Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η αναδημιουργία του σώματος και η έγερση του Λαζάρου

Περιγραφή των θαυμάτων επί των νεκρών, η φυσική ανασύνθεση του σώματος του Λαζάρου και η άμεση έξοδός του από τον τάφο κατόπιν του δεσποτικού προστάγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Καὶ τί δεῖ λέγειν τὴν ἀφύτευτον ἐν γάμοις οἰνοποσίαν, τοὺς ἐκ μνημάτων ἐξαλλομένους νεκρούς; «Νεανίσκε», γάρ, φησίν, «σοὶ λέγω, ἐγέρθητι»· καὶ γοργὸς ἦν ἀκροατὴς τῆς φωνῆς ὡς πλασάμενος νεκρὸν καὶ οὐκ ἀληθῶς τεθνηκώς. Ἔλυσε καὶ τὸν Λάζαρον ὁ τάφος, ἀλλ᾽ οὕτω καλούμενος ἔσπευσεν ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην ἡμέραν κατασαπεὶς ἐν τῷ μνήματι, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τοῦ σώματος διασπασθεὶς ἁρμονίαν καὶ τῆς φθορᾶς μάρτυρα τοῦ τάφου κεκτημένος τὸ δυσῶδες. Ἀλλ᾽ ἡ τῆς ζωῆς εὐοσμία τὴν τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν καὶ γέγονε τῷ κειμένῳ μήτρα τὸ μνῆμα καί, καθάπερ ἐν γαστρὶ σπαρεὶς οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλατο Λάζαρος ὁ παλαιὸς καὶ νέος ἄνθρωπος.

Ὢ καινῆς θαυματοποιίας. Ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐκυοφόρησε τάφος, τοῖς ἐνταφίοις ὥσπερ τι βρέφος ἐνειλημμένον σπαργάνοις· ἡ γὰρ τοῦ δεσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν· «Λάζαρε», φησίν, «δεῦρο ἔξω.» Καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρχετο, συνδραμόντων ἀλλήλοις τῶν μελῶν ἐν τῷ τάφῳ· πρὸς τὴν οἰκείαν ὁ ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν ἰδίαν ἡ ῥὶς κατελάμβανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπίζετο συζυγία, ἄρθρων ἁρμονίαι συνήγοντο, δακτύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάττετο, ὑμένες ὑφαίνοντο, εὐθετίζοντο τρίχες.

Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατεσκεύαζον τὸν δρόμον. Ὥσπερ ἐκ συνθέματος ἵππος, οὕτως ἐκ τῆς τοῦ δεσπότου φωνῆς νυσσόμενος ὁ νεκρὸς ἀνεπήδα ὁμοῦ καὶ κληθεὶς καὶ πλασθεὶς καὶ φανεὶς ἐκ τοῦ μνήματος. «Λάζαρε, δεῦρο ἔξω.» Πρὶν εἰπεῖν «ἀνάστηθι», προστάττει τὴν ἔξοδον. Κείμενον ἔτι κατεπείγει πρὸς δρόμον. Ἀνάστησον πρῶτον, δέσποτα, εἶθ᾽ οὕτως ἀναστάντι τὸ τρέχειν ἐπίταξον. Τί πρὸ τῆς ἀναστάσεως ἔξοδον τῷ κειμένῳ κηρύττεις; — «Ναὶ κειμένῳ», φησίν, «ἐπιτάττω τὸν δρόμον, ἵνα μὴ πρὸς δύο τὸν νεκρὸν ἀσχολήσας χρονοτριβήσω τὴν ἔξοδον.

Λέγω πρὸς αὐτόν· ‘Δεῦρο ἔξω’, ἵν᾽ ὀξύτερον δράμῃ, ἐγέρσεως καὶ δρόμου μίαν λαβὼν προθεσμίαν.» Εὐθέως δὲ ἐντεῦθεν ὑπόπτερος Λάζαρος ἐξεπήδα τοῦ μνήματος, ὡς φύλαξ μᾶλλον ἢ νεκρὸς τῷ τάφῳ παρακαθήμενος.