Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν ἁγίαν Θεοτόκον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο Ευαγγελισμός της Θεοτόκου και το μυστήριο της Ενσαρκώσεως

Εγκώμιο της Θεοτόκου, παράθεση του διαλόγου του Ευαγγελισμού και προτροπή για σιωπηλή αποδοχή του μυστηρίου της θείας ενανθρωπήσεως κατά το πρότυπο των Μάγων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 3

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν ἁγίαν Μαριὰμ τὴν θεοτόκον Πᾶσα μὲν μνήμη δικαίων πανεύφημος καὶ πᾶσα πανήγυρις θεοφιλῶν εὐκλεής, πάντες ὑπὲρ τῆς εὐσεβείας ἠρίστευσαν, πάντες τοὺς πόνους ὑπὲρ τῆς ἀληθοῦς ὁμολογίας ὑπεδέξαντο, πάντες διὰ τοὺς τῆς ἀληθείας στεφάνους τοῖς κινδύνοις ἐνεβάκχευσαν, ἡ δὲ παροῦσα νῦν ἡμέρα τῆς ἑορτῆς ὑπερένδοξος· παρθένου γὰρ περιέχει πανήγυριν, ἥτις τοσοῦτον ὑπερέβαλε πάσας ὡς καὶ αὐτὸν τὸν θεὸν Λόγον ἐθελοντὶ ὑποδέξασθαι χωρηθέντα παρ᾽ αὐτῆς ἀστενοχωρήτως. Πρὸς ἣν πρὸ τοῦ παντὸς ὁ τῶν ἀρχαγγέλων Γαβριὴλ ἀνεβόησε πρῶτος· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ» Ἐμμανουήλ. Χαρᾶς εὐθὺς ἀρχὴ πρὸς αὐτὴν τὰ παρὰ τοῦ Γαβριὴλ εὐαγγέλια· ἐπειδὴ γὰρ ἡ πρώτη παρθένος ταῖς τῆς ἀποφάσεως ἐπὶ τῇ παραβάσει περιεκέκλειστο λύπαις, καὶ τὰ τῶν στεναγμῶν ἐξ αὐτῆς ἀνεβλάστανον πλήθη, καὶ πᾶσα γυνὴ δι᾽ αὐτὴν ἐν ὀδύνῃ καὶ τόκος ἅπας δι᾽ αὐτὴν ἐν πικρίᾳ, ἡ δευτέρα παρθένος διὰ τῆς προσηγορίας τὸ τοῦ θήλεος πᾶν θλιβερὸν ἀπώσατο καὶ πᾶσαν λύπης πηγὴν ἐπὶ τοῖς τόκοις ἐνέφραξε καὶ τὸ τῆς ἀθυμίας ἐπὶ τῇ τεκνογονίᾳ τῶν γυναικῶν διεσκέδασε νέφος καὶ τὰ τῆς χαρᾶς τὰς ὁμοφύλους περιήστραψε φῶτα, παρὰ τοῦ Γαβριὴλ ἐπακούσασα· «Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.»

Οὐχ ἡσυχῆ τὸν ἀσπασμὸν ἐδέξατο ἀλλὰ τῆς τοιαύτης φωνῆς ἐπακούσασα, καὶ τὸν ἀρχάγγελον θεωρήσασα κατὰ τὴν οἰκίαν παρὰ πρόθεσιν, καὶ τῆς περὶ τὸν τόκον τοὺς λογισμοὺς συγκλονηθεῖσα φωνῆς, τοιαύτας τινὰς πρὸς τὸν ἀρχάγγελον ὡς εἰκὸς προὐβάλλετο ῥήσεις· «Ὅλα, λέγουσα, παράδοξα καὶ ξένα ὁρῶ σήμερον ἐπὶ σοῦ», καὶ τό· «Πῶς ἐτόλμησας μὴ μεμνηστευμένῃ αὐθάδως ἐπιβῆναι παρθένῳ καὶ τῶν ἀπίστων σου ῥημάτων τὸ κήρυγμα φάναι; Λέγεις γάρ με τίκτειν ἄνευ σπόρου παιδίον. Ἄνευ γάμου ἔφης συλλαβεῖν, ἄνευ συντυχίας καὶ ὁμιλίας ἀνδρὸς καρπογονῆσαι τὸ τῆς μήτρας χωρίον. Τίς εἶδε, τίς ἤκουσεν ἐξ ἀρχαιογονίας τὸ πρότερον ἄρουραν ἀγεώργητον ἐξανθήσασαν ἄσταχυν, ἢ γῆν ἀφύτευτον βότρυν βλαστήσασαν, οἶνον ἄνευ ἀμπέλου, ἢ ποταμὸν ἄνευ πηγῆς προϊόντα; Ὅπερ οὐδεὶς πρώτων αἰώνων ἢ τοῖς ὠσὶν ἤκουσεν, ἢ κατώπτευσε τοῖς ὀφθαλμοῖς γεγονός. Πῶς πιστεύσω σοι πρὸς ἐμὲ κωμῳδοῦντι;»

Τί οὖν ὁ Γαβριὴλ πρὸς αὐτὴν δυσπιστοῦσαν; — «Ὅπερ ἔμαθον εἶπον, ὅπερ ἤκουσα λέγω· “Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ”, ὥσπερ ὑπάρχων πρὸς οὗ, ὡς πρὸς ὃν πάσης κτίσεως, ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὡς τῶν αἰώνων πατήρ, ὡς τοῦ κόσμου γεννήτωρ, ὡς τοῦ παντὸς ποιητής, ὡς τῶν οὐρανῶν ἀρχαιότερος, ὡς τῶν ἀγγέλων δημιουργός, ὡς τῆς ἀνθρωπότητος πλάστης, ὡς “τῶν ἀπολλυμένων σωτήρ”. Οὐδὲν πλέον τούτων ἀπαγγέλλειν ἰσχύω· οὐ γὰρ τὸ πῶς λέγειν προσετάχθην, παρθένε, ἀλλὰ τοῦ εὐαγγελισμοῦ πρὸς σὲ διακονῆσαι τὰ πράγματα. Θαύμαζε οὖν σὺν ἐμοὶ τὸ μυστήριον καὶ ἀνενδοιάστως δέχου τὰ εὐαγγέλια.» Ἡ δέ φησιν· «Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Τοῖς ἀρχαγγελικοῖς τοίνυν καὶ ἡμεῖς μαθητεύσωμεν λόγοις τοῦ Γαβριὴλ περὶ τῆς δεσποτικῆς γεννήσεως, ταῖς ἐκείνου τρίβοις κατόπιν ὁδεύσωμεν, ὡς ἐκεῖνος ἐκθειάζωμεν ἀπεριέργως τοῦ τόκου τὴν δύναμιν.

Παρὰ τῶν Μάγων εὐσεβεῖν διδαχθῶμεν, μᾶλλον δὲ παιδευθῶμεν, οἵτινες ζητοῦντες τὸ βρέφος, ποδηγοῦντος ἀστέρος, οὐκ εἶπαν πρὸς τοὺς ἐρωτωμένους· «Πῶς ἡ σύλληψις θεία, πῶς ἄσπορος ἡ νηδύς, πῶς ἄφθορος ὁ τόκος, πῶς μετὰ τὸν τόκον ἐν παρθένοις ἡ μήτηρ, πῶς ὑπὸ ἐνιαυτοὺς ὁ προών, πῶς ἐν χρόνοις ὁ πρὸ τῶν αἰώνων, πῶς ἡ τῆς μήτρας τὸν ἀχώρητον ἐχώρησε φύσις, πῶς γέγονε σὰρξ μὴ τραπεὶς ὁ ἀσώματος, πῶς ὁ θεὸς Λόγος ἐν τῇ παρθενικῇ κενώσας ἑαυτὸν νηδύϊ πανεύφημος πρὸς δούλου μορφὴν ἀρρήτως ἐξ αὐτῆς ἐσαρκώθη, πῶς ὁ τέλειος βρέφος, πῶς ὁ τρέφων θηλάζει, πῶς ὁ πάντα περιέπων ἀγκάλαις περιέχεται, πῶς “ὁ τοῦ μέλλοντος αἰῶνος πατὴρ” νήπιον, πῶς ὁ ἄνω καὶ κάτω, πῶς ὁ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, πῶς ἐν σπαργάνοις ὁ τῶν χερουβικῶν ἁρμάτων ἡνίοχος, πῶς “ὁ ἐν κόλποις τοῦ Πατρὸς” ἐν φάτνῃ, πῶς ἐν σπαργάνοις “ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ” καὶ τὰ ἄλλα πάντα ἅπερ καὶ λαλεῖν φρικτόν;» Ἀλλὰ μετὰ δώρων σιγῇ καταλαβόντες τὸ σπήλαιον, μετὰ τὴν ἐρώτησιν τῷ βασιλεῖ καὶ θεῷ πρεπῶδες προσκομίσαντες σέβας, πρὸς τὴν ἐνεγκαμένην μετὰ χαρᾶς ἦσαν φιλυπόστροφοι, ἀπαρχὴ θεογνωσίας ἀναδειχθέντες τοῖς ἔθνεσιν.