Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Το συμπόσιο του Ηρώδη και το μαρτύριο του Προδρόμου

Ο εορτασμός των γενεθλίων του Ηρώδη, ο ολέθριος χορός, η απαίτηση της Ηρωδιάδας για την κεφαλή του Βαπτιστή, ο αποκεφαλισμός του και η αέναη αντήχηση του κηρύγματός του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 6

Γενεσίοις δὲ γενομένοις Ἡρῴδου τοῦ τεχθῆναι εἰς τὸν κόσμον μηδαμῶς ὀφείλοντος μηδὲ προελθεῖν εἰς τὸ κοινὸν τῆς πολιτείας τοῦτο τῆς ἀνθρωπίνης στάδιον, μηδὲ τῶν στοιχείων ἀπολαῦσαι, μὴ τῆς κτίσεως εὐποιεῖσθαι, μὴ τῇ ἀσελγείᾳ κεχρῆσθαι τὴν σελήνην, μεταναλῶσαι τὸν ἥλιον, ὑβρίσαι τῶν ἄστρων τὸν δρόμον, διαβάλαι τὰ τῆς ἡμέρας μέτρα καὶ τῆς νυκτὸς τὰ τέρματα· οὐδὲ γὰρ τὴν ἡμέραν παρανομῶν ᾐσχύνετο, ἀσελγαίνων τῆς νυκτὸς οὐκ ἐφείδετο, οὐκ ἐνετρέπετο τὸν ἡλιακὸν δρόμον, τὰ τοῦ ποιητοῦ παρερχόμενος ὅρια· γενεσίοις δὲ ὅμως ἀγομένοις τοῦ βλάψαντος τὰ γένη καὶ τὴν βασιλικὴν ἐξυβρίσαντος γέννησιν, «ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος εἰς τὸ μέσον καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ᾽ ὅρκου ὤμοσεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· ’Δός μοι‘, φησίν, ’ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.’ Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.» Φεῦ, κακῶν ὅσων αἱ γυναῖκες τὸν βίον τοῖς ἀνθρώποις ἐπλήρωσαν, ὅσας ἀκάνθας ἡμῖν ἔσπειραν καὶ τριβόλους ἐγεώργησαν.

Γυνὴ τῷ πρωτοπλάστῳ τὸν παράδεισον ἔκλεισεν, γυναῖκες τὸν κατακλυσμὸν τῷ γένει τῶν γιγάντων ἐπήγαγον· «Ἰδόντες γάρ», φησίν, «οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν‘, εἰσῆλθον πρὸς αὐτὰς καὶ ὠργίσθη θυμῷ ὁ κύριος καὶ εἶπεν· ’Μεταμεμέλημαι ὅτι ἐποίησα τὸν ἄνθρωπον καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα ἀπὸ προσώπου τῆς γῆς.» Γυνὴ τὸν μέγαν πατριάρχην τὸν Ἰωσὴφ ἐπείρασεν, καὶ δεσμοῖς ὁμιλῆσαι τὸν προφήτην πεποίηκεν, καὶ τὸν θεοφόρον παρεσκεύασεν ὡς μοιχὸν ἐν τῇ φυλακῇ καθέζεσθαι, ὡς φθορέα βαρὺν κλοιὸν ἐν τῷ τραχήλῳ περιφέρειν. Γυνὴ τὸν Σαμψὼν αἰχμάλωτον τοῖς ἀλλοφύλοις παρέδωκεν. Γυνὴ τὸν Ἠλίαν δραπέτην τῆς γῆς ὅλης τοῦ Ἰσραὴλ γενέσθαι ἠνάγκασεν.

Γυνὴ νῦν ὀρχεῖται καὶ τυφλοῖ τὸ συμπόσιον καὶ καροῖ τῇ παρανόμῳ θεωρίᾳ τὸν τύραννον. Ἦν γὰρ αὐτῇ πλοκὴ τριχῶν τοὺς νέους σαγηνεύουσα, ὀφθαλμῶν ὑπογραφὴ τοὺς ὁρῶντας ὑποσκελίζουσα. Φυκίαν ταῖς ἀρεταῖς ἐπέπαττεν, καὶ τοῖς συναντῶσι τὸ ἄγκιστρον φορητὸν οὐκ ἐτύγχανεν. Ἤνοιγε τὸ στόμα, καὶ θάνατον ἐκ τῆς γλώττης ἠρεύγετο. Ἀνέκλα τὸν τράχηλον, καὶ φθορᾶς ἡ θεωρία ἦν πρόξενος. Ἐγύμνου τὰ στέρνα, καὶ ᾅδου προπύλαια παρεῖχεν ὁρᾶν τοῖς περιέργως βλέπουσιν.

Ἐγύμνου τοὺς μηροὺς ἀναστέλλουσα τῶν ποδῶν τῆς ποικίλης θεωρίας τὸ χιτώνιον, καὶ δράκοντες ἐκ τῶν λαγόνων συρίζοντες εἰς φθορὰν τῷ θεάτρῳ προήρχοντο. Καὶ ἦν τὸ νεῦμα δολερόν, τὸ βλέμμα ῥυπαρόν, φθοροποιὸν τὸ φθέγμα, ψυχοβλαβὲς τὸ κίνημα, θανατηφόρον τὸ φίλημα.

Πλὴν ὁ Ἡρῴδης ἁλοὺς δώσειν ὅπερ ἂν αἰτήσῃ τὸ πονηρὸν ὀρχήστριον ὤμοσεν. «Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ὁρᾷς ἡλίκον ἡ θηλυμανὴς ἡδονή. Αἰσθάνει πόσον ἡ φθορὰ τὸν ἁλόντα δουλοῖ, πῶς ὁ χαυνωθεὶς τῇ μέθῃ οὐκέτι τὸ σκῆπτρον οἶδεν, τῆς ἐξουσίας οὐ μέμνηται, πᾶσι πρόκειται παίγνιον. Τί γὰρ πρὸς αὐτὸν ἡ ὀρχήστρια ἐφθέγξατο; «Δός μοι ὧδε ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.» Ταῦτα δὲ οὐ παρακαλούσης, ἀλλ᾽ ἐπιταττούσης τὰ ῥήματα· οὐ γὰρ ὡς κόρη τῷ βασιλεῖ μετὰ φόβου ἢ αἰδοῦς ἤ τινος ὑποστολῆς προσέρχεται, ἀλλ᾽ ὡς οἰκέτῃ δέσποινα, ὡς δεσμώτῃ ἡ δεσμῶν ἐξουσίαν ἔχουσα. «Δός μοι, φησίν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.’ Μὴ ἀναβάλῃ τὴν αἴτησιν. Ὧδε χρῄζω τῆς τοῦ προφήτου σφαγῆς, ἐνταῦθα πραχθῆναι τὸν φόνον τοῦ τὴν μοιχείαν ἐλέγχοντος. Ὅπου τὴν ἐμὴν ἐθεώρησας γύμνωσιν, ὧδε τὸν ταύτης θριαμβευτὴν τιμωρίαν εἰσπράττομαι.» «Δός μοι τὴν Ἰωάννου κεφαλὴν ἐπὶ πίνακι»· Ἡρῳδιὰς γὰρ ἐκέλευσεν, ἡ μοιχαλὶς προσέταξεν· «Εἰ μὴ δῷς, οὐκ ἔχεις τὴν ἅμα σοὶ μοιχεύουσαν· ἡ κοίτη μετὰ τὸν οἶνόν σοι χηρεύσει.

Ἀναχωρῶν ἀπὸ τῆς στιβάδος, τίνι συνέρχεσθαι; Ἀισχύνεται τὴν φθορὰν ἡ μήτηρ, Ἰωάννου σαλπίζοντος, αἰδεῖται τοὺς οἰκέτας, τοὺς δορυφόρους ἐντρέπεται. Πᾶσιν ἡ βασιλὶς θρύλημα διὰ τὴν Ἰωάννου παρρησίαν γίνεται. Πάντες αὐτῆς τραγῳδοῦσι τὸ δρᾶμα, ὁ βαπτιστὴς δὲ τῆς τραγῳδίας αἴτιος τὴν γλῶσσαν πάντων προπηδήσας ἐκίνησεν. Οὗτος τὴν σάλπιγγα καθ᾽ ἡμῶν προεβάλετο· πρῶτος τὴν μοιχείαν οὐκ εὐλαβηθεὶς στηλιτεύειν τὴν βασιλίδα ἤρξατο. Μωυσῆς κοιμᾶται, καὶ δι᾽ αὐτοῦ φθέγγεται· ὁ νόμος καθεύδει, Ἰωάννης δὲ αὐτὸν καθ᾽ ἡμῶν ἐξυπνίζει· τὴν βασιλίδα μοιχαλίδα καλεῖ, ἀκολουθεῖν δὲ πολλοὺς καὶ γενέσθαι τολμηροὺς προετρέψατο.» «Δός μοι τοίνυν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.’ ‘Δός’· εἰ γὰρ σὺ μὴ δώσεις, ἡμεῖς λαβεῖν οὐ χρῄζομεν· αὐτομολήσει δὲ πρὸς τὸν φόνον ὁ δήμιος παρ᾽ ἡμῶν ἐπιτραπείς.

Δοῦλόν σε πάντες τῆς μοιχαλίδος, αἰχμάλωτον τῆς ὀρχηστρίδος ἴσασιν. Μαρτυρεῖ τούτοις ἡ στιβάς, μαρτυρεῖ τὸ συμπόσιον, ὁ οἶνος, ἡ μέθη, τῶν ὅρκων ἡ συνθήκη, ἡ ἀχαλίνωτος τοῦ βασιλέως ὑπόσχεσις. ‘Δός μοι τοίνυν ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ’· διψῶ γὰρ αὐτοῦ τὸ αἷμα πιεῖν καὶ τὰ μέλη μασήσασθαι, ἰδεῖν μετὰ τῶν βασιλικῶν ὄψων τὴν κεφαλὴν τοῦ λοιδοροῦντος τὰ βασίλεια. Σπαίρουσαν ταύτην χρή με τῇ μητρὶ προσαγαγεῖν ἀπὸ τῆς τραπέζης τῆς βασιλικῆς ξένιον, ἐπειδὴ ταύτην τοῦ δείπνου μερίδα ἀπὸ τῶν σῶν γενεσίων Ἡρῳδιὰς ἐκδέχεται.» Καὶ ταῦτα μὲν ἡ κόρη. «Λυπηθεὶς δὲ ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσε δοθῆναι.» Μὴ ἀποδέξει τοῦ Ἡρῴδου τὴν λύπην; Μηδὲ συγγνώμης ἀξιώσεις τὸν τύραννον; Ἐξῆν γὰρ εἴπερ ἐβούλετο τὴν ὀρχηστρίδα τροπώσασθαι. Ἐξῆν εἰ ἠθέλει τὸν ὅρκον παραιτήσασθαι. Τί γάρ; Εἰ τοὺς ὀφθαλμοὺς ἔτυχεν Ἡρῳδιὰς ἀπαιτοῦσα τὸν τύραννον, ἆρα τυφλὸς ἔμελλεν ὁ βασιλεὺς εἰς τὸν θρόνον καθέζεσθαι; Τί δέ; Εἰ κολοβῶσαι τὸ οὖς καὶ τὰς ῥῖνας ἀποτεμεῖν ἐβούλετο, ἆρα ἐγένετο τέρας ἐξαπίνης ὁ τύραννος; Καὶ τί πάλιν; Εἰ τὰς χεῖρας ἀποτεμεῖν ἐπέταττεν, ἆρα τῶν δακτύλων καὶ τὸ σκῆπτρον ἐξέπιπτεν; Οὐδαμῶς.

Ἀλλὰ πρὸς τὴν κόρην ὥσπερ ἦν εἰκὸς λέγειν· «Ὤμοσα παρασχεῖν ὅπερ αἰτήσεις ἐμόν· ᾤμην γὰρ νυμφικοὺς μαργαρίτας ἐκδέχεσθαι, ἢ ὡς ὅτι ἀγρὸν αἰτήσεις μυριόφυτον, ἢ ποθήσεις πόλιν ἥνπερ ἔχω τῆς βασιλείας μου ἐξαίρετον. Νῦν δὲ ἐμὸν οὐδὲν αἰτεῖς, ἐπιζητεῖς δὲ ὃ παρασχεῖν οὐ δύναμαι, προφήτου κεφαλὴν ἐπιζητεῖς. Καὶ πῶς σοι παρασχεῖν ὁ βασιλεὺς τὰ τοῦ ποιητοῦ δύναται; Εἰ τὸν οὐρανὸν ᾔτησας, μὴ τοῖς ὅρκοις ὁ βασιλεὺς ὑπεύθυνος, ἢ τὴν γῆν ἢ τὴν θάλασσαν; Οὐδαμῶς· οὐ γὰρ ἐν ἐμοὶ δοῦναι τὰ ὑπὲρ ἐμέ, ἃ τῆς ἐμῆς ἐξουσίας οὐχ ὑπάρχει καὶ ταῖς ἐμαῖς χερσὶν ὑπέρκειται». Τούτων οὐδὲν ὁ Ἡρῴδης φθέγγεται, ἀλλὰ λυπεῖται μέν· τὸ συνειδὸς γὰρ αὐτὸν ἐκέντα. Ὁ νόμος δὲ ἔνδοθεν ὁ φυσικὸς ἐτάραττεν. Ἠγωνία πρὸς τούτοις τὸν ὄχλον καὶ τὸ πλῆθος πεφόβητο· πολλῶν γὰρ ἕνεκεν ἔχοντες ὑπῆρχον τὸν βαπτιστὴν ἐν θαύματι. Ἀλλ᾽ ὅμως, ἐπειδὴ τὸν φόνον ὤδινε καὶ τὴν σφαγὴν ἐδίψη καὶ τὸν τοῦ προφήτου θάνατον οἰκείαν ἐλευθερίαν ἐνόμιζεν, δυσωπηθεὶς τοὺς ὅρκους ὑποκρίνεται καὶ τὸν δήμιον διακονῆσαι πέμπει τῷ τῆς κόρης προστάγματι.

Καὶ οὕτως ἡ τοῦ βαπτιστοῦ κεφαλὴ ἐπὶ πίνακι φέρεται, τῶν προφητῶν τὸ κάλλος, ἡ παρρησία τοῦ λόγου, τῆς μετανοίας ἡ χάρις, ὁ πολυμερὴς αὐλός, ἡ σάλπιγξ ἡ θεόφθογγος, γλῶττα ἡ τὰς νεφέλας κινοῦσα, ὀφθαλμοὶ οἱ τὰ ἀθεώρητα βλέποντες, ὦτα καθαρῶς ἀκροώμενα τὰ τοῦ θεοῦ μυστήρια, κεφαλὴ τὴν πάντων κεφαλὴν ψηλαφήσασα· καὶ ἥν, ὡς ἐδόθη τῷ κορασίῳ, ἀμνοῦ θυσίαν ἐβάστασε πάρδαλις, βασιλικοῦ λέοντος κεφαλὴν περιέφερε λύκαινα. Καὶ ἤνεγκε τῇ μητρὶ τὸν κατήγορον τὸν οὐδὲ μετὰ θάνατον τῶν ἐλέγχων παυσάμενον, οὐδὲ μετὰ τὴν σφαγὴν τῆς παρρησίας ἀφέμενον. Ἀλλ᾽ ὁ προφήτης κεκοίμηται, καὶ ὁ λόγος πανταχοῦ διαδέδοται· ἡ σάλπιγξ ἐπαύσατο, καὶ γέμει τῶν ἐξ αὐτῆς ἤχων τῆς οἰκουμένης τὰ θέατρα· ἡ γλῶττα εἰς γῆν, οἱ δὲ ἐξ αὐτῆς φθόγγοι τὰς φυλὰς ἐπλήρωσαν· τὰ ἔθνη κατεκτύπησε, βροντῶν ἰσχυροτέρα καθ᾽ ἑκάστην ἠχοῦσα γενεάν· ἀπ᾽ ἐκείνης γὰρ ἀρξάμενοι τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» εἰς πᾶσαν τὴν γῆν διεπόρθμευσαν.