Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἀνδρέαν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η πνευματική αλιεία και η τελική δοξολογία

Καταληκτήριος έπαινος της αποστολικής κλήσης ως πνευματικής αλιείας ανθρώπων και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 5

Ποῦ σαγήνη τοιαῦτα δυναμένη θηρᾶν; Τίς δὲ λίμνη, τίς δὲ θάλασσα ἀνθρώπους ἡμῖν τοῖς δικτύοις προσφέρουσα; Τί δὲ τὸ κέρδος τῆς θήρας ἔσται; Ποῦ τὴν θήραν μετὰ τὴν θήραν χρησόμεθα; Ἀλλὰ τῷ καλοῦντι προσέχοντες καὶ τῇ πίστει βεβαιωθέντες καὶ τὸν λόγον ἔχειν τι νενοηκότες ἀπόκρυφον, ἠκολούθησαν αὐτῷ· καὶ παραχρῆμα τῆς γῆς ἄνω γεγόνασι καὶ βασιλέων ὤφθησαν ἐνδοξότεροι, ἀγγέλων ὅμοιοι, λειτουργοὶ θεοῦ, σωτηρίας κήρυκες, ἀθανασίας διάκονοι, ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐκλαμπρότεροι· τούτων γὰρ ἡ δόξα οὐχ ὡς ὑπὸ τῶν οὐρανῶν ἀλλ᾽ ὑπὲρ τῶν οὐρανῶν ἐστιν, τὸ φῶς ἔχουσιν ἄσβεστον, τὸν δρόμον ἀκατάπαυστον, τὰς ἀκτῖνας ἀειφανεῖς, ἃς ἡμεῖς ἐλλαμφθῆναι ταῖς ἡμετέραις διανοίαις εὐξώμεθα. Καὶ αὐτὸ τὸ σκότος ἐκφύγωμεν καὶ τοῦ βίου τὴν ἅλμην ἐκκλίνωμεν καὶ τὴν ἄστατον πορευόμενοι θάλασσαν τὸν κλύδωνα τῶν ψυχοφθόρων κυμάτων ἐκφύγωμεν καὶ γενώμεθα Χριστοῦ ἀγραμμάτων ἀποστόλων ἰχθύες τῆς ἄνω σαγήνης, ὄψα τῆς δεσποτικῆς τραπέζης ἣν ὁ βασιλεὺς τῶν βασιλευόντων δειπνεῖ βρῶσιν τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.