Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η μετακομιδή της κεφαλής του αγίου και τα θαύματα στη χήρα Χρηστή

Η εύρεση και μετακομιδή της κεφαλής του αγίου από την ασθενούσα Χρηστή, η θαυμαστή θεραπεία της, η ουράνια κλήση του υιού της και η ειρηνική τελευτή της ιδίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 5

Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύματος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν. Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ· ἀκούσασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι. Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ. 〈Καὶ〉 λεγούσῃ «Τίς ἥκει ὧδε;» εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος· «Θέλεις ἰαθῆναι;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, αὐτὸ εὔχομαι.» Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος· «Πορεύθητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ· ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν· ἀλλὰ τοῦτο ποίησον καὶ ἰαθήσῃ ἐπ᾽ ὀνόματι Ἰησοῦ Χριστοῦ. Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι.» Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμένη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα· «Κύριε, ὁ ἐν τῷ τόπῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι.» Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα· «Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι.»

Ἡ δὲ ἀκούσασα τῆς φωνῆς ταύτης ἐπορεύετο ἐν χαρᾷ ὅλην τὴν ὁδὸν αὐτῆς· ἐλθοῦσα δὲ εἰς Ἰερουσαλήμ, ἐμάνθανεν παρὰ τῶν τῆς πόλεως τὴν οἰκίαν τοῦ ἐπάρχου, τοῦ ἐκζητῆσαι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου. Καὶ ἔδωκεν αὐτὴν ὁ ἔπαρχος τιμῆς ἀργυρίου τὸν ἀριθμὸν διακοσίων δηναρίων. Καὶ λαβοῦσα αὐτήν, ἡ γυνὴ ἦν εὐχομένη καὶ δοξάζουσα τὸν θεὸν τοῦ τελείως καταξιωθῆναι τῆς χάριτος τοῦ θεοῦ.

Λαβοῦσα δὲ τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, ἡτοιμάζετο τοῦ ἐξελθεῖν τῇ ἑσπέρᾳ. Καὶ ἰδοὺ ἐφάνησαν αὐτῇ τρεῖς ἄγγελοι, ὧν τὴν δόξαν βλέπειν οὐκ ἠδύνατο, καὶ ἐν ταῖς χερσὶν αὐτῶν κηροὶ λευκοί, καὶ προπορευόμενοι ὕμνουν τὸν θεὸν δι᾽ ὅλης τῆς νυκτός. Ἡνίκα δὲ ἀνέβαινεν ὁ ὄρθρος, ἀνεπαύοντο εἰς ὃν ἔφθασαν τόπον τοῦ μεταλαβεῖν τροφῆς. Διὰ δὲ τριῶν ἡμερῶν ἤνεγκεν τὴν κεφαλὴν τοῦ τιμίου Λογγίνου ἐν τῇ κώμῃ αὐτοῦ, ἀποδημήσασα μετὰ τοῦ υἱοῦ αὐτῆς Χρηστίονος, καὶ ἀπῄει εἰς τὸν τόπον οὗ κατέκειτο, ὥρας οὔσης ἕκτης τῆς νυκτός. Ἔφθασαν οὖν εἰς ὃν οἰκοδόμησαν οἶκον οἱ φιλόχριστοι ἄξιον τοῦ μάρτυρος, καὶ εὐθέως ἡ θύρα αὐτομάτως ἠνοίγη αὐτοῖς, καὶ τὸ μνημεῖον εἶδον μὲν ἀνεῳγμένον, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι κυκλόθεν. Εἰσελθὼν δὲ ὁ νεανίσκος ἐν τῷ μνημείῳ σὺν μύροις καὶ ἀρώμασιν παρέθηκεν τῷ σώματι τὴν κεφαλήν, καὶ συμβιωθεῖσα γέγονεν καθὼς πρὸ τοῦ ἀποτμηθῆναι. Ἐξελθόντος δὲ αὐτοῦ ἀπὸ τοῦ μνημείου, παραχρῆμα ἠσφαλίσθη ὁ τόπος αὐτομάτως. Αὐτοὶ δὲ ὑπέστρεψαν εἰς τὴν οἰκίαν, χαίροντες καὶ δοξάζοντες τὸν θεόν.

Ἐν δὲ τῇ δευτέρᾳ νυκτί, ἐφάνη τῇ Χρηστῇ ὁ ἅγιος Λογγῖνος, λέγων· «Ἀναπέπαυμαι νῦν, ὅτι παρέσχες μοι τὴν κεφαλήν, καὶ σὺ ἰαθήσῃ ἀπὸ τῆς ἡμέρας ταύτης. Ἐρωτῶ δὲ τοῦτο· τὸν υἱόν σου στρατεύσω ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, ἢ ἐν τῇ ἐπιγείῳ;» Ἡ δὲ μετὰ φόβου ἀποκριθεῖσα εἶπεν· «Δέομαί σου, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ αὐτὸν στράτευσον.» Ἀκούσας δὲ ταῦτα, ἀπέστη ἀπ᾽ αὐτῆς. Ἐν δὲ τῇ ἐπιούσῃ ἡμέρᾳ, ὁ νεανίσκος ἐπορεύθη ἐν τῷ ἀμπελῶνι πρὸς ἐπιμέλειαν τῆς ἀμπέλου. Ἐργαζομένου δὲ αὐτοῦ μέχρις ὥρας πέμπτης, ἐφάνη αὐτῷ ὁ ἅγιος Λογγῖνος καὶ εἶπεν· «Νεανίσκε Χρηστίων, θέλεις στρατεύσασθαι κατὰ τὸ ὄνομά σου εἰς Χριστόν;» Ὁ δὲ ἀναβλέψας εἶδεν αὐτὸν ὡς ἀστραπὴν καὶ εἶπεν αὐτῷ· «Τίς εἶ, κύριε, ὁ στρατεῦσαί με βουλόμενος;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι Λογγῖνος, ὁ διὰ τῆς μητρός σου δωρηθεὶς τὴν κεφαλήν, ἀλλ᾽ ὥσπερ αὐτὴ ἐκόμισέν μου τὴν κεφαλήν, οὕτως κἀγὼ βούλομαί σε τῷ θεῷ προσκομίσαι.» Καὶ ὁ Χρηστίων εἶπεν πρὸς αὐτόν· «Εἰ ταῦτα οὕτως ἔχει, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ παραχρῆμα ἀπέδωκεν τὸ πνεῦμα ὁ νεανίσκος.

Ἡ δὲ τούτου μήτηρ, κατὰ τὴν συνειθισμένην ὥραν ταῖς διελθούσαις ἡμέραις λαβοῦσα τὴν τοῦ ἀρίστου τροφήν, ἐπορεύετο πρὸς τὸν υἱὸν αὐτῆς ἐν τῷ ἀμπελῶνι· καὶ ἐλθοῦσα εὗρεν αὐτὸν τετελευτηκότα. Θεασαμένη δὲ τοῦτο, ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν· ὀλιγοψυχήσασα δὲ καὶ τὸν χιτῶνα διαρρήξασα, ἔκειτο ὡσεὶ νεκρά. Καὶ ἐλθὼν ὁ ἄγγελος ἐνίσχυσεν αὐτήν· εἶπεν δὲ αὐτῇ· «Τί κλαίεις;» Ἡ δὲ εἶπεν· «Ἀπώλετο ὁ υἱός μου, ὁ μονογενὴς ὑπάρχων μοι, ἐτρυγήθη ὁ καρπὸς τῆς κοιλίας μου ἄωρος.» Εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος· «Μὴ πλανῶ, γυνή, μηδὲ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γὰρ οὐκ ἐτρυγήθη, οὐδὲ ἀπώλετο, ἀλλ᾽ ἔστιν ἐν τοῖς κόλποις Ἰησοῦ Χριστοῦ. Πορεύθητι οὖν ἐν τῇ κώμῃ, καὶ κάλεσον ἄνδρας εὐλαβεῖς, καὶ ἐλθόντες βαστάσουσιν τὸ σῶμα τοῦ υἱοῦ σου· καὶ θάψωσιν αὐτὸν ἐν τῷ μνήματι ἐν ᾧ κατάκειται ὁ πιστότατος Λογγῖνος, καὶ μετὰ τρεῖς ἡμέρας τὸν υἱόν σου ἐν τῇ στρατιᾷ τῇ ἐπουρανίᾳ βλέπεις.» Ταῦτα δὲ εἰπὼν ὁ ἄγγελος ἀφανὴς ἐγένετο· αὐτὴ δὲ ἀναστᾶσα ἀπήρχετο ἐν τῇ κώμῃ, εὐθέως δὲ ἦλθεν ὁ ἄγγελος παραμυθούμενος αὐτήν· καὶ ἐμάνθανον τί ἐστιν τὸ συμβάν. Ἡ δὲ ἀνήγγειλεν αὐτοῖς πάντα, οἱ δὲ ἀκούσαντες ἐπορεύθησαν πρὸς τὸν ἐπίσκοπον Τυάνων καὶ ἀνήγγειλαν αὐτῷ τὰ γεγονότα. Εὐθέως δὲ ὁ ἐπίσκοπος Παφνούτιος, παραλαβὼν εὐσεβεῖς ἄνδρας, ἦλθεν ἐν ᾧ ἦν τόπῳ ὁ νεανίσκος τετελευτηκώς, καὶ ἐπέτρεψεν κληθῆναι τὴν μητέρα αὐτοῦ.

Ἐλθούσης δὲ αὐτῆς, εἶπεν πρὸς αὐτὴν ὁ ἐπίσκοπος· «Μὴ κλαῖε ἐπὶ τούτῳ· αὐτὸς γάρ, τὴν οὐράνιον βασιλείαν κεκτημένος, πολὺ πρεσβεύει ὑπὲρ ἡμῶν. Ἀγαλλιασώμεθα οὖν μᾶλλον καὶ μὴ ὦμεν σκυθρωποί.» Ταῦτα δὲ εἰπών, προσέταξεν ἀρθῆναι τὸ σῶμα τοῦ νεανίσκου καὶ ἀποτεθῆναι σὺν τῷ ἁγίῳ Λογγίνῳ, καὶ προσεκόμισαν τῷ ἐπουρανίῳ θεῷ θυσίαν δεκτήν. Ἡ δὲ εὐσεβὴς γυνὴ ἐγένετο διάκονος καὶ λειτουργὸς τῆς ἐνδόξου πίστεως· προσκομίσας δὲ καὶ πολλὰ παραινέσας, ἀπῄει ἐν τῇ πόλει ὁ ἐπίσκοπος.

Ὀψίας δὲ γενομένης καὶ τῆς νυκτὸς ἐπελθούσης, ὥρας οὔσης τετάρτης τῆς νυκτός, ἐφάνη αὐτῇ ὁ ἅγιος Λογγῖνος λέγων· «Ἵνα τί βλασφημεῖς με;» Ἡ δέ, φοβηθεῖσα καὶ ἔντρομος γενομένη, εἶπεν· «Τίς εἶ, κύριε;» Ὁ δὲ εἶπεν· «Ἐγώ εἰμι Λογγῖνος ὁ τὸν υἱόν σου στρατεύσας.» Ἡ δὲ Χρηστὴ ἀναπολήσασα περὶ τοῦ υἱοῦ αὐτῆς, βοῶσα ἔλεγεν· «Κύριε, εἰ ἐστράτευσας, οὐκ ἂν ἀπέκτεινας αὐτόν.» Ὁ δὲ πιστότατος Λογγῖνος εἶπεν πρὸς αὐτήν· «Ἴδε καὶ νῦν βλασφημίας λαλεῖς. Ἀλλ᾽ ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς οἰκίας σου, καὶ ὄψει τὸν υἱόν σου ὅτι ἐστράτευται.» Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτῆς, ἐξέβαλεν αὐτὴν ἔξω καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ φῶς μέγα ἐν τῇ νυκτί· ἀναβλέψασα δέ, εἶδεν ὡς ἐν ἐκστάσει τὸν οὐράνιον βασιλέα καὶ τὸν υἱὸν αὐτῆς προπορευόμενον. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν αὐτῇ· «Κἂν νῦν ἑώρακας τὸν υἱόν σου, ὅτι ἐστράτευται, πεπίστευκας νῦν;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, ἀρκετόν μοι ἃ δὴ ἐλάλησα κατὰ σοῦ, δέσποτα.» Καὶ εὐθέως ἀφανὴς ἐγένετο.

Αὐτὴ δὲ ἦν σχολάζουσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ ἁγίῳ οἴκῳ, προσευχαῖς καὶ ὕμνοις καὶ ἐλεημοσύναις διατελοῦσα, ὁμοίως δὲ καὶ ἰάσεις ποιοῦσα 〈διὰ〉 ἐπικλήσεως τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου μάρτυρος, δοξάζουσα τὸν θεὸν ἐν ταῖς ἡμέραις αὐτῆς ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς τοῖς συμβεβηκόσιν αὐτῇ. Ἐτελεύτησεν δὲ ἐν ταῖς ἡμέραις Παφνουτίου ἐπισκόπου· καὶ κατέθεντο αὐτὴν πλησίον τοῦ ἁγίου Λογγίνου ἐν τῷ αὐτῷ οἴκῳ 〈.....〉 τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.