Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν σύλληψιν τοῦ τιμίου Προδρόμου (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η προαναγγελία, η σύλληψη του Προδρόμου και η κλήση των εθνών

Η εμφάνιση του Γαβριήλ στον Ζαχαρία, το προφητικό σκίρτημα του Ιωάννη στη μήτρα, η αναίρεση των μύθων περί μετενσάρκωσης και η αντιπαραβολή της σκληροκαρδίας του Ισραήλ με την προθυμία των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 6

Καὶ διπλῆν καὶ ἐνδοξοτέραν ὁ βαπτιστὴς Ἰωάννης τὴν χώραν κεκλήρωται, ἐπειδὴ νέος ὢν τοὺς καιροὺς ἐβιάζετο, παρέτρεχε τὰ τῆς φύσεως ὅρια, καὶ κατέχειν ἡ γαστὴρ τὸ παιδίον οὐκ ἴσχυεν, ἡ μήτρα συγκλείειν τὸν προφήτην οὐκ ἠδύνατο.

Οὐκ ἦν αὐτῷ φθέγμα, καὶ λόγων ἐνδόξων ὅλην τὴν γῆν ἐπλήρωσεν. Αὐλὸν οὐκ εἶχεν ἡ γλῶττα, καὶ τὸ μέλος τὴν οἰκουμένην ἔφθασεν. Ἄστομος ἡ σάλπιγξ ὑπῆρχεν ἡ τοῦ στόματος, καὶ τῶν δογμάτων ὁ ἦχος τὸν οὐρανὸν κατέλαβεν, καὶ τοσοῦτον τῷ κεραμεῖ τεθαρρηκὸς τὸ βρέφος τὸν πηλὸν ἐνεδυνάμωσεν. Ὁ καιρὸς οὐκ ἦλθεν, οὐδὲ ὁ τόκος ἔφθασεν, αἱ ὠδῖνες οὐ παρῆσαν, οἱ μῆνες οὐ πεπλήρωνται, καὶ τὸ βρέφος ἄνευ τῆς γλώττης τῷ παιδὶ ἐλάλει, καὶ τοῖς σκιρτήμασι 〈ἀν〉τὶ αὐλῶν τινῶν ἐκέχρητο, καὶ ἐλάκτιζεν τὴν μήτραν ὥσπερ τύμπανον, καὶ τὴν γαστέρα περιτρέχων οἷα κύμβαλον ἔκρουεν, καὶ λύραν εὗρεν αὑτῷ καθαράν, πλατεῖαν, εὔτονον, κοιλιόχορδον, καὶ λέγειν τὴν μητέρα πρὸς τὴν Μαριὰμ ἐπέταττεν· «Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» «Εὐλογημένη σὺ ἐν γυναιξί», ὅτι τοὺς δεσμοὺς ἔλυσας, τὴν φύσιν ἠλευθέρωσας, τῆς Εὔας τὰς ὠδῖνας ἐχαύνωσας, τὸν Ἀδὰμ τῶν ἀναγκῶν ἀνώτερον κατέστησας. «Εὐλογημένη σὺ ἐν γυναιξί»· διὰ σὲ γὰρ ἡ στεῖρα μήτηρ, καὶ τρανὰ τὸ βρέφος λαλεῖ, καὶ τὸ παιδίον ὑπὲρ ῥήτορας φθέγγεται, καὶ ὁ μήπω ψελλιστὴς εὐαγγελιστὴς ἀναδέδεικται. «Καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.»

Ἐγὼ φωνὴ καὶ βροντή, νυμφαγωγὸς καὶ λύχνος, μεσίτης καὶ κῆρυξ, προφήτης καὶ ἀπόστολος, σαλπιστὴς τοῦ τῆς ζωῆς χαρίσματος, ὁμαλιστὴς ὁδοῦ μηδὲν ἐχούσης πρόσκομμα, βαπτιστὴς πρὸς σαρκὸς θεωρούμενος, πρόδρομος βασιλέως οὗ τὸ βῆμα πανταχοῦ, ὁ θρόνος ὑπὸ πάντων τῶν στοιχείων βαστάζεται.

Δορυφοροῦσι πάντες, οὐδεὶς δὲ τοῦ δορυφορουμένου τὴν ὄψιν εἶδεν ἢ τὸν χαρακτῆρα ἐπίσταται. Τρέμουσι πάντες ἐπὶ δόξαν αὐτοῦ λογιζόμενοι, ἐμβρόντητοι τὴν διάνοιαν γίνονται, στοχάσασθαι τὴν οὐσίαν ἢ τὴν δύναμιν φαντασθῆναι πειρώμενοι.» Ὑμνείσθω τοίνυν Ἰωάννης, ὁ τῆς ἐρήμου πολίτης, ὁ τοῦ Ἰορδάνου τειχιστής, ὁ τῆς θεοπτέρου περιστερᾶς θεωρός, ὁ τῆς νεφέλης τῆς πατρῴας κατάσκοπος, ὁ φωνῆς ἀκροατὴς ἥτις τὴν τοῦ υἱοῦ ἀξίαν παρέστησεν, τοῦ Λόγου τὴν δόξαν ἐφανέρωσεν, τοῦ μονογενοῦς τὴν δόξαν ἀπεκάλυψεν. Ὑμνείσθω Ἰωάννης, ὁ τῆς ᾠδῆς αὐληστὴς ᾗ πάντες ἐπιτρέχουσιν. Τίς γὰρ ἀκούων 〈οὐ〉 μετανοεῖται, οὐ σπεύδει πλυθῆναι, οὐ ποθεῖ καθαρισθῆναι, οὐ προσφέρει τῇ πηγῇ κάδον ἀντλῆσαι καὶ πιεῖν καὶ τὸν καύσωνα καταψῦξαι βουλόμενος; Τίς, μαθὼν ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, φθάσαι τὸν ἀδελφὸν οὐ ποθεῖ καὶ τὸν πλησίον προλαβεῖν οὐκ ἐπείγεται; Ὑμνείσθω Ἰωάννης, οὗ τὰ πρῶτα θαύματα καὶ τὰ ἔσχατα μεγάλα καὶ ὑπέρλαμπρα.

Τὰ πρῶτα θαύματα· Γαβριὴλ αὐτῷ τὸν τόκον κατεμήνυσεν, ἄγγελος ἑρμηνεύει Ζαχαρίᾳ τὴν σύλληψιν. Ἐξ οὐρανοῦ τὸ δῶρον μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἑστηκὼς ὁ ἱερεὺς ἐλάμβανεν, καὶ δείλαιοι οἱ παῖδες τῶν Ἰουδαίων τοσοῦτον ἐτύγχανον· ἔνθα γὰρ τὸν χρηματισμὸν ὁ ἱερεὺς τοῦ θεοῦ ἐδέξατο, ἐκεῖ τὸ ξίφος ἀκονοῦσι καὶ τὰς χεῖρας ὁπλίζουσι καὶ μελετῶσι τὸν φόνον καὶ τὸ δρᾶμα ἐργάζονται. Τί δὲ ὁ Γαβριὴλ πρὸς Ζαχαρίαν ἔλεγεν; «Μὴ φοβοῦ, Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν. Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.» Ἀκούεις πῶς πλοῦτον πηλίκον ὁ βαπτιστὴς Ἰωάννης πρὶν τεχθῆναι κομίζεται καὶ πρόξενος ἀγαθῶν ὅσων πρὶν συλληφθῆναι τοῖς ὀργάνοις τῆς γεννήσεως γίνεται. «Μὴ φοβοῦ, Ζαχαρία», φησίν, τουτέστιν ὁ λυτρωτὴς ἔρχεται καὶ ὁ λαὸς τοῦ ἁμαρτάνειν παύεται. «

Εἰσηκούσθη ἡ δέησίς σου»· καιρὸς γὰρ κλιθῆναι τὸν οὐρανὸν καὶ τὴν γῆν τὸν δημιουργὸν ὑποδέξασθαι. «Καὶ ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι»· ἡ στεῖρα τίκτει, ἵνα τῇ παρθένῳ καιρὸς πρὸς τὸ θαῦμα καὶ θεοτόκῳ γένηται. «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην»· ξένον εἰκότως τὸ ὄνομα, ἐπειδὴ καὶ τὸ πρᾶγμα ξένον ᾧ καὶ τὸ ὄνομα τίθεται· ἡ προσηγορία καινή· καινὸν γὰρ τὸ δι᾽ αὐτοῦ μέλλον ὑπουργεῖσθαι μυστήριον. «Καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις»· χαρὰ μὲν ὅτι γεννᾷς τοῦτον οὗ «μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται», ἀγαλλίασις δὲ ὅτι τέλος ἔσται τοῦ νόμου καὶ προφητῶν ὁ παρὰ σοῦ τικτόμενος. «Καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται», οἵτινες αὐτοῦ τῆς μετανοίας δέχονται τὰ κηρύγματα καὶ καθαίρονται τῷ λουτρῷ τοῦ βαπτίσματος· γραμματεῖς δὲ οὐ χαίρουσι καὶ Φαρισαῖοι μετ᾽ ἐκείνων πενθοῦσι· τούτοις δὲ προλέγει τὸ πτύον καὶ τὴν ἀξίνην ἀπειλεῖ καὶ τὴν ἐκτομὴν κηρύττει, ἀνθ᾽ ὧν αὐτοῖς ὁ δρυμὼν ὑπῆρξεν ἀκανθώδης, ὑλομανής, θηριώδης, ἀνήμερος. Τί δὲ τὸν βαπτιστὴν ἕτερον σεμνύνων ὁ Γαβριὴλ ἀπήγγειλεν· «Ἔσται μέγας ἐνώπιον κυρίου»; «

Ἔσται μέγας», ἐπειδὴ τὸν ἀμνὸν δείκνυσι τὸν ὅλου τοῦ κόσμου τὴν ἁμαρτίαν αἴροντα, ἀλλ᾽ «ἐνώπιον κυρίου»· οὐ πολλὴ γὰρ τῶν οὐρανίων τοῖς ἀνθρώποις αἴσθησις, Ἰουδαίοις δὲ καὶ γέλως ὑπάρχει τοῦ Χριστοῦ τὰ μυστήρια, καὶ τοὺς κήρυκας τῆς ἀληθείας κωμῳδοῦσιν, ἐχθροὺς ἡγούμενοι τοὺς τῆς χάριτος ῥήτορας. «Οἶνον καὶ σίκερα οὐ μὴ πίῃ», ἵνα μὴ στενοχωρηθῇ τὸ πνεῦμα τὸ ἐν αὐτῷ κατοικεῖν ἐκλεξάμενον. «Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρός», φησίν, οὐχ ἁπλῶς οὐδὲ μάτην προλαμβάνων τὴν δωρεὰν καὶ φθάνων τὰ χαρίσματα, ἀλλ᾽ ἵνα κηρύξῃ τὸ φῶς πρὶν ὁμιλῆσαι τῷ φωτί, καταγγείλῃ τὸν ποιητὴν πρὶν αὐτὸν τὰ στοιχεῖα θεάσασθαι, καταμηνύσῃ τὸν ἥλιον πρὶν τῆς ἡμέρας τὸν δρόμον ἰδεῖν, τῆς νυκτὸς κατοπτεῦσαι τὰ τέρματα. «Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν.» Αὐτὸς γὰρ Ἀνδρέου τοῦ μεγάλου παιδευτής, οὗτος ὑπῆρχεν Ἰωάννου τοῦ θεολόγου διδάσκαλος, πρὶν ἑαυτοὺς τῇ σαγήνῃ προσενέγκωσιν. Παρ᾽ αὐτοῦ μαθόντες οἱ ἀπόστολοι τό· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «Ῥαββί, ποῦ μένεις;» πρὸς αὐτὸν ἀκολουθοῦντες λέγουσιν, εἰσελθεῖν τοῦ ἀχωρήτου τὴν σκηνὴν ἐπειγόμενοι. «Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου», οὐκ ἐν ψυχῇ καὶ σώματι. Ἄπαγε γάρ, ἄπαγε τῆς ἀτοπίας.

Ταῦτα οἱ παῖδες Ἑλλήνων ληροῦσι καὶ μυθεύονται τὰς ψυχὰς προϋπάρχειν καὶ μεταβαίνειν ἐκ σωμάτων εἰς σώματα, καθάπερ ἐκεῖνοι φρενοβλαβοῦντες λέγουσιν, ὄχλον ἐπ᾽ αὐτοῖς ῥημάτων περιττῶν καὶ ἀγελαίων εἴροντες. Ἑκάστῃ δὲ ψυχῇ ἴδιον σῶμα ὁ δημιουργὸς ἔδωκεν, ὅθεν Ἰωάννης, εἰ καὶ δεύτερος Ἠλίας καὶ διὰ ζῆλον τὸν πρὸς ἐκεῖνον λέγεται, ὅμως οὐκ ἐν ψυχῇ καὶ σώματι· ἀλλ᾽ ὁ ἐν πνεύματι δεδωκὼς ἐκείνῳ τὴν ἐνέργειαν, οὗτος καὶ Ἰωάννῃ τῷ βαπτιστῇ καὶ προδρόμῳ δίδωσι μέτρον δωρεᾶς, οἷον ἐκεῖνος ἐδέξατο. Ὁ τῷ ἀρχαίῳ χορηγήσας τὴν δύναμιν, οὗτος τῷ νέῳ χορηγεῖν ἐπαγγέλλεται.

Οὗτος «ἐπιστρέψει καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων». «Πατέρες» ὁ Ἰσραήλ, «τέκνα» τὰ ἔθνη διὰ τὸν χρόνον λέγονται, ἀλλὰ πρὸς τοὺς παῖδας οἱ πατέρες ἐπιστρέφουσιν, ἐπειδὴ τὴν πηγὴν τῆς ζωῆς οἱ παῖδες προσλαμβάνουσιν, καὶ τὸ δεῖπνον τῆς χαρᾶς ὡς εὐγνώμονες καὶ πιστοὶ σφετερίζονται, καὶ τὴν τράπεζαν προλαβόντες τοῦ φωτὸς περικάθηνται.

Ὅθεν ἐκεῖνοι μὲν κληθέντες «πατέρες» «ἀπειθεῖς» εἰκότως χρηματίζουσι· περὶ γὰρ αὐτῶν Ἠσαΐᾳ τῷ προφήτῃ κεκήρυκται· «Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν», ἵνα τὸ τῆς συναγωγῆς ἀκαμπὲς καὶ τῶν ταύτης κληρονόμων τὸ λίαν ἀπειθὲς ἐξηγήσηται. «Δίκαιοι» δὲ οἱ ἐξ ἐθνῶν· εἰ γὰρ καὶ τὴν δικαιοσύνην πρὸς ὀλίγον ἠγνόησαν, ἀλλὰ νῦν αὐτὴν μετὰ σπουδῆς παιδεύονται· εἰ καὶ τῆς θεοσεβείας τὴν θύραν οὐκ ἠπίσταντο, ἀλλ᾽ ἑαυτοὺς 〈νῦν〉 εἰς τὸν νυμφῶνα τρέχοντες μετὰ χαρᾶς εἰσάγουσιν· εἰ καὶ μακρὰν ὑπῆρχον τοῦ φωτός, ἀλλὰ νῦν αὐτὸν ὅλον τὸν ἥλιον καθαροῖς ὀφθαλμοῖς κατοπτεύουσιν.