Χαῖρε,» φησίν, ὅτι ὑποστρέφεις ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων καὶ τῆς ἐξορίας τοῦ αἰῶνος τούτου εἰς τὴν ἄνω Ἰερουσαλήμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραάμ, καθώς που ὁ μακάριος ἀπόστολος Παῦλός φησιν· Ὑμεῖς δὲ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων.» Ὅθεν «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός», ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε «τέρπου καὶ εὐφραίνου» καὶ «χαῖρε σφόδρα, θύγατερ» ταύτης τῆς Σιὼν δῆλον. «Καὶ διὰ τί», φησίν, «σφόδρα χαρῶ, ὦ προφῆτα»; «Χαῖρε», διότι οὐκέτι ὁ δεινὸς ἐκεῖνος σε αἰχμαλωτεύσει, «σφόδρα» δέ, διότι οὐχ ὡς οἱ λοιποὶ βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε, ἀλλὰ βασιλεὺς αἰώνιος καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· «Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Καὶ καθὼς αἰωνία αὐτοῦ ἡ βασιλεία, οὕτως αἰωνία σου ἡ σωτηρία. Διὰ τοῦτο οὖν· «Χαῖρε σφόδρα· κήρυττε, θύγατερ Ἰερουσαλήμ.» Τί κηρύξω, ὦ προφῆτα; Κήρυττε τῷ βασιλεῖ σου, τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε, εὐχαριστίαν, δοξολογίαν, ὑμνολογίαν. Κήρυττε· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, ὅθεν παρεγένου τοῦ σῶσαί με, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.»