δι᾽ ἡμᾶς κατέβη· φειδοῖ τῶν ἡμετέρων ὀφθαλμῶν, ἀποκρύπτει τὰ ἔνδοξα, τὰ ταπεινὰ προβάλλεται.