Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο θρήνος του Άδη και τα νεκρικά σάβανα ως αποδείξεις

Η προσωποποίηση του Άδη που εκφράζει απόγνωση για την ανάσταση του τετραήμερου Λαζάρου, και η σημασία των σάβανων ως απόδειξη έναντι της απιστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Ὁ ᾅδης δὲ κάτω τὸν νεκρὸν ὡς ἔοικεν ἀποδιδοὺς ἐβόα· «Τίς οὗτος ὁ φωνῇ τοὺς νεκροὺς ἐκ τῶν τάφων ὡς ὑπνοῦντας ἐγείρων; Τίς οὗτος ὁ νόμους τεθνεώτων παλαιοὺς παραλύων; Τίς οὗτος ὁ κατεξανίστασθαί μου τοὺς νεκροὺς ἐρεθίζων; Τίς οὗτος ὁ κήρυγμα προθεὶς τοῖς νεκροῖς ἐπανόδου; Τίς οὗτος ὁ πρὸς ζωὴν ἀνατρέχειν τοὺς ταφέντας ἐθίζων; Τίς οὗτος ὁ τοὺς ἐμοὺς δεσμώτας οὕτως εὐχερῶς ἀπολύων; Τίς οὗτος ὁ τοὺς νεκρούς μου ἅπαντας ἀποσπῶν εἰς χορείαν; Οἴχεταί μου τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος, ὡς ὁρῶ, τὸ σκῆπτρον. Σαθρόν μου τὸ τοῦ θανάτου δεσμωτήριον. Ἀπῆλθεν Ἠλίας νεκρόν μου πρὸς χάριν γυναικὸς ἀφελόμενος. Μετὰ Ἠλίαν ἐπελθὼν Ἐλισαῖος ἅρπαξ μοι νεκρῶν κατεσκευάσθη διπλοῦς. Νῦν πικρότερος οὗτος ὑπὲρ τῶν νεκρῶν μοι βοηθὸς ἐπεστράτευσεν, καλῶν ὡς ζῶντας τοὺς σεσηπότας νεκρούς, καὶ κινδυνεύω λοιπὸν μηδὲ σαπέντων ἐξουσιάζων νεκρῶν· σεσύλημαι γὰρ νεκρὸν ὃν ἀνήλωσα. Θριαμβεύει με τετραήμερον σῶμα, μετὰ τῆς ἐνταφίου τοῖς ζῶσι συγχορεῦον ἐσθῆτος.

Πατηθήσομαι λοιπόν, μετὰ σπαργάνων παρ᾽ ἐμοῦ νεκροῦ δραπετεύσαντος. Τίς γάρ με τοῦ λοιποῦ δειλιάσει τὸν παρὰ σαπέντος νεκροῦ νενικημένον καὶ ὡς παρακαταθηκῶν τινων φύλακα τῶν νεκρῶν γεγονότα;» Παρακαταθήκη γάρ τις τοῦ μνήματος Λάζαρος ὥσπερ χρυσὸς μεθ᾽ ὧν παρετέθη σφραγίδων ἀποδιδόμενος· δεδεμένος κειρίαις παρετέθη τῷ μνήματι, μετὰ τῶν αὐτῶν αὖθις δεσμῶν τῷ βίῳ ἀπεδίδοτο. Ἄπιστος γὰρ ὢν τῶν Ἰουδαίων ὁ δῆμος καὶ πρὸς τὴν τῶν θαυμάτων μεγαλουργίαν ἀμφίβολος, εἶπον ἂν ἐπὶ Λαζάρῳ καὶ νῦν ὡς ἐπὶ τῷ τυφλῷ θεραπευθέντι ποτέ· «Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος.» Ὥσπερ οὖν παρακαταθήκην ἀποδοῦναί τις μέλλων καὶ τὴν τοῦ παραθεμένου προορῶν ὑποψίαν τὰς τῆς παρακαταθήκης διαφυλάττει σφραγῖδας, ἵνα ἡ τῶν σφραγίδων ὄψις τὸν παραθέμενον πείσῃ, οὕτω καὶ ὁ δεσπότης Χριστὸς τὸν Λάζαρον ἀποδιδοὺς τοῖς Ἰουδαίοις, τὴν τετραήμερον ἐν νεκροῖς παρακαταθήκην, τὰ τῶν σπαργάνων ὥσπερ τινῶν σφραγίδων αὐτῷ συνεξάγει σημεῖα, ἵνα λύοντες ἴδωσιν ὡς οὐκ ἄλλος ἁπλῶς ἀλλ᾽ αὐτὸς ἦν ὃν κατέθαψαν.