Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βαΐα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφητικές προτυπώσεις και χριστολογική ερμηνεία των ύμνων

Ανάλυση της προφητείας του Ζαχαρία για την πνευματική απελευθέρωση από τους δαίμονες, σε συνδυασμό με την ερμηνεία του ύμνου «Ωσαννά» και των προσφωνήσεων της Σιών και της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Ἐπειδὴ δὲ οἱ προειρημένοι προφῆται ἑστιάτορες τῶν λογικῶν ψυχῶν ὑπάρχουσι καὶ ὥσπερ οἱ μῆνες τοῦ ἐνιαυτοῦ κατὰ μέρος τρέφουσι τὰ ἀνθρώπινα σώματα, οὕτως καὶ αὐτοὶ κατὰ μέρος ἢ μᾶλλον κοινῶς τρέφουσι κατὰ ἑορτὴν καὶ πάντοτε τὰς ψυχὰς τῶν πιστῶν, καὶ μεθύσκουσι ταῖς θεϊκαῖς διδασκαλίαις χριστιανούς, καθώς που εἷς ἐξ αὐτῶν φησι· «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου.» Δεῦτε ἀκούσωμεν καὶ διηγήσονται ἡμῖν, πάντες οἱ ἀγαπῶντες τὴν βασιλείαν τοῦ κυρίου, τί περὶ αὐτῆς ἡμῖν προφητεύει ὁ μέγας Ζαχαρίας, ὁ ἔνδοξος ἐν προφήταις.

Συνίωμεν τί ὁ κῆρυξ εὐαγγελίζεται, προτρέχων τῆς βασιλείας πρὸ πολλοῦ τοῦ χρόνου. Δεῦτε ἀπολαύσωμεν, ὡς λογικοὶ δαιτύμονες, τὰ διὰ στόματος θεοῦ ἐκπορευόμενα ῥήματα διὰ τοῦ πνευματικοῦ ἑστιάτορος Ζαχαρίου· αὐτῷ γὰρ ἔλαχε θρέψαι ἡμᾶς ἐν τῇ ἑορτῇ ταύτῃ, καθώς φησι ὁ κύριος ὅτι «οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.» Ἐπειδὴ γὰρ ἡ λύπη παρὰ τοῖς ἀνθρώποις μισητὴ τυγχάνει, ποθητὴ δὲ ἡ χαρά, ἀπὸ χαρᾶς ἄρχεται βοᾶν λέγων· «Χαῖρε σφόδρα, θύγατερ Σιών». «Χαῖρε σφόδρα», βοᾷ ὁ προφήτης πρὸς τὴν αἰχμαλωσίαν. «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ.» Διὰ τί «Χαῖρε»; Καὶ διὰ τί «σφόδρα» «τέρπου καὶ εὐφραίνου»; Ὅτι ἥκει ὁ ἐπιστρέφων σε, καθὼς προανεφώνησεν ὁ πατὴρ τοῦ ἐπιστρέφοντός σε βασιλέως λέγων· «Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡς παρακεκλημένοι· τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» «

Χαῖρε,» φησίν, ὅτι ὑποστρέφεις ἐκ τῆς αἰχμαλωσίας τῶν δαιμόνων καὶ τῆς ἐξορίας τοῦ αἰῶνος τούτου εἰς τὴν ἄνω Ἰερουσαλήμ, ἣν ἐξεδέχετο ὁ πατήρ σου Ἀβραάμ, καθώς που ὁ μακάριος ἀπόστολος Παῦλός φησιν· Ὑμεῖς δὲ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων.» Ὅθεν «ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός», ἔνθα πάντων τῶν δικαίων εὐφραινομένων ἐστὶν ἡ κατοικία. Τότε «τέρπου καὶ εὐφραίνου» καὶ «χαῖρε σφόδρα, θύγατερ» ταύτης τῆς Σιὼν δῆλον. «Καὶ διὰ τί», φησίν, «σφόδρα χαρῶ, ὦ προφῆτα»; «Χαῖρε», διότι οὐκέτι ὁ δεινὸς ἐκεῖνος σε αἰχμαλωτεύσει, «σφόδρα» δέ, διότι οὐχ ὡς οἱ λοιποὶ βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε, ἀλλὰ βασιλεὺς αἰώνιος καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· «Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Καὶ καθὼς αἰωνία αὐτοῦ ἡ βασιλεία, οὕτως αἰωνία σου ἡ σωτηρία. Διὰ τοῦτο οὖν· «Χαῖρε σφόδρα· κήρυττε, θύγατερ Ἰερουσαλήμ.» Τί κηρύξω, ὦ προφῆτα; Κήρυττε τῷ βασιλεῖ σου, τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε, εὐχαριστίαν, δοξολογίαν, ὑμνολογίαν. Κήρυττε· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, ὅθεν παρεγένου τοῦ σῶσαί με, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.»

Καὶ σκόπει μοι τὸν εὐαγγελιστήν, πῶς διπλοῦν τὸν Χριστὸν κηρύττει· ἐν τῷ γὰρ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις», τὴν ὑψηλὴν τῆς θεότητος φύσιν δηλοῖ, ἐν δὲ τῷ λέγειν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», τὴν τῆς ἀνθρωπότητος οὐσίαν σημαίνει, τὸ εὐλογημένον σπέρμα ᾧ εὐλογήθη ὁ εὐλογημένος Ἀβραάμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθῆναι πάντα τὰ ἔθνη τῆς γῆς· «Εὐλογημένη γάρ», φησίν, «ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ.» Ἀναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιάσωμεν· ἔτι γὰρ ἔχει γάλακτος καὶ θεωρίας ἀγαθά. Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ.» Καὶ τίνος ἕνεκεν «θύγατερ Σιὼν» καὶ οὐ Σιών, καὶ «θύγατερ Ἰερουσαλὴμ» καὶ οὐκ Ἰερουσαλήμ;

Πρόσεχε συνετῶς, παρακαλῶ. Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν καὶ τῶν πετεινῶν καὶ τῶν τετραπόδων καὶ τῶν ἀνθρώπων κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὰ ὀνόματα κέκτηται, οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται. Οὐκοῦν ἐρευνήσωμεν τί δήποτε τὴν νῦν πιστὴν Ἰερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης «θυγατέρα Σιών», ἔπειτα «θυγατέρα Ἰερουσαλήμ». Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ.» Σιὼν ἑρμηνεύεται «διψῶσα»· ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν, τῶν ἀπ᾽ αἰῶνος μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας διψησάντων ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος, καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· «Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως.» Οὗτοι, ζητοῦντες τὸν κύριον καὶ διψῶντες, ἐκλήθησαν Σιών, καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·» Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν, μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ· οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις· ἐγένοντο Ἰερουσαλὴμ, «ὁρῶντες θεὸν καὶ σκοπευτήριον πάσης γνώσεως».