Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Προκόπιον

Ἡσύχιος ὁ Πρεσβύτερος

Παραινετικός λόγος και αλληγορία των πνευματικών δοκιμασιών

Προτροπή του αγίου για απομάκρυνση από τα πάθη και την ειδωλολατρία, και παρομοίωση των θλίψεων των πιστών με πνευματικό θερισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Προκόπιος δὲ εἰς μέσον παρελθὼν κοινὴν παραίνεσιν ὑποφαίνει τοῖς μεθύουσιν· «Ἄνδρες, ἀδελφοί ἐστε. Ἵνα τί ἀδικεῖτε ἀλλήλους; Τίνος χάριν ἀγνοεῖτε τοῖς ἀλλήλων ἀναιρούμενοι ξίφεσιν; Ἀνθ᾽ ὅτου δὲ οὐκ ἴστε τοῖς οἰκείοις ἕκαστος ἢ τοῖς τοῦ γείτονος τοξευόμενοι βέλεσιν; Δότε μοι τοὺς ὀφθαλμοὺς οἱ κατὰ γνώμην τυφλοί, μᾶλλον δὲ τοὺς πόδας οἱ τὴν διάνοιαν χωλοὶ πρῶτον ἐπιτρέψατε. Ἵνα τί τὸ θεῖον εἰδώλοις παραβάλλετε καὶ τὸν πάντων ποιητὴν ἐξομοιοῦτε τοῖς κτήνεσιν καὶ τὸν ἐμπνέοντα τὴν κτίσιν ἀψύχοις παραβάλλετε, τὸν τοῦ λόγου φυτευτὴν ἐν τοῖς ἀλόγοις τάττετε; Ἵνα τί δὲ καὶ τὴν ἀρετὴν ἀφέντες ταῖς ἡδοναῖς μεθύσκεσθε; Τὸ χρυσίον οὐχ ἡμῶν, ἀλλὰ τῆς γῆς ἣν ἐλάβομεν, καταπατεῖν εἴχομεν. Ὁ ἄργυρος κτῆμα τοῦ πηλοῦ· τί δὲ πηλὸς τὴν ψυχὴν εὐεργετεῖν τὴν λογικὴν δυνήσεται; Ὁ τῶν ἐσθημάτων πλοῦτος σητῶν ἐστι τροφὴ καὶ ὀφθαλμῶν ἀπάτη εἰκῇ φαντάζουσα καὶ βουκολοῦσα τὸν ἄνθρωπον. Οὐχὶ βύσσον ἦν ὁ πολυθρύλητος ἐνδεδυμένος πλούσιος; Ἀλλὰ κάμινος καὶ χωνεία μελῶν καὶ τήγανον πυριφλεγὲς τῆς γλώττης τὴν βύσσον διεδέξατο.

Οὐκ ἐσθῆτα βασιλικὴν Ἡρῴδης ἠμφίεστο; Ἀλλὰ σκώληκες μετὰ τῆς σαρκὸς καὶ τὴν στολὴν ἐδείπνησαν. Πόσους ὁ Φαραὼ χιτῶνας χρυσοπορφύρους ἐκέκτητο; Ἀλλὰ γυμνὸς ἐν τῷ πελάγει τῷ ἐρυθραίῳ θάπτεται. Σὺ δὲ εἰ πορφύρας ἐπιθυμεῖς, τὴν σωφροσύνην ἄσκησον. Εἰ μέλει σοι βύσσου, δικαιοσύνην κατόρθωσον. Γυμνάζου τὴν ὑπομονήν· βασιλικὸν γὰρ ὑπάρχει περιδέραιον. Ἐργάζου τὴν ἐλεημοσύνην· ὁ γὰρ ταύτης ἱστὸς ἐπὶ τῆς γῆς μὲν ὑφαίνεται, ἐν οὐρανῷ δὲ τέμνεται. Εἰ σπεύδεις τὸν ὑψηλὸν τῇ κεφαλῇ περιδήσασθαι στέφανον, μετέρχου τὴν ταπείνωσιν· οὐδὲν γὰρ ταύτης ἐνδοξότερον παρὰ τῷ θεῷ τέτακται· ὑπὲρ τούτου μήτε πειρασμοὺς φεῦγε μηδὲ κινδύνους εὐλαβοῦ μηδὲ τοὺς ἱδρῶτας παραιτοῦ μηδὲ δειλία τὸν θάνατον.

Μὴ φεῦγε πειρασμούς· »Μακάριος γὰρ ἀνήρ, ὃς ὑπομένει πειρασμόν.» Μὴ παραιτοῦ διωγμούς, ἐπειδὴ «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Μὴ εὐλαβοῦ κίνδυνον· «Κίνδυνοι γὰρ ᾅδου εὕροσάν με, καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην», φησὶν ὁ Δαυίδ, καὶ ὡς σύμμαχος ἐξ οὐρανῶν ἀπήντησεν. Μὴ δειλία τὸν θάνατον· ἄρτι γὰρ ψαλλούσης τῆς ἐκκλησίας ἀκήκοας «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ», καὶ σφόδρα εἰκότως.

Ὁ γὰρ σῖτος πρὸ τοῦ θέρους, αὐτῷ θαρρεῖν οὐδαμῶς ὁ γεωργὸς ἀνέχεται, ἐπειδὴ καὶ βροῦχον ὑφορᾶται καὶ τὴν ἀκρίδα δέδοικε, τὴν ἐρυσίβην πεφόβηται, τὰς βολὰς ὑποπτεύων τῆς χαλάζης οὐ παύεται, τῆς ἀνεμοφόρου πληγῆς ἀγωνιᾷ τὰ τραύματα· ὅταν δὲ ὁ σῖτος τῇ δρεπάνῃ ληφθῇ καὶ ὑπὸ τὴν χεῖρα τοῦ θερίζοντος γένηται καὶ προστεθῇ τοῖς δράγμασι καὶ ταῖς ἁμάξαις σὺν τῇ καλάμῃ βασταχθῇ καὶ καταλάβῃ τὴν ἅλωνα καὶ τὸ πτύον ἀναβῇ καὶ λικμηθεὶς ἔσω τῆς ἀποθήκης ἐσφραγισμένος φυλάττηται, τότε ἐπ᾽ αὐτῷ θαρρεῖ καὶ ὡς πλουτήσας εὐφραίνεται, ὡς οὐ μάτην κοπιάσας σεμνύνεται· καὶ ποτὲ μὲν ἀποθήκας ἀνοίξει καὶ τὰ κλεῖθρα χαλάσει καὶ τὰς θύρας ἀναπετάσει, προσδέξεται· ποτὲ δὲ τὸν σῖτον εἰς μέσον προθεὶς μεταξὺ τῶν ἐμπόρων, ἐπὶ τοῖς πόνοις τῶν χειρῶν τῶν οἰκείων καυχήσεται. Τὸν αὐτὸν δὴ τρόπον ὁ τοῦ γένους σπορεύς, ὁ γεωργὸς τοῦ ἡμετέρου φυράματος, οὐ θαρρεῖ τῷ Ἀδάμ, πρὶν ἂν αὐτὸν ἀπὸ γῆς μετατεθέντα θεάσηται, πρὶν τοὺς πειρασμοὺς διαβῇ, πρὶν τῶν κινδύνων τῶν ὑπὲρ φιλοσοφίας διϊππεύσῃ τὸ στάδιον.

Ὅταν δὲ ἀποδημήσῃ τῆς γῆς, τότε ἐπ᾽ αὐτῷ χαίρει καὶ θαρρεῖ καὶ σεμνύνεται καὶ λέγει πρὸς αὐτόν· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ.» Τότε προστίθησι· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Τότε προσφωνεῖ· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου.» Τότε τῇ πείρᾳ τῶν ἀγαθῶν παρίστησιν ὅτι «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν»· εἴτε θλῖψις πολιορκεῖ τὸν ἄνθρωπον, εἴτε στενοχωρία συνέχει τὸν πιστόν, εἴτε κατέχει γύμνωσις, εἴτε κυκλοῦσι κίνδυνοι, εἴτε ἠκόνηται μάχαιρα, οὐδὲν τούτων χωρίσαι τοῦ Χριστοῦ τὸν πιστόν, οὐδὲν ἀφορίσαι τὸν στρατιώτην τοῦ βασιλέως δυνήσεται.

Εἰ μὲν γὰρ θλῖψις πολιορκεῖ, τὸν Χριστὸν πρύτανιν τῆς χαρᾶς θεωροῦντες εὐφραίνονται· εἰ δὲ στενοχωρία συνέχει, πρὸς τὸν διδάσκαλον ἀφορῶντες πλατύνονται· εἰ δὲ διωγμὸς ἔγκειται, τὸν οὐρανὸν προσδοκῶντες τῆς γῆς οὐ φροντίζουσιν, ἀλλ᾽ ὥστε μὴ προσκόψαι τοὺς πόδας ἀσφαλίζονται· εἰ δὲ λιμὸς ἐπίκειται, τὸν ἄρτον τῆς ζωῆς ψηλαφῶντες χορτάζονται· εἰ δὲ κατέχεται γύμνωσις, ἐνδέδυνται τὸ πνεῦμα, τὴν χάριν περιβάλλονται καὶ τῶν ἐσθημάτων εἰκότως οὐ φροντίζουσιν· εἰ δὲ ἠπείληται κίνδυνος, τὸν στρατηγὸν ἴσασι, τὸν συμμαχοῦντα γινώσκουσι καὶ τοῦ λόγου χαλινῶσαι τὴν παρρησίαν εἰκότως οὐκ ἀνέχονται· εἰ δὲ ἠκόνηται μάχαιρα, ἡ γλῶσσα σιωπᾶν οὐδὲ τυθεῖσα ἀνέχεται· εἰσὶ δὲ πρὸς ἕκαστον τῶν ἐπιόντων ἕτοιμοι ὡς ἄρνες ἄκακοι καὶ ἀκέραια πρόβατα καὶ ἀμνοί, σὺν ἡδονῇ τὸ τοῦ ποιμένος ὑποδεχόμενοι πρόσταγμα· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων», τουτέστιν θαρρεῖτε καὶ πορεύεσθε, σπεύδετε τάχος, τὰ ἔθνη συναγάγετε, τὰς ἀγέλας αὐξήσατε, τοὺς λύκους θορυβήσατε, τὴν τοῦ ποιμένος ἐπιδείξασθε δύναμιν.