Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Στέφανον

Ἡσύχιος ὁ Πρεσβύτερος

Οι τελευταίες προσευχές, η τελική δοξολογία και ο κολοφώνας

Οι ικεσίες του Στεφάνου για την αποδοχή του πνεύματός του και τη συγχώρηση των διωκτών του, ακολουθούμενες από την τελική δοξολογία και τον κολοφώνα του κειμένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ ποῖον ἐλάμβανεν τῆς τελευτῆς ἐφόδιον; Προσευχὴν καὶ τὸ ἐκ ταύτης θυμίαμα· καὶ τὴν σάρκα ἐκδυόμενος τὴν προσευχὴν ἐνεδύετο. Τί δὲ ἦν ἡ προσευχή; «Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου», τουτέστιν· Σὺ λάβε τὸ σόν· ἣν ἔδωκας παραθήκην ἀνάλαβε· ὃν ἐπίστευσας μαργαρίτην ὑπόδεξαι· ὃ κατ᾽ εἰκόνα σὴν ἔχω, τοῦτο πέμπω πρὸς σέ. «Δέξαι τὸ πνεῦμά μου»· οὐκέτι γὰρ εἰς ᾅδου κλαυθμῶνος αἱ ψυχαὶ τῶν δικαίων εἰσέρχονται· οὐκέτι τὰ ζοφερὰ τοῦ θανάτου χωρία τὰ τῶν ζώντων παραλαμβάνει πνεύματα. Μετὰ σὲ τῶν ζώντων ἀπαρχὴν καὶ νεκρῶν ἅμα γενόμενον, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃς, ὅλων θαρρεῖ τῶν νεκρῶν, οὐκ ἔξω λόγου, τὸ φύραμα. «Δέξαι τοίνυν τὸ πνεῦμά μου.» Μὴ συχωρήσῃς τὸ σὸν στρουθίον λοχῆσαι τοῖς θηρεύουσι μηδὲ τοῖς συναντῶσιν ἐν πύλαις ἐχθροῖς τὴν ἐμὴν ἀπὸ τῆς γῆς ἀποδημίαν λυμαίνεσθαι μηδὲ θορυβῆσαί μοι τὴν εἰς οὐρανοὺς ἄνοδον.

Ἀλλὰ ταύτην μὲν ὑπὲρ ἑαυτοῦ τὴν προσευχήν, ἑτέραν δὲ πάλιν ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων ἔθυεν· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Καὶ τοῦτό ἐστιν· οὐ γὰρ εἶπεν· «Μὴ λογίσῃ αὐτοῖς», ἀλλὰ «Μὴ στήσῃς», ἦ πάντως ἵνα ζυγοστάτην ἀκριβῆ μάθῃς εἶναι τὸν κριτὴν τὸν ἡμέτερον, ἑκάστῳ τὰς πράξεις ἐν τῷ καιρῷ τοῦ κριτηρίου σταθμίζοντα. Εἰ γὰρ «ἔστησεν τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ», πῶς οὐ πολὺ μᾶλλον ταλαντεύει τὰ ἡμέτερα εἴτε πταίσματα μὲν οὖν εἴτε κατορθώματα; «Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.» Μὴ ἀναγάγῃς αὐτὴν εἰς τὸν ζυγὸν τῆς κρίσεως· μὴ βαρήσῃς ἐξ ἐμοῦ τοὺς ἀφ᾽ ἑαυτῶν βεβαρημένους· μηδὲ ἡ ἐμὴ εὐλογία ἑτέροις γένηται κατάρας ἀφορμή, μὴ τὸ ἐμὸν κέρδος ζημίας τοῖς Ἰουδαίοις πρόξενον.

Οὐ βούλομαι τὴν ἐμὴν θυσίαν βλάβος γενέσθαι τοῖς θύουσιν. Εἰ γὰρ καὶ πονηρῷ θύουσιν λογισμῷ, ἀλλ᾽ ὅμως αἰσχύνομαι τούτους, οἵτινες ἀφορμὴ καὶ παρὰ γνώμην ἐμοὶ τῆς πρὸς σὲ παρουσίας, τῆς τῶν οὐρανῶν βασιλείας, τῆς ἀπαλλαγῆς τοῦ πηλοῦ, τῆς ἄνω μεταθέσεως, μαρτυρίου νίκης, ὁμολογίας τῆς εἰς σὲ καὶ παρὰ σοῦ. Σὴ γάρ ἐστιν πρὸς ἡμᾶς φωνή, ᾗ προτραπεὶς ἐμαυτὸν ἑτοίμως εἰς θυσίαν ἐπέδωκα, καὶ τὸ αἷμα καθάπερ εἰς κρατῆρα διὰ τῆς ὁμολογίας εἰς τὰς σὰς χεῖρας ἐκένωσα· «Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἡσυχίου εἰς τὸν ἅγιον Στέφανον ἐγκώμιον.