Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἀνδρέαν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Το κήρυγμα της μετανοίας και η θεία εκλογή των αλιέων

Ανάλυση της συνάντησης του Ιησού με τον Σίμωνα και τον Ανδρέα, η χάρη της εκλογής ταπεινών αλιέων για το κήρυγμα της αλήθειας και η προθυμία τους να εγκαταλείψουν τα δίκτυα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ αὕτη μὲν ἡ τῆς ἐκκλησίας νῦν ἐκ τῶν εὐαγγελίων παρατεθεῖσα τράπεζα· ἐγὼ δὲ αὐτῆς τὰ ὄψα ὡς οἰκέτης μόνον παρέθηκα, διόπερ ἐφ᾽ ἑτέραν, εἴπερ ὑμῖν δοκεῖ, μεταβήσομαι τράπεζαν. Ἀνδρέαν ἡ κλῆσις στεφανοῖ· δείκνυσι τῷ στρατιώτῃ τὴν ἐκλογήν. Παρέστησεν τοῦ ἀμπελουργοῦ τὴν ἀξίαν ἡ μίσθωσις ἣν οὕτως ἡμῖν ὁ Μαθθαῖος παρέθετο· «Ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» «Ἀπὸ τότε.» Πότε; —Ἀφ᾽ οὗ τὸν Ἰορδάνην ἡγίασεν καὶ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐφύτευσεν καὶ τὴν κεφαλὴν τῶν δρακόντων συνέτριψεν ἐν τοῖς ὕδασιν καὶ τοῦ πνεύματος τὴν δωρεὰν ἐξ οὐρανοῦ κατήγαγεν, ἤνοιξεν ὁδὸν ζωῆς, τῆς σωτηρίας τὴν πύλην ἀνεπέτασεν· «Ἀπὸ τότε κηρύττειν ἤρξατο καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ἦλθεν γὰρ ὁ δανειστὴς ὁ πᾶσιν ἀπαλείφων τὰ ἐγκλήματα· ὁ ἄφθονος βασιλεὺς ἐπεδήμησεν· πάρεστιν ὁ δικαστὴς τῆς φυλακῆς τοὺς ὑπευθύνους ἐλευθερῶν, ὁ λύων τοὺς κλοιούς, ὁ ἀπαλείφων πᾶσιν ἐγκλήματα, «ὁ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν, ὁ βαρύνων τὰ ὦτα αὐτοῦ ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος.» «Μετανοεῖτε»· πλύνατε τῷ λόγῳ τὰς πράξεις, γλώσσῃ τὸ στόμα ἀποσμήξατε, εὐχῇ τὸν βίον καθάρατε, προσενέγκατε θυσίαν ἥτις πολλῶν ἄρχει. «

Μετανοεῖτε»· οὐκοῦν ὁ μετανοῶν οὐ μόνον τῶν δεινῶν ἀπαλλάττεται ἀλλὰ καὶ τῶν ἀγαθῶν κληρονομίαν δέχεται, οὐ μόνον κακίας ἐλεύθερος ἀλλὰ καὶ γεωργὸς δικαιοσύνης γίνεται. «Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Οἱ δυνατοὶ βιάσασθε, οἱ ἀσθενεῖς δυναμώθητε, οἱ χωλοὶ τρέχετε καὶ οἱ τρέχοντες σπεύσατε καὶ οἱ σπεύδοντες ἑαυτοῖς μὴ θαρρήσητε, ἀλλὰ τῷ θεῷ τῷ τὸν δρόμον ἰθύνοντι· «Οὐ γὰρ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.» «Μετανοεῖτε»· οὐκ ἔστι γὰρ κακία νικῶσα τὴν μετάνοιαν, οὐκ ἔστιν ἰὸς ὅστις δύναται τούτου τοῦ μέλιτος ἀποσβέσαι τὴν δύναμιν· πᾶσιν ὁ διάβολος παλαίει καὶ πᾶσιν ἀνθίσταται καὶ πᾶσιν μάχεται· πρὸς μόνην οὐ τολμᾷ παλαῖσαι τὴν μετάνοιαν· αὐτὴ γὰρ αὐτοῦ ἐκ τῶν φαρύγγων ἐκβάλλει τὸ πρόβατον, ἐξ αὐτῆς ἀποσπᾷ τῆς χειρὸς τοῦ τυράννου τὸν αἰχμάλωτον. «Καὶ περιπατῶν ὁ Ἰησοῦς εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ.» Πολλοὺς ἰδὼν παρεῖδεν, ἐπειδὴ τῶν δεσποτικῶν ὀφθαλμῶν ἦσαν ἀνάξιοι. «Εἶδεν δύο ἀδελφούς», οὐ σώματι μόνον ἀλλὰ καὶ τὴν ψυχήν, τὴν φύσιν καὶ τὴν χάριν, τὴν πολιτείαν καὶ τὴν συγγένειαν. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον», οὐ τὸν κληθησόμενον· περὶ γὰρ τῆς κλήσεως ἠξιωμένος ἐτύγχανεν.

ᾜδει γὰρ ὅτι ὁ Χριστὸς πρὸς αὐτὸν εἰρηκὼς ἦν· «Σὺ εἶ Σίμων, σὺ κληθήσῃ Κηφᾶς ὁ λεγόμενος Πέτρος.» Ἰδοὺ πρὸ τῆς ὁμολογίας τὸν μισθὸν ἔχεις καὶ πρὶν ἐργάσῃ τὸν ἀμπελῶνα τὸ δηνάριον ἔλαβες, πρὶν ἀνάψῃς τὸν βωμὸν τὴν θυσίαν προσδέδεξαι, πρὶν κηρύξῃς ἐστεφανώθης, πρὶν εὐαγγελίσῃ τὸ τῆς θεολογίας σοι βραβεῖον ὑπήντησεν. Αἴτιος δὲ αὐτοῦ τούτου ὁ Ἀνδρέας ἐγένετο καὶ τούτου χάριν ὁ Μαθθαῖος προσέθηκεν· «Καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», καίτοι ἦν ἅπαξ εἰρηκώς· «Εἶδεν δύο ἀδελφούς», ἀλλ᾽ ὅμως ἰδοὺ νῦν ἀναλαμβάνει καὶ δεύτερον, εὐεργέτην κηρύξαι τὸν Ἀνδρέαν τοῦ Πέτρου βουλόμενος. Διὰ τοῦτό φησιν· «Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ», τὸν πληρώσαντα τὴν ἐντολὴν ἣν ἐν Παροιμίαις ὁ Σολομὼν προϋπέγραψεν· «Ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι», ἐν τοῖς ἄγαν συμφέρουσιν, ἐν τοῖς λίαν σπουδαίοις, ἐν τοῖς σφόδρα κατεπείγουσιν· τοῦτο γὰρ ὡς ἀναγκαίας καὶ ἀπαραιτήτους αἰτίας ἡ σοφία ἐκάλεσεν· «Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι.» Οὐ τοίνυν παρεῖδεν ὁ Ἀνδρέας τὸν Πέτρον κατεπειγούσης τῆς κλήσεως· ἀκήκοας γὰρ ὅπως πρὸς αὐτὸν ἔλεγεν· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν.» Δράμε, Πέτρε, φησίν, πρὶν προλάβωσι Πέτροι, πρὶν ἄλλοι τῶν πρωτείων ἐπιλάβωνται· οὗτος γὰρ ὅθεν θέλει στρατολογεῖ, οὗτός ἐστιν ὁ ἀπὸ «τῶν ὁδῶν καὶ φραγμῶν» ἀθροίζων, ὁ πόρνους καὶ τελῶνας σφραγίζων.

Ἔνθα ἂν ῥίψῃ τὸν σπόρον, ἐκεῖ ἡ γῆ καρποφορεῖ, ὅπου τὸ κλῆμα φυτεύσει ἡ ἄμπελος παραχρῆμα ἀνέρχεται, ἔνθα ἂν ῥίψῃ τὸ δίκτυον, πλῆρες ἰχθύων εὑρίσκεται. «Εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.» Θαύμασον τοῦ Χριστοῦ τὴν φιλοτιμίαν ὅτι τοὺς πτωχοὺς καὶ ἀπαιδεύτους καὶ ἀγραμμάτους καὶ ἁλιεῖς ἐκλέλεκται. Ἡ σοφία γὰρ οὐ χρῄζει συνηγόρων ἀλλ᾽ ὑπουργῶν· οὐδεὶς γὰρ αὐτῇ παρέχει, παρ᾽ αὐτῆς δὲ πάντες τὰ πάντα λαμβάνομεν· οὐδεὶς γὰρ δανείζει τῷ πλουσίῳ, πάντες γὰρ παρ᾽ αὐτοῦ δανειζόμεθα. Τί τοίνυν χρεία σοφῶν ἔσται ἐν τῷ κηρύγματι; Δεῖ γὰρ γενέσθαι μωρὸν τὸν τῆς ἀληθοῦς σοφίας μεταλαμβάνειν μέλλοντα.

Θαύμασον τοῦ Χριστοῦ τὴν σοφίαν καὶ τῶν ἀποστόλων τὴν ἐκλογὴν μακάρισον. Οἷα ἀνθ᾽ οἵων ἠλλάξαντο; Δηλοῖ γὰρ τὰ ἐχόμενα τοῦ λέγειν αὐτοῖς· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Τῶν ἀρχαίων ἁπάντων ἐπιλάθεσθε, ἀρνήσασθε τοὺς γονεῖς τῆς σαρκὸς ἵνα τὸν πατέρα τὸν ἀληθινὸν ἀπολάβητε.

Μικρὸς ὑμῖν ὁ κόσμος ἔστω ὅλος, πρὸς τὸν ποιητὴν τὸν ἑαυτοῦ κρινόμενος. «Δεῦτε ὀπίσω μου»· πρὸς γὰρ ζωὴν ὑμᾶς ἀνάγω, πρὸς τὸ φῶς χειραγωγῶ. «Δεῦτε ὀπίσω μου», ἵνα πατριάρχας προλάβητε, ἵνα πρὸ τῶν προφητῶν τὸν κλῆρον ὑποδέξησθε· καὶ ἔσχατοι ὄντες γενήσεσθε πρῶτοι, ἵνα οἱ περὶ τὴν ἑνδεκάτην τῶν πρωῒ ἅμα μισθωθέντων ἀνώτεροι γένησθε. «Δεῦτε ὀπίσω μου»· ἐμοὶ γὰρ ἀκολουθοῦντες βίον ἕξετε ἄπονον· χωρὶς γὰρ ἀργυρίου πλουτήσετε, χωρὶς φαρμάκων ἰατροὶ τῆς οἰκουμένης ἔσεσθε, χωρὶς ὅπλων εὑρεθήσεσθε τῶν ἐχθρῶν δυνατώτεροι. «Δεῦτε ὀπίσω μου»· «Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου», «ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια», ἐγὼ πρὸς τὸν Πατέρα χειραγωγῶ, «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν καὶ καταπατεῖν λέοντα καὶ δράκοντα» τοῖς ὀπίσω μου πορευομένοις δίδωμι. «Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.» Μακαρίσαι τοίνυν προσῆκεν τὴν τῶν ἀποστόλων εὐγνωμοσύνην· ὅπερ γὰρ εἶχον ἀφῆκαν, ἣν εἶχον ἀφορμὴν τοῦ βίου ταύτην ὑπερεῖδον.

Ὅλος ἦν αὐτοῖς ὁ θησαυρὸς καὶ ὅλος ὁ πλοῦτος τὰ δίκτυα· τὴν γὰρ ζωὴν ἐν σαγήναις εἶχον· ἡ τῶν ἰχθύων ἄγρα τὰς ἐλπίδας τοῦ βίου ἔτρεφεν. Οἱ δὲ ἀφῆκαν καὶ ταῦτα, οὐκ εἶπον πρὸς ἑαυτούς· λήρους ἡμῖν οὗτος καὶ μύθους περιττοὺς διαλέγεται, ἁλιεῖς ἀνθρώπων καταστῆσαι ἐπαγγέλλεται. Καὶ ποῦ τοιοῦτον δίκτυον;