Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἀνδρέαν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η εμφάνιση του Αναστάντος και η αναγγελία στον Πέτρο

Ερμηνεία των εμφανίσεων του Χριστού στις μυροφόρους γυναίκες σε αντιδιαστολή με τους μαθητές, και ο ρόλος του Ανδρέα στην αναγγελία του μηνύματος στον απόστολο Πέτρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Ὁ παρ᾽ ὑμῶν ὧδε ζητούμενος ἐν οὐρανοῖς καθέζεται, ὁ ἐνταῦθα ψηλαφώμενος ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται, ὁ γενόμενος νεκρὸς ἵνα νεκρῶν καὶ ζώντων κυριεύσῃ τὴν ζωὴν οὐ κατέλιπεν· αὐτὸς γὰρ πᾶσι δανείζει τὴν ζωήν, ἐξ αὐτοῦ πᾶσα ἡ φύσις ἐμπνεῖται, ἐν αὐτῷ κινεῖται τὰ κινούμενα, τὰ συνεστῶτα συνίσταται, ἐνεργεῖ τὰ ἐνεργούμενα.» Ἐκεῖθεν αἱ γυναῖκες ἐξελθοῦσαι τῷ Ἰησοῦ συνήντησαν, καὶ τὸν ὄρθρον εἶδον ὡς ὄρθρον, καὶ εἶπον πρὸς αὐτὸν ὅπερ ὁ Δαυὶδ ἐν προφητείαις ἔψαλλεν· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Εἰ δὲ λέγεις· «Αἱ μὲν γυναῖκες εὗρον, οὐχ εὗρον δὲ οἱ ἀπόστολοι», καὶ «Πῶς ἐστι κέρδος κοινόν; Πῶς τὸ εὑρεθὲν ὅλης τῆς φύσεως γίνεται σωτηρία;» περιττὸν ζητεῖς, μάτην ἐγκαλεῖς. Εὗρον γὰρ αἱ γυναῖκες ὅπερ διὰ τῆς Εὔας ἀπώλεσαν πρότερον. Εὗρεν τὸ κέρδος ἡ παρασχοῦσα τῆς ζημίας τὴν ὑπόθεσιν. Πλὴν ἀνάγνωθι τῆς προφητείας τὰ λείποντα· «Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ταῦτα σαφῶς κατὰ λέξιν πεπλήρωται. Οὐ χρῄζει θεωρίας ὁ λόγος, ἀλληγορεῖν οὐ δεόμεθα τοῦ προφήτου τὴν ἔννοιαν· «Ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.»

Ὅρα τοίνυν αὐτὸν πρώϊμον ταῖς γυναιξίν, ὄψιμον δὲ τοῖς ἀποστόλοις φαινόμενον· πρωῒ μὲν γὰρ ἐνταῦθα ταῖς γυναιξὶν «Χαίρετε», ὀψὲ δὲ ἐν τῇ Σιὼν «Εἰρήνην» τοῖς μαθηταῖς προσεφώνησεν· «Χαίρετε» ταῖς γυναιξὶν ἵνα λύσῃ τῆς λύπης τὴν ἀπόφασιν, «Εἰρήνην» τοῖς μαθηταῖς, ἵνα καταλύσῃ τὴν ἔχθραν ἣν ὁ δράκων ἐφύτευσεν. Διὸ πρὸς αὐτοὺς μετὰ ταύτης τῆς διαστολῆς ἔλεγεν· «Εἰρήνη ὑμῖν· τῷ γὰρ διαβόλῳ ὁ πόλεμος, ἡ πρὸς ἐκεῖνον ἔχθρα μένει· δεῖ γὰρ αὐτοῦ συντριβῆναι τὸ κέρας, δεῖ αὐτοῦ τὸν ἰὸν ἐκχυθῆναι, δεῖ πατηθῆναι αὐτοῦ τὸ κέντρον. Νῦν ὅπλα χαλκεύσω οἷς κατ᾽ αὐτοῦ συγκροτηθήσεται πόλεμος.» Οὐ μάτην τοίνυν ὁ Ἀνδρέας τῷ Πέτρῳ ἀπήγγειλεν· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν», ἐπειδὴ καὶ ὁ θεὸς τοιαῦτα διὰ τῆς Ἠσαΐου προφητείας ἐφθέγγετο· «Ἐὰν ἐπιζητήσῃς, ζήτει καὶ παρ᾽ ἐμοὶ οἴκει.» Ὅθεν τὸν Χριστὸν ὁ Ἀνδρέας ἐπερωτᾶν ἐτόλμησεν· «Οἶδα γὰρ ὡς οἰκίαν ἐπὶ τῆς γῆς οὐκ ἔχεις, οὐκ οἰκοδομεῖς ἐν τῇ φθορᾷ, οὐ σκηνοποιεῖς ἐν πλίνθῳ. ‘Ποῦ μένεις;’ ἵνα θυρωρὸς τῆς αὐλῆς τῆς δεσποτικῆς γένωμαι. ‘Ἐξελεξάμην γὰρ παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.’ ‘Ποῦ μένεις;’ Ἐὰν μάθω, τῆς θύρας οὐκ ἀφίσταμαι.»