Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Προοίμιο: Η κυριαρχία του Θεού Λόγου

Προοιμιακή δοξολογία προς τον Δημιουργό Λόγο, ο οποίος ρυθμίζει τα στοιχεία της φύσης και εμπνέει τους προφήτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 6

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου. Πάντα μεγάλα καὶ πάντων ἐνδοξότατα τῶν θεοφόρων προφητῶν ὑπάρχει τὰ σκιρτήματα· σὺν τῷ θεῷ γὰρ κινοῦσι τοὺς πόδας καὶ τὰς χεῖρας ἐνεργοῦντες ἐκ τοῦ πνεύματος· ἄϋλος αὐτοῖς ὁ Λόγος καὶ υἱός, Χριστός τε καὶ θεός, ἐν τῇ γλώσσῃ προσφέρεται, Λόγος ἐκεῖνος ὅστις τὰ κάλλη τοῦ οὐρανοῦ συνέθηκεν, καὶ τῶν ἡλιακῶν ὀχημάτων τὴν ἀστραπὴν ἐχάλκευσεν, ἔταξε μηνιαῖα τῇ σελήνῃ τὰ κέρατα, ἔζευξε τὴν ἁρμονίαν τῶν ἄστρων καὶ διέζευξεν, δρόμον ἴδιον τεχνασάμενος ἑκάστῳ, κοινὴν πᾶσιν ὁδὸν καὶ μίαν ἐντειλάμενος αὐτοῖς, οὐκ ἀφῆκε τὰς νεφέλας ἀχαλινώτους πέτασθαι, ἀλλ᾽ ὥσπερ καιρὸς καλεῖ, καὶ τῶν ἀγρῶν ὁ καρπὸς ἐπιζητεῖ, καὶ ὁ γεωργὸς ἀπαιτεῖ καὶ ποθεῖ καὶ προσεύχεται, καὶ πάντες οἱ κάτω πρὸς τὸν ἄνω πρεσβεύονται.

Αὐτὸς εἶπεν τῇ θαλάσσῃ· «Σκίρτα καὶ μαίνου· καὶ κορυφούσθω μὲν ἀλλ᾽ ἐν σοὶ συντριβέσθω τὰ κύματα.» Φοβείτω τοίνυν, ἵνα μὴ λήθην ὁ πελαγοδρόμος τοῦ δημιουργοῦ κτήσηται· μὴ βολιζέτω δὲ τὸν ἔμπορον, ἵνα μὴ τὸ στοιχεῖον ἐπιζήμιον τῷ κληρονόμῳ γένηται. Αὐτὸς τῇ ξηρᾷ μερίζει τὰ ἄνθη, τὰ φυτά, τοὺς καρπούς, τὰ βλαστήματα, καὶ χώραν ἑκάστην τοῖς ἀνατέλλουσιν ἐξαιρέτως ἀγαθοῖς ἐτίμησεν, καὶ τὴν γῆν ὅλην ἓν σῶμα μέλεσι πολλοῖς πολλαχοῦ μεριζόμενον ἔδειξεν. Αὐτὸς τοῖς προφήταις μερίζει τοὺς αὐλοὺς καὶ διαιρεῖ τὰς σύριγγας καὶ χαλκεύει τὰς σάλπιγγας, ἐνεργεῖ τὰ κύμβαλα καὶ ἀρθροῖ τὰ τύμπανα, διανέμει τοὺς κλήρους καὶ κληροῖ τὰ χαρίσματα.