Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η ιουδαϊκή απιστία και ο ρητορικός έλεγχος του φθόνου

Στηλίτευση της απόφασης των Ιουδαίων να θανατώσουν τον αναστηθέντα, με έμφαση στην τύφλωση που προκαλεί το πάθος του φθόνου απέναντι στην ιαματική δύναμη του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ ἡ τῆς ἀπιστίας ἔμεινεν ἀδιόρθωτος πήρωσις· γνωρίσαντες γὰρ τὸν νεκρὸν ἐφθόνουν τῷ θαύματι καὶ τυφλὰς διενοοῦντο βουλάς· «Ἐβουλεύσαντο» γάρ, φησίν, «ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Ὢ τοῦ πονηροῦ βουλεύματος. Ἀληθές, ὦ ἱερεῖς, τὸ συμβὰν ἢ ψευδές; Εἰ μὲν γὰρ ἀληθές, μάτην βουλεύεσθε σφάττειν τὸν πάλιν ἀναστῆναι δυνάμενον. Εἰ δὲ πλάσμα τὸ θαῦμα, περιεργάζεσθε τὸ τοῦ θαύματος ὕψος. Εἰ φήμη τὸ συμβάν, ζήτω μᾶλλον ὁ ψευδῶς φημισθεὶς ἐγηγέρθαι, ἵνα πάντες προσιόντες παρὰ ζῶντος μανθάνωσιν ὡς ἐκ νεκρῶν οὐκ ἐγήγερται. Ἐὰν δὲ σφάξητε τοῦτον, βοηθεῖτε τῇ φήμῃ τὸν τῆς φήμης ἀπολέσαντες ἔλεγχον, ὡς εἶναι τὸ βούλευμα διπλοῦν κατ᾽ ἀμφότερα.

Ὢ τοῦ πολυστενάκτου νοσήματος. Ἡ θεραπεία τῶν φθονουμένων τραυματισμὸς τῶν φθονούντων, ὁ εὐεργέτης ὡς ὁ βλάπτων ἐπίφθονος, ὁ σῴζων ὡς ὁ φονεύων ἐχθρός. Χαίρειν ἐχρῆν οὐκ ἀλγεῖν ἐγειρομένων νεκρῶν. Ἀνέστη νεκρός· πρόφασιν ἐκτήσω χαρᾶς, εὑρὼν ἰατρὸν ἔμπλαστρον ἐπιτιθέντα νεκροῖς.

Ἑτοίμην ἔχεις, ἄνθρωπε, τῶν λυπούντων τὴν λύσιν. Ἄρρωστος ὑπάρχει σοι παῖς; Τὸν ἐγείραντα τὸν νεκρὸν κατὰ τῆς νόσου κάλει. Δαίμων ἐνοχλεῖ τῇ παιδί; Πάρεστί σοι τοῦ πάθους τὸ φάρμακον. Ψυχορραγῶν παρὰ σοί τις οἰκέτης; Ἔχεις ἐγγὺς τὸν τοῦ θανάτου τοὺς νεκροὺς ἀποσπῶντα. Πόσα ἀνέδωκας δῶρα, ζητῶν εὑρεῖν ἐν λυπηροῖς βοηθόν; Ἀμισθὶ τοῦτον εὗρες καὶ τὸ βλέμμα πρὸς τὴν εὕρεσιν κλείεις. Οὐκοῦν ἐπειδὴ σὺ φιλοζήμιος, ἄφες τοῖς βουλομένοις τὸ κέρδος, συγχώρησον τὸν Λάζαρον ζῆν, μὴ γένῃ τοῦ θανάτου τοῖς ἀνθρώποις πικρότερος οὓς ἐκεῖνος ἀπέλυσε πρὸς αὐτὸν ἀπελαύνων, μὴ ποιήσῃς τό σοι συζῆν ἀνελπιστότερον τάφου. Ἔσχεν ἐλπίδα ζωῆς ὁ νεκρὸς ἐν τῷ τάφῳ καὶ οὐδὲ τὰ σπάργανα ζημιωθεὶς ἀνεβίω· σοὶ δὲ συζῶν ἣν ἔσχε δωρεὰν ἐν τῷ τάφῳ κινδυνεύει ἀπολέσαι.