Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Προκόπιον
Εγκώμιο του μάρτυρα και έλεγχος της ειδωλολατρίας
Αντιπαραβολή του αγίου με βιβλικά πρόσωπα, περιγραφή των θαυμάτων του και ρητορική ανάπτυξη περί της πλάνης των ειδώλων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο του μάρτυρα και έλεγχος της ειδωλολατρίας
Αντιπαραβολή του αγίου με βιβλικά πρόσωπα, περιγραφή των θαυμάτων του και ρητορική ανάπτυξη περί της πλάνης των ειδώλων.
Προκοπίῳ τὴν θυσίαν ὁ Χριστὸς ἐστεφάνωσε, ταῦρον αὐτὸν ἰδὼν ἄγαν εὐπρεπῆ καὶ λίαν ἀνδρεῖον καὶ τῷ πλήθει τῶν ἀρετῶν χρυσόκερω, ἀγέλης μὲν τῆς αὐτῷ φίλης τῶν μαρτύρων πρωτεύοντα, ἀπ᾽ ἐξουσίας δὲ τοὺς ἐχθροὺς τῆς ποίμνης κερατίζοντα, ὄψει μόνῃ καὶ φωνῇ τοὺς ἀνημέρους καὶ φονικοὺς κατακτυποῦντα λέοντας, πίστει καὶ ζήλῳ τὰς πολυστίκτους παρδάλεις τῶν δαιμόνων τροπούμενον, ἀνδρείᾳ καὶ φιλοσοφίᾳ τὰ ποικίλα τῶν θηρῶν γένη τῶν τὸν ἡμέτερον θάνατον ἐρευγομένων σκορπίζοντα, ἔαρ ἡμῖν φαιδρὸν μετὰ τὸν κατηφῆ χειμῶνα τῆς πλάνης ἀνατείλαντα, καὶ Παύλου μὲν μαθητὴν ἀποδειχθέντα τοῖς πράγμασιν, Ἰωάννου δὲ τὴν θεολογίαν πανταχοῦ περιφέροντα, Ἠλίου τοῦ Θεσβίτου τὸ θερμὸν μιμησάμενον φρόνημα, Σαμουὴλ τὴν κλῆσιν ἐκ παιδὸς ὡς ἐκεῖνος ἀσκήσαντα, κρείττονα τοῦ Σαμψών—οὐ γὰρ ἔφθειρε τοὺς βοτρύχους τοῦ πνεύματος—, παράλληλον τῷ Δαυίδ, ἐπειδὴ τοῦ πολυκεφάλου Γολιὰθ τὴν κεφαλὴν ἀπέτεμεν, ἀλλὰ καὶ τοῦ Νῶε τὴν κιβωτὸν ἐν τῇ τῶν ἀρετῶν μιμησάμενον λάρνακι, ἀρνησάμενον ὡς Ἀβραὰμ οἴκου καὶ γένους καὶ πατρίδος προσπάθειαν, ὁλοκαύτωμα καθάπερ Ἰσαὰκ πρὸ τῆς σφαγῆς τοῦ μαρτυρίου τῇ νεκρώσει γεγονότα τοῦ σώματος.
Ἰακὼβ ἐπάλαισε μετὰ θεοῦ, ὑπὲρ θεοῦ δὲ Προκόπιος, καὶ τὸ τρόπαιον σεμνὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνέστησεν. Ἕνα μὲν οὖν συνέτριψε μόσχον Μωυσῆς εἰδωλόχρυσον, πολλὰς δὲ Ἰουδαίων χιλιάδας νόμου βλασφήμους ἔφθειρε· Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ᾽ ὅλα μὲν τῶν εἰδώλων τὰ ξόανα χωρὶς ἀξίνης κατέτρωσεν, ἔθνη δὲ πολλὰ καὶ πόλεις καὶ χώρας προφητοφθόγγῳ γλώττῃ σαγηνεύσας τῷ Χριστῷ προσενήνοχεν. Καθαρὸς ἦν ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ «ἄμεμπτος, ἀληθινὸς ὡς ἐκεῖνος καὶ δίκαιος καὶ θεοσεβὴς καὶ παντὸς πονηροῦ πράγματος ἀπεχόμενος»· ἀληθινὸν μὲν γὰρ ἡ τῆς ὁμολογίας παρρησία συνέστησε, δίκαιον δὲ ἡ τοῦ βίου πολιτεία παρέστησε, θεοσεβῆ τὸ τέλος τῶν ἀγώνων ἐκήρυξε, «παντὸς πονηροῦ πράγματος ἀπεχόμενον» ἡ τῶν ἡδονῶν ἀποχή, ἡ τῆς γαστρὸς ἐγκράτεια, ἡ τῆς τρυφῆς ἀπόγνωσις, τὸ στενὸν τοῦ δείπνου, ἡ τοῦ σώματος νέκρωσις, ἡ πολυειδὴς καὶ πολυμερὴς καὶ πολύτροπος ἄσκησις.
Ἦν τοίνυν καθαρὸς ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ ἄμεμπτος· οὐδὲν γὰρ αὐτοῦ διαβαλεῖν ἢ μέμψασθαι ὁ τὰς τῶν ἁμαρτωλῶν κατηγορίας δειπνῶν καὶ τὰς τῶν δικαίων συκοφαντίας ἐρευγόμενος ἴσχυσεν, οὐκ ἐθάρρησεν εἰπεῖν ἐπ᾽ αὐτῷ· «Μὴ δωρεὰν τὸν κύριον ὁ Προκόπιος σέβεται;» Οὐδὲ γὰρ αὐτῷ ποίμνας προβάτων εὐθηνουμένας ἔβλεπεν, οὐδὲ καμήλων Προκόπιος ἀγέλας ἀχθοφορούσας ἐκέκτητο. Ὄνοι δὲ θήλειαι πόθεν νομάδες τῷ μάρτυρι; Πόθεν ζεύγη βοῶν ἀρούντων τὴν γῆν, τῷ μηδὲ βώλακα γῆς ἑαυτῷ καταλείψαντι; Ἀλλ᾽ οὐδὲ ταῦτα ἐπαγαγεῖν ἐθάρρησεν ὁ κοινὸς συκοφάντης καὶ τὴν ὑπομονὴν λοιδορήσας τοῦ μάρτυρος· «Δέρμα ὑπὲρ δέρματος, πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει.» Μὴ γὰρ παίδων χορὸν ὁ μάρτυς ἢ θυγατέρων στέφανον ὑπῆρχε περικείμενος;
Μὴ οἰκογενῶν τέκνα, μὴ παλλακίδων ἔκγονα, μὴ τὸ σῶμα εὐρωστοῦν εἶχεν; Οὐκ ἄρτος ἦν αὐτῷ τροφὴ καὶ τὸ ὕδωρ ποτόν; Οὐχ ἡ νηστεία συνεχής; Οὐ τὸ δεῖπνον ἀσιτίας στενότερον; Ἄβελ ὡσαύτως ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο· καὶ τὸ σῶμα μὲν εἶχεν ἡ γῆ, ὁ οὐρανὸς δὲ τὸ στόμα, ὁ ᾅδης τὴν γλῶτταν, ὁ κριτὴς τὴν φωνήν, ὁ πηλὸς τὸν πηλόν, τὸν μαργαρίτην ὁ ἔμπορος, πλὴν ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο. Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ᾽ ὑπὲρ τῶν ἐχθρῶν ἐντυγχάνει τῷ θεῷ καὶ συνίσταται, ὑπὲρ Ἑλλήνων πρεσβεύει, ὑπὲρ Ἰουδαίων παρακαλεῖ, ὑπὲρ Σαμαριτῶν μεσιτεύειν ἐπείγεται καὶ τοὺς πολεμίους εὐεργετεῖ μετὰ θάνατον καὶ τῶν παρ᾽ αὐτοῖς κωφῶν ἀναχαλκεύει τὰ ὦτα, τοῖς τυφλοῖς καινοποιεῖ τὸν ἥλιον, τῶν χωλῶν τοὺς πόδας ἐκτείνει, καὶ θεωροῦνται τρέχοντες οἱ τοὺς δακτύλους μὴ κινεῖν δυνάμενοι πρότερον· λεπροὶ γὰρ ταῖς θήκαις οὐκ ἐγγίζουσιν, ἀλλὰ πρὶν μὲν προσελθεῖν τὰς φολίδας ἐκδέρονται, καθαρθέντες δὲ ὡς νυμφῶνι χορευταί, ὡς νυμφαγωγοὶ τῷ νυμφίῳ παρίστανται.
Ἀλλὰ τίς ἱκανὸς κατὰ τάξιν ἐπαινεῖν τὸν Προκόπιον; Ποῖον αὐτοῦ πρῶτον τῶν ἄθλων ἀναλάβωμεν; Ποῖον δεύτερον τάξωμεν; Ποῖον τρίτον ἁρμόσωμεν; Ποῦ δὲ ὁ τέταρτος κείσεται; Ποίαν χώραν πέμπτος εὑρήσει τὴν προσήκουσαν; Ἕκτον αὐτῷ ποῖον ἀπαρτίσομεν στέφανον; Ποῖον ἕβδομον ἐν τοῖς βραβείοις πλέξομεν; Ὄγδοον τίνα τῆς εὐφημίας ἀναβησόμεθα κλίμακα; Ποῖον ἔνατον πύργον ἐγκωμίων χαλκεύσομεν; Τίνα τῶν λόγων δυνησόμεθα παραδραμεῖν ὡς ἔσχατον; Αἰχμάλωτον εἶχεν ἡ πλάνη τὸ γένος τὸ ἀνθρώπινον· ὁ Ἀδὰμ ἠπάτητο, ἀλλὰ τῆς ἀπάτης αἴσθησιν οὐκ ἐλάμβανεν· ὁ θεὸς οὐ θεὸς παρ᾽ αὐτῷ, οἱ λίθοι δὲ θεοί, ὁ ποιητὴς οὐ ποιητής, ποιηταὶ δὲ τὰ ἔργα τῶν χειρῶν, τὰ τῶν δακτύλων γλύμματα, τὰ τοῦ σιδήρου μορφώματα ὅσα ἐφύσησεν ὁ χαλκεὺς καὶ ἡ χωνεία ἐκάθηρεν, ὧν ὁ ἄκμων τὴν γαστέρα ἐκοίλανεν, ἐπλάτυνεν ἡ σφῦρα τὰ νῶτα, τὸν ὦμον ἐκορύφωσεν καὶ τὸν τράχηλον ὕψωσεν, τὴν κεφαλὴν ἐχάλκευσεν καὶ κρανίον ἐπέθηκεν, ὧν ἡ γραφὶς τὴν ἀκοὴν ἐβάθυνεν καὶ τὰς ῥῖνας ἐκύρτωσε, τὰ χείλη περιέγραψε, τοὺς ὀφθαλμοὺς ἐπέγλυψε, τὰς κόρας ἐσχημάτισεν, ἔπλεξε πλοκάμους, ἐκύκλωσεν ὀφρῦς καὶ συνέθηκε βλέφαρα.
Ἔνθεν ὁ ἐχθρὸς κατεσκίρτα τοῦ βίου· τὸ «Οὐ φονεύσεις» ἐπαίζετο, τὸ «Οὐ μοιχεύσεις» ἐγελᾶτο, τὸ «Οὐ κλέψεις» ἤρτητο, τὸ «Οὐ ψευδομαρτυρήσεις» λῆρος εἶναι καὶ μῦθος ἐνομίζετο, τὸ «Οὐκ ἐπιθυμήσεις ὅσα τῷ πλησίον σου ἐστὶν» ἐχθρά τις ἦν ἐντολὴ τῷ βίῳ, καὶ ὁ νόμος ὑπῆρχε τῆς πολιτείας ἀλλότριος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.