Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η Βάπτιση του Κυρίου, ο έλεγχος του Ηρώδη και η φυλάκιση του Ιωάννη

Ο διάλογος του Χριστού με τον Πρόδρομο κατά τη Βάπτιση, η εκπλήρωση της θείας οικονομίας, ο θαρραλέος έλεγχος του παράνομου γάμου του Ηρώδη και η επακόλουθη φυλάκιση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 6

Οὗτος ὁ λαὸς σωρηδὸν ἐπὶ τὴν πηγὴν τοῦ βαπτίσματος ἔσπευδεν καὶ μετ᾽ αὐτοὺς ὁ λυτρωτὴς αὐτὸς ὡς προβάτοις ποιμὴν ἐπακολουθῆσαι βουλόμενος καὶ τῆς πηγῆς μετασχεῖν ἧς αὐτὸς τοῖς ἀμνοῖς ἐνεφάνισεν. Ἔπαλλον οἱ τοῦ βαπτιστοῦ δάκτυλοι, αἱ χεῖρες ἐνάρκων, ἕκαστον αὐτῷ τῶν μελῶν τῆς στολῆς ἀπὸ κεφαλῆς μέχρι ποδῶν ἔτρεμεν. Καὶ μήτε ἀντειπεῖν ὡς οἰκέτης δεσπότῃ δυνάμενος, μήτε διακονῆσαι χωρῶν τῷ τοσούτῳ προστάγματι, οὔτε παραιτεῖσθαι ἐτόλμα τῷ μεγάλα προστάττοντι. «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με.’ Πῶς, φησίν, πλυνῶ τὸν καθαρόν; Τίνα δὲ τρόπον κρατήσω τὸν ἀχώρητον; Πῶς λευκανῶ τὸ φῶς; Πῶς ἀποσμύξω τὸν ἥλιον; Τί μου χρῄζει τῆς χειρός; Τί σοι δεῖ γλώττης ἣν αὐτὸς ἐκεράμωσας;

Τί πρὸς σὲ βαπτίζων εἴπω; Τί πρὸς αὐτὸν τὸν Ἰορδάνην φθέγξομαι; Τί πρὸς τὴν περιστερὰν τὴν ἐξ οὐρανῶν αὐτομολοῦσαν τοῦ πνεύματος; Τί πρὸς τὴν νεφέλην ᾗ τοῦ σοῦ πατρὸς ἐποχεῖται τὸ κήρυγμα; Ἆρα μὴ ἀγνοεῖς τί ὑπάρχω, δέσποτα;

Ἆρα δὲ οὐκ οἶδας διὰ τί παραγέγονα;» «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με.’ Μὴ γὰρ ‘ἐν ἀνομίαις συνελήφθης’, ὥσπερ ἐγώ; Μὴ γὰρ ‘ἐν ἁμαρτίαις ἐκίσσησέ σε ἡ μήτηρ σου’ ἢ σπόρον ἔσχεν ὁ τόκος;

Μὴ φθορὰν ἡ κύησις ἢ συμπλοκὴν ἡ σύλληψις; Μὴ νυμφίον ἡ μήτρα ἢ γεωργὸν ἡ γαστήρ; Μὴ τὸ γάλα ἐξ ἀνδρός; Μὴ τῆς σῆς μητρὸς τὸν μασθόν τις ἐψηλάφησεν; Μὴ τῇ κατάρᾳ τῆς Εὔας ἡ παρθένος ὑπέπεσεν;» Ἀλλὰ τί πρὸς αὐτὸν ὁ λυτρωτὴς ἐπήγαγεν; «Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι‘, τουτέστιν τί γυμνοῖς πρὸ καιροῦ τὰ λανθάνοντα; Τί ἐκκαλύπτεις τὰ δεόμενα τέως κρύπτεσθαι μέχρι καιροῦ; Τί θορυβεῖς τῶν Ἰουδαίων τὴν ἀκοήν; Τί τοξεύεις τοῦ διαβόλου τὰ ὦτα; Τί φυγαδεύεις ἀπὸ τῆς γῆς πρὸ τοῦ σταυροῦ τοὺς δαίμονας; Τί δειλοὺς κατασκευάζεις τοὺς διακονεῖν τῇ θυσίᾳ τοῦ σταυροῦ καὶ παρὰ γνώμην μέλλοντας;» «Ἄφες ἄρτι.’ Τί σαυτὸν μεγάλα ζημιοῖς; Τί τὴν φύσιν ὑπέρογκον ἀποστερεῖς; Ἐὰν μὴ βαπτισθῶ, πῶς φωνῆς ἀκούσει; Ἐὰν μὴ ἀκούσῃ φωνῆς, πῶς μαθήσει τοῦ Πατρὸς τὴν βουλήν, πῶς θαρρήσει τοῦ Υἱοῦ τὰ μυστήρια, πῶς τὴν ἄφιξιν κατοπτεύσεις τοῦ Πνεύματος, πῶς τὸν οὐρανὸν θεωρήσεις ἀνοιγόμενον; Ἐὰν μὴ βαπτισθῶ, τίς ἁγιάσει τὸ ὕδωρ τοῦ βαπτίσματος, τίς συντρίψει τὰς κεφαλὰς τοῦ δράκοντος, πῶς λευκαίνεται τὰ στοιχεῖα, πῶς ἡ κτίσις καθαίρεται, πῶς τὰ ῥυπωθέντα σκεύη τοῦ Ἀδὰμ ἀποπλύνεται; ‘Ἄφες ἄρτι· οὕτως γὰρ ἡμῖν πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην’, ἣν ὁ νόμος ἐντέλλεται καὶ οἱ προφῆται κηρύττουσι καὶ ἡ χάρις εἰσηγεῖται καὶ τὸ καινὸν τῆς βασιλείας ἐπιζητεῖται κήρυγμα.

Ἐτέχθην ἐκ γυναικὸς καὶ τὸ χρέος τῆς Εὔας ἀποδέδοται· δούλου μορφὴν ἐφόρεσα καὶ τῆς ὀφειλῆς τὸν Ἀδὰμ ἠλευθέρωσα· ἐπὶ φάτνης ἐκάθισα καὶ ὁ γεγονὼς κτηνώδης τῆς ἀρᾶς ἐλύθη καὶ τῆς αἰσχύνης ἀπήλλακται· ἐνεδυσάμην σπάργανα καὶ τῆς γυμνώσεως τὴν πληγὴν ἐθεράπευσα. Ἕνεκα τοῦ Ἰσραὴλ περιετμήθην· ἰδοὺ πάλιν διὰ τὰ ἔθνη βαπτίζομαι, καὶ οὕτως πᾶσα δικαιοσύνη τοῖς ἐμοῖς νόμοις ὁμοῦ καὶ τοῖς ἔργοις σφραγίζεται.» Αὕτη μὲν οὖν ἦν καὶ τοιαύτη τῶν παρὰ τοῦ Λόγου καὶ θεοῦ ἐμφωνηθέντων ἡ δύναμις· αὐτὸς δὲ τῇ διακονίᾳ τοῦ μυστηρίου θαρρήσας καὶ τῇ θεωρίᾳ τῆς περιστερᾶς γεγονὼς ὑψηλότερος καὶ τῇ φωνῇ τοῦ πατρὸς ἔτι μᾶλλον λαμπροτέραν τὴν παρρησίαν κτησάμενος, καὶ κατὰ τυράννων τὴν γλῶσσαν ἐκίνει καὶ παρανομοῦντα τὸν Ἡρῴδην ἤλεγχεν, καὶ πρὸς τὸν βασιλέα φωνῇ μεγάλῃ φθέγγεται· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.’ Εἰ μὴ τὸν νόμον φυλάττεις, οὐ δυνήσει τὸ σκῆπτρον ἔχειν. Εἰ τὴν ἐντολὴν παραβαίνεις, τὴν πορφύραν ἀπόδυσαι. Εἰ τοῦ θεοῦ καταφρονεῖς, τοῦ θρόνου οὗ ἔλαβες παρ᾽ αὐτοῦ κατάβηθι. Μὴ ἐπαίρου τοῖς ὅπλοις», φησίν· «οἱ γὰρ νόμοι τὸν βασιλέα φυλάττουσιν. Μὴ ἀμέλει τῆς ἀρετῆς· εὐπρεπεστέρα γὰρ ὑπάρχει τοῦ χρυσολίθου βήματος. ‘Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.» «Φεῖσαι τῆς τοῦ γένους διαδοχῆς», φησίν. «Μὴ διαφθείρῃς τὴν τάξιν τοῦ βασιλικοῦ σπέρματος.

Τίνος, εἰπέ, βούλει καλεῖσθαι τὸν ἐξ Ἡρῳδιάδος παρὰ σοῦ μοιχευομένης τικτόμενον, τοῦ προτέρου νυμφίου ἢ τοῦ δευτέρου μοιχοῦ, τοῦ νομίμως τὴν κοίτην ἀναβάντος ἢ μᾶλλον τοῦ ταύτην παρανόμως ἁρπάσαντος;

Φιλίππου καλέσομεν υἱὸν τὸν ἐξ αὐτῆς τικτόμενον; Ἀλλότριος αὐτοῦ ὁ τεχθείς. Ἡρῴδου τοίνυν ἔκγονον θέλεις ὀνομάζεσθαι; Ἀλλὰ γὰρ ὁ ἀγρὸς οὐκ ἔστι σός, ἀλλότριον τὸ παρὰ σοῦ παρανόμως σπειρόμενον γεώργιον.» Οὐ μὴν ὁ τύραννος τῆς συμβουλῆς ἀνέχεται, ἀλλὰ μισθὸν τὰ δεσμὰ τῷ διδασκάλῳ δίδωσιν. Καὶ τῇ φυλακῇ τὸν βαπτιστὴν παρέπεμψε καὶ τὸν φόνον ὤδινεν. Τὸ ξίφος ὠθῆσαι ἐβούλετο καὶ ἐμελέτα τὴν σφαγὴν καὶ τὸν λαὸν αἰσχυνόμενος ἀνεβάλλετο. Καιρὸν τοίνυν ὡς εἰκὸς ἐζήτει τοῦ παρανόμου δράματος καὶ τῆς ἀκαίρου τομῆς ἡμέραν εὔκαιρον ἐφαντάζετο.