Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἀνδρέαν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Εισαγωγικός έπαινος και η αναγνώριση του Μεσσία από τον Πρωτόκλητο Ανδρέα

Εγκώμιο στον απόστολο Ανδρέα, ο οποίος συγκεντρώνει τους πιστούς στην εορτή, και αναφορά στην πρωταρχική του κλήση καθώς και στην ομολογία του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 5

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν ἀπόστολον. Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, σάλπιγξ ἣν ἐχάλκευσεν ὁ Χριστὸς σφύρᾳ τῷ σταυρῷ, ἄκμονι τῷ εὐαγγελίῳ, πυρὶ τῷ πνεύματι, ἀσκοῖς εἰπεῖν θαρρῶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ χαλκευσάμενος, σάλπιγξ ἣν εἰπεῖν οὐκ ἄτοπον, προφητικόν τε ὁμοῦ καὶ ψαλμικὸν αὐτῇ δανεισάμενος ἐγκώμιον· «Σαλπίσατε».

Πᾶσι γὰρ Ἀνδρέας τῆς χάριτος μεταδίδωσι, πᾶσιν δανείζει τὴν χορηγίαν τοῦ Πνεύματος, πάντας εἰς τὸν ἀγῶνα στρατολογεῖ ὁ πρὸ πάντων κληθεὶς μετὰ πάντων στεφανωθῆναι βουλόμενος. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος ἄξια τοῦ Χριστοῦ τὰ μυστήρια πάσῃ διαδοθῆναι τῇ γῇ, πᾶσιν ὀφείλονται κηρυχθῆναι τοῖς ἔθνεσιν. «Σαλπίσατε», ἐπειδὴ σάλπιγγος νοητῆς τεκμήριον ἡ πανήγυρις· πολέμου γὰρ χρεία καὶ μάχης, ἀγῶνος καὶ πάλης, ὅπλων δεξιῶν καὶ ἀριστερῶν εἰς τὴν τοῦ προκειμένου κατόρθωσιν. «Σαλπίσατε», ἵνα τῇ φωνῇ τὸν ἐχθρὸν καταλάβητε καὶ τῆς νοητῆς Ἰεριχὼ τὰ τείχη καταστρέψητε. Ὁ ἦχος εἰς ὦτα κωφῶν εἰσέλθοι, ἐκ νεκρῶν ἐγείροι τοὺς ἴσα θανάτῳ τὸν βαρὺν ὕπνον τῆς ἁμαρτίας καθεύδοντας. «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι»· νῦν γὰρ ὁ βίος ἡμῶν νεομηνία γέγονεν, τὸ γῆρας ἀπέθετο, τὰς ῥυτίδας ἀπέσμηξεν, νέος ἐκ παλαιοῦ διὰ τὸν ἐγκαινισμὸν τοῦ μυστηρίου γεγένηται «ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν». Τί γὰρ τῆς παρούσης ἑορτῆς εὐσημότερον ἐν ᾗ πάντα τὰ ἔθνη κροτήσει χεῖρας; Πᾶσα ἡ γῆ πρὸς εὐωχίαν συνάγεται, βασιλεῖς τιμῆσαι τὸν ἁλιέα συντρέχουσιν, οἱ ζῶντες τροφὴν αἰτοῦσιν τὸν εἶναι δοκοῦντα νεκρόν, οἱ σοφοὶ πρὸς τὸν ἀγράμματον ὡς πρὸς διδάσκαλον σπεύδουσιν· κοινὸν τοῦ κόσμου τὸ τοῦ πτωχοῦ δεῖπνον, κοινὴ πρὸς πάσας τὰς πόλεις ἡ πανήγυρις.

Σάλπιγξ ἡμᾶς ἀποστολικὴ πρὸς πανήγυριν ἤθροισεν, Ἀνδρέας ὁ τοῦ χοροῦ τῶν ἀποστόλων πρωτότοκος, ὁ πρωτοπαγὴς τῆς ἐκκλησίας στῦλος, ὁ πρὸ Πέτρου Πέτρος, ὁ τοῦ θεμελίου θεμέλιος, ὁ τῆς ἀπαρχῆς ἀρχή, ὁ πρὶν κληθῆναι καλῶν, ὁ πρὶν σφραγισθῆναι σφραγίζων, ὁ πρὶν προσαχθῆναι προσάγων, εὐαγγέλιον κηρύττων ὃ μηδέπω πεπίστευται, θύραν ἀνοίγων ἣν τέως οὐκ ἦν εἰσελθών, πρὶν μαθεῖν ἀποκαλύπτων τὴν ζωήν, ἄρτον ἐπαγγελλόμενος ὅσον μετὰ χεῖρας οὐκ ἔλαβεν. Μὴ γάρ τι μέγα ἢ μικρὸν τῶν εἰς μάθησιν ἀκηκοὼς ἐτύγχανεν; «Ποῦ μένεις;» αὐτὸς τῷ Ἰησοῦ ἔλεγεν. Ὁ δέ· «Ἔρχεσθε καὶ ὄψεσθε.» Καὶ τί τοιοῦτον ἡ λέξις εἶχεν οἷον Ἀνδρέας προλαμβάνει καὶ φθέγγεται;

Μὴ γὰρ τὴν ἑαυτοῦ δόξαν ἐν τούτοις ὁ Χριστὸς ἀπεκάλυψεν; Μὴ ὅσης ἂν εἶχεν δυνάμεως ἑαυτὸν ἔδειξεν; Μὴ δημιουργὸν ἑαυτὸν καὶ ποιητὴν ἀπήγγειλεν; Μὴ χωλῶν ἔταξε δρόμον; Μὴ τυφλῶν ἀνῆψεν ὀφθαλμούς; Μὴ ὑπὲρ φύσιν ἠνάγκασεν; Πόθεν σοι τοίνυν τοιαῦτα περὶ αὐτοῦ λέγειν; Πῶς γέγονας προφήτης, πῶς θεοφόρος ἀθρόον; Τί θορυβεῖς τοῦ Πέτρου τὰς ἀκοάς;

Τί φθάσαι σπεύδεις ὃν οὐ δύνῃ φθάσαι; Ἀλλ᾽ Ἰωάννης, ἐρεῖς, πρὸς τούτους σε τοὺς λόγους ἐκίνησεν. Καὶ μὴν ταῦτα μόνα σου παρόντος ἐφθέγξατο· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Σὺ δὲ ἀμνὸν ἀκούσας εὐαγγελίζει θεόν, ἀφῆκας τὰ κάτω καὶ τὰ ἄνω πολυπραγμονεῖς, εἴασας τὴν λίμνην καὶ τὸ δίκτυον εἰς τὸν οὐρανὸν ἔπεμψας· μὴ γὰρ ταῦτα σαγήνη θηρᾶν οἶδεν, μὴ κάλαμος ἁλιευτικὸς ἕλκει; Σοῦ τῆς χειρὸς ἡ γῆ καὶ ὁ οὐρανὸς κρέμαται. Τί λέγεις· «Εὑρήκαμεν τὸν Μεσσίαν τὸν λεγόμενον Χριστόν»; Ποῦ γὰρ αὐτὸν καὶ πῶς καὶ πότε ἀπώλεσας; Εὑρίσκει τις τὸ ἀπολωλός· ὁ δὲ πάντας σῴζων πῶς ἀπολέσθαι δύναται; Ὁ πανταχοῦ παρὼν πῶς εὑρεθῆναι δύναται ἢ λέγεται; Ἀλλὰ γὰρ οἶδεν ὁ Ἀνδρέας ὃ λέγει· Εὑρήκαμεν ὃν ἀπώλεσεν ὁ Ἀδάμ, ὃν ἐζημιώθη ἡ Εὔα, ὃν ἡ νεφέλη τῆς ἁμαρτίας ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων ἔκρυψεν, ὃν ἐχώρισεν ἡ παρακοὴ καὶ μακρὰν ἐγγὺς ὄντα καὶ παρόντα νομισθῆναι πεποίηκεν. Εὑρήκαμεν ὃν ἐκζητῆσαι καὶ Δαυὶδ ἐσεμνύνετο· «Ἐν ἡμέρᾳ», φησίν, «θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα.» Ἀλλὰ καὶ Σοφονίας βοᾷ· «Ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς»· εὑρεθεὶς γὰρ τοὺς ταπεινοὺς ἀνυψοῖ, ἐγείρει τῆς γῆς, ἀπαλλάττει τῆς φθορᾶς, τῶν ὑψηλῶν ὑψηλοτέρους δείκνυσιν.