Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἀνδρέαν (Νόθος)
Η προφητεία του Ωσηέ και η εκπλήρωσή της
Παράθεση της προφητείας του Ωσηέ με αναφορά στους Ιουδαίους και ερμηνεία της εκπλήρωσής της στο Πάθος, την ταφή και την Ανάσταση του Κυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προφητεία του Ωσηέ και η εκπλήρωσή της
Παράθεση της προφητείας του Ωσηέ με αναφορά στους Ιουδαίους και ερμηνεία της εκπλήρωσής της στο Πάθος, την ταφή και την Ανάσταση του Κυρίου.
Εὗρεν οὗ τὴν εὕρεσιν ἡμῖν προφήτης ἄριστος Ὡσηὲ διελέγετο· «Ἐν ἡμέρᾳ θλίψεως αὐτῶν, ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν καὶ ἰάσατο ἡμᾶς· πατάξει καὶ μοτώσει ἡμᾶς· ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐναντίον αὐτοῦ, καὶ διώξομεν τοῦ γνῶναι τὸν κύριον· ὡς ὄρθρον ἕτοιμον εὑρήκαμεν αὐτόν, καὶ ἥξει ἡμῖν ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.» Ἐνταῦθά μοι κάλει τὸν Ἰουδαῖον εἰς κρίσιν, εἰς δικαστήριον ἄγαγε τὸν ἀγνώμονα. Ἀνάγνωθι τὸν προφήτην καὶ τὴν βίβλον περίπτυξον. Προφερέσθω κατ᾽ αὐτοῦ τὰ παρ᾽ αὐτοῦ· παρ᾽ αὐτῷ γὰρ γέγραπται, εἰ καὶ παρ᾽ ἐμοὶ πέπρακται.
Λέγω τοίνυν τὴν ἑρμηνείαν τῶν προφητικῶν. Σύστηθί πως ἐπὶ σοὶ πῶς καὶ πότε γεγένηται· ὅτι μὲν γὰρ ἐπατάχθητε, καὶ ὑμεῖς ὁμολογεῖτε καὶ ἡμεῖς αἰσθανόμεθα· ἀλλ᾽ οὐ βλέπω σου θεραπείαν, οὐ θεωρῶ τὴν ἴασιν. Τοὐναντίον δὲ τὸ τραῦμα ἐν φλεγμονῇ, ἡ νόσος χαλεπωτέρα γέγονεν, ἡ ἀρρωστία ἀπογνωσθεῖσα πρὸς θάνατον ἔδραμεν. Ἐπειδὴ τοίνυν οὐκ ἔχεις τῆς προφητείας παρασχεῖν τὴν ἀπόδειξιν, ἐγὼ καὶ τὸν λόγον τὸν προφητικὸν ἑρμηνεύσω· τὸν καιρὸν παριστῶ καὶ τὸν τόπον ἐπιδείκνυμι καὶ πᾶσαν καλῶ τὴν κτίσιν, οὐ τοῖς ἐμοῖς ῥήμασιν ἀλλὰ τοῖς θείοις μαρτυρῆσαι δεσποτικοῖς θαύμασι.
Πέπαικε τοίνυν ἡμᾶς ὁ θεός, ἡνίκα τοῦ Ἀδὰμ κατεδίκασε θάνατον, ὅτε τὸν ἄρτον ἡμᾶς ἐσθίειν ἐν ἱδρῶτι τοῦ προσώπου κατέκρινεν, ὅτε τὴν γῆν ἡμῖν ἀνατέλλειν ἀκάνθας καὶ τριβόλους ἐκέλευσεν, ὅταν διὰ τοῦ πρωτοπλάστου ὅλον τὸ γένος 〈ἐκ〉 «τοῦ παραδείσου τῆς τρυφῆς» ἐξέβαλεν. Ἀλλὰ παίσας ἰάσατο καὶ πατάξας ἐμότωσεν. Πῶς καὶ τίνα τρόπον; Ἄκουε τοῦ Ἠσαΐου λέγοντος· «Παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν», ὥστε οὐδὲν τῶν εἰρημένων τῷ προφήτῃ διέψευσται. Δείξει γὰρ τὰ ἐχόμενα μάλιστα· «Πατάξει ἡμᾶς καὶ ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα.» Ἆρα μέμνησαι τὸν καιρὸν ἐν ᾧ τὸν Χριστὸν ἐσταύρωσας, ἐν ᾧ τὴν ζωὴν ἐπὶ ξύλου θεωρῶν κρεμαμένην οὐκ ἐπίστευσας; Ἐπιγινώσκεις τὸ παρὰ σοῦ πραχθὲν δρᾶμα καὶ τὰ τοῦ δράματος θαύματα, ὅτε γυμνὸς ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ὡς ἐπὶ γάμον ἀνήγετο. Ἁμαρτίαν γὰρ οὐκ ἔχων, ἱμάτιον οὐκ ἔχρῃζεν· ἄμωμος ἦν καὶ λανθάνειν οὐκ ὤφειλεν· οὐδὲν ἦν ἄσχημον αὐτῷ· αὐτὸς γὰρ τὰ εὐσχήμονα δείκνυσιν. Ἡ κτίσις δ᾽ ὅμως τοῦ δεσποτικοῦ κάλλους τὰς ἀστραπὰς οὐκ ἔφερεν, ἀλλὰ φῶς ἐνίκα τὸ φῶς, ἥλιος ἡλίῳ παρεχώρει, ὁ αἰσθητὸς τῷ νοητῷ, ὁ τρέχων τῷ πανταχοῦ ὄντι, ὁ ἐν τόπῳ τῷ ὑπὲρ τόπον, ὁ δύνων τῷ μὴ δύνοντι, ὁ τὴν νύκτα κινῶν τῷ θεμένῳ τὰ τῆς νυκτὸς καὶ τῆς ἡμέρας ὅρια.
Ἦν δὲ τότε νύξ· τὸ γὰρ σκότος πᾶσαν κατέσχε τὴν γῆν, ἀλλ᾽ ἡμέρα πάλιν ἀπὸ ἐνάτης ὥρας μέχρι ἑσπέρας ἔδραμεν, καὶ πάλιν τῇ ἡμέρᾳ νὺξ κατὰ τὸν νόμον τὸν ἐπ᾽ αὐτῆς ἠκολούθησεν, καὶ πάλιν ἡμέρα τὴν νύκτα διαδέχεται. Ὁ δὲ ἡμερῶν δύο δρόμος κατὰ τάξιν γεγένηται, καὶ πέρας ἔσχεν ὁ τῆς προφητείας ὅρος· «Ὑγιώσει ἡμᾶς μετὰ δύο ἡμέρας.» Πέρας τότε καὶ τὸ ἑξῆς ἐλάμβανεν· «Ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ», φησίν, «ἀναστησόμεθα.» Ἀνέστη γὰρ ὁ Χριστὸς καὶ ἡμεῖς συνανέστημεν. Ἀνῆλθεν ἐκ τῶν νεκρῶν ὁ τῶν νεκρῶν ἐλευθερωτὴς καὶ τὸ γένος ἀνεβίου τὸ ἡμέτερον, ἐπειδὴ δὲ καθ᾽ ἅ φησιν ὁ θεσπέσιος Παῦλος· «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Μάρτυς δὲ ὁ τάφος οὗτος, ἡ τῶν ζώντων χαρά, ἡ τῶν νεκρῶν παράκλησις.
Μάρτυς ὁ λίθος οὗτος ὁ κυλισθεὶς καὶ κυλίσας ὅλα τὰ τῶν δαιμόνων εἴδωλα, οὐ μόνον δὲ κυλίσας, ἀλλὰ καὶ συντρίψας καὶ λεπτύνας καὶ τῷ πτύῳ λικμήσας τοῦ σταυροῦ καὶ 〈ἀπὸ〉 τῆς γῆς «ἐκφυσήσας ὥσπερ χοῦν ἀφ᾽ ἅλωνος καὶ ὥσπερ ἀπὸ καπνοδόχης ἀτμίδα» καὶ τῇ ῥιπῇ καὶ τῷ ῥοίζῳ τοῦ πνεύματος. Μάρτυρες αἱ γυναῖκες αὐταὶ ἀντὶ τῶν ποτε γυναικῶν ἡμέρας ἑκάστης καὶ νυκτὸς αἰσθητὰ καὶ νοητὰ μύρα τῷ νυμφίῳ εἰσφέρουσαι. Μάρτυς ὁ λευχείμων ἱερεὺς ὁ τῆς ἐκκλησίας ἄγγελος βοῶν πρὸς αὐτάς· «Μὴ φοβεῖσθε· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον ζητεῖτε.» Ἀλλὰ τὴν ὥραν ἐπιζητεῖς; Φησὶ γάρ· «ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Λουκᾶς σοι καὶ τοῦτο ἀπαγγεῖλαι δυνήσεται· «Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τῆς θύρας τοῦ μνημείου· εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· ‘Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;’ Τί λογίζεσθε περὶ τῆς ζωῆς τὰ τῆς ζωῆς ἀλλότρια;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.