Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Εσχατολογική κρίση, ηθική παραίνεση και δοξολογία

Μετάβαση στη γενική ανάσταση και την έλευση του Κριτή, πλαισιωμένη από προτροπές για μετάνοια και αποφυγή της αμαρτίας, καταλήγοντας στην ακροτελεύτια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 5

Τί τὸν λόγον περὶ τὴν τῶν Ἰουδαίων ἀσχολῶ πονηρίαν, τῆς ἐγέρσεως Λαζάρου πρὸς τὴν τῆς ἀναστάσεως μνήμην με παραπεμπούσης; Ὅταν τινάσσωνται τάφοι τοὺς νεκροὺς ἀπαιτούμενοι, ταράττεται γῆ σειομένη τῷ φόβῳ, σαλπίγγων ἐξ οὐρανοῦ τοῖς ἀνθρώποις ἀλαλάζουσι κτύποι· «Σαλπίσει γάρ», φησίν, «καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.» Ἀστράπτων ἐκεῖθεν ἐξ οὐρανοῦ ὁ κριτὴς καταβαίνει, τὰ τῶν ἀγγέλων τοῦ κριτοῦ προτρέχει στρατόπεδα τῷ τῶν γινομένων ταραττόμενα φόβῳ· «αἱ δυνάμεις γάρ», φησίν, «τῶν οὐρανῶν σαλευθήσονται»· ἀπάντησις δικαίων ἐν νεφέλαις μετάρσιος, θρῆνος δαιμόνων συρομένων εἰς κρίσιν, πενθήρης διάβολος προσαγόμενος δέσμιος, ἑλκόμενοι τύραννοι πρὸς φοβερὸν λογοθέσιον, πλουτούντων ἁρπαγαὶ κολαζόμεναι, πενήτων ὑπομοναὶ στεφανούμεναι, ἐξομολογούμεναι συμμορίαι βασιλέων, ἱερέων ἐρευνώμενοι βίοι, τάγματα παρθένων τιμώμενα, πομπευόμεναι κεκρυμμέναι πορνεῖαι, σωφρόνων τιμωμένη σεμνότης, ἀκολασία κολαζομένη μοιχῶν, χρηστότης μακροθύμων στεφανουμένη, καταλάλων ἔλεγχος ἀφανής, μετανοησάντων γνησίως μακαριζόμενοι δῆμοι, ὑποκριτῶν εἰρωνεία μαστιζομένη.

Οὐκ ἐμὸς ὁ λόγος, ἠκούσατε πάντες πᾶσι κεκραγότος τοῦ Παύλου· «Πάντες παραστησόμεθα τῷ βήματι» «τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὰ εἴτε κακά». Τῇ τούτων τοίνυν πάντες ῥυθμιζόμενοι μνήμῃ, μάρανον τὴν ἡδονήν, ὁ φιλήδονος· ὕλη γάρ ἐστι τοῦ τῆς γεέννης πυρός. Κόλασον, ὁ τρυφητής, τὴν γαστέρα· καύσιμον γὰρ γαστριμαργία φορτίον, καὶ τοῦτο μεμφόμενος ὁ προφήτης Σοδομίταις ἐβόα· «Πλήν», φησίν, «τοῦτο ἀνόμημα Σοδόμων ὅτι εὐθηνίᾳ καὶ πλησμονῇ ἄρτων ἐσπατάλων.» Μίσησον πλεονεξίαν, ὁ πλούσιος, ὡς καλάμην τῆς ἀσβέστου φλογώσεως. Νευρώθητι πρὸς καρτερίαν, ὁ πένης· ὑπομονὴ γὰρ εὐσεβὴς γεέννης κατάψυξις.

Μετάμαθε τὴν ἀσέβειαν, ὁ Ἕλλην· μόνῳ γὰρ πυρὶ χρησιμεύουσιν ἄκανθαι. Ἀνάζησον ἐξ αἱρετικῶν δογμάτων ὡς ἐκ τάφων, αἱρετικέ, πρὶν ἐλθεῖν τὴν τοῖς νεκροῖς βοῶσαν ἐκείνην φωνήν· «Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ», Χριστὸς ὁ θεὸς ἡμῶν, «ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς». Αὐτὸν δοξάσωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.