Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Στέφανον

Ἡσύχιος ὁ Πρεσβύτερος

Προοίμιο και πνευματική διακονία του αγίου Στεφάνου

Το εγκώμιο του πρωτομάρτυρος, η παγκόσμια εμβέλεια του κηρύγματός του, καθώς και η αναφορά στις αρετές, τη θαυματουργική του δράση και την πραότητά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 4

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Στέφανον Στεφάνῳ πᾶσα μὲν ἡ γῆ τελείτω τὴν πανήγυριν· πᾶσαν γὰρ ἐφεξῆς τοῖς λόγοις ἐγεώργησεν, καὶ νόμων ἱερῶν πανδημὶ τὴν οἰκουμένην ἐνέπλησεν. Ἔσπειρεν πανταχοῦ τῆς εὐσεβείας τὰ δόγματα, ὅλαις φιλοτιμεῖσθαι ταῖς ἐκκλησίαις τῷ φωτὶ τῆς αὐτοῦ διδασκαλίας ἔδωκεν. Καὶ καθάπερ ἐκ μιᾶς τινος γωνίας τῆς κατ᾽ οὐρανὸν ἀνατέλλων ὁ ἥλιος φωτίζειν ὅλην τὴν κτίσιν τὴν ὁρωμένην ἔλαχεν, οὕτως ἐξ Ἰερουσαλὴμ ἀστράψας ὁ τῶν χαρίτων Στέφανος πόλεις ὅλας καὶ χώρας, ἔθνη καὶ λαούς, φυλὰς καὶ γλώσσας ἀσβέστου θεολογίας ἐνέπλησεν.

Ἀλλ᾽ ἡμεῖς αὐτῷ πλείονας εἰκότως ἑορτὰς ἐποφείλομεν, ἐπειδὴ πολίτης ἐστὶν τοῦ Σταυροῦ, τῆς Βηθλεὲμ οἰκεῖος, τῆς Ἀναστάσεω〈ς〉 ἔκγονος, τῆς Σιὼν τραπεζοποιός, κῆρυξ τῆς Ἀναλήψεως. Παρ᾽ ἡμῖν τὰς αὐλὰς καὶ τὰς σκηνὰς ἐπήξατο· παρ᾽ ἡμῖν τῆς διακονίας τὸν κλῆρον καὶ τὴν μερίδα τοῦ μαρτυρίου ἔλαχεν. Ἐνταῦθα τῆς θυσίας τὸν βωμὸν ἔχει καὶ τῆς εὐλογίας τὸ βῆμα, τῆς διδασκαλίας τὸν ἀγρόν, τῆς ῥητορείας τὸ θέατρον. Ἐντεῦθεν εἰς οὐρανοὺς ἀνήχθη, καὶ πρὸς τὸν Χριστὸν ἀφ᾽ ἡμῶν ἀπεδήμησεν.

Ὅθεν αὐτῷ συχνὰ παρ᾽ ἡμῖν τῶν ἑορτῶν τὰ θέατρα, καὶ πολλάκις αὐτοῦ τὴν παστάδα στεφανοῦμεν, συνεχῶς τὴν ληνὸν σκιρτῶντες ἀναβαίνομεν, καὶ μέλος ᾄδομεν γαμικόν, ᾠδὴν ἐπιλήνιον λέγοντες· «Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.» Ὅπλον γὰρ τοῖς πιστοῖς ὁ τοῦ Στεφάνου ζῆλος, καὶ ἡ γλῶττα τοῖς εὐσεβοῦσι μάχαιρα, καὶ ἡ παρρησία ὁμολογίας παρασκευή, τὸ θάρσος ἀνδρείας προτροπή, ἡ ῥητορεία θεολογίας ὕλη, ἡ διδασκαλία νόμου κατήχησις, προφητῶν γνῶσις, εὐαγγελίων εἴδησις, ἡ θεωρία τῶν κατ᾽ οὐρανόν, μᾶλλον δὲ τῶν ὑπὲρ οὐρανόν, μυστηρίων ἐξήγησις.

Ἀλλὰ τίς ἱκανὸς εἰπεῖν τοῦ Στεφάνου τὰ κατὰ μέρος ἐγκώμια; Τί γὰρ αὐτὸν εἴπω; Μάρτυρα τοῦ φωτός, διάκονον τῆς ζωῆς, στρατιώτην τοῦ Χριστοῦ, λυχνίαν τοῦ Λόγου, μαργαρίτην τοῦ Πνεύματος, ὑπομονῆς ἄνθος, φιλοσοφίας κρηπῖδα, ἀπαθείας ὑπόδειγμα, διδασκάλων ἀπαρχήν, στῦλον ἐκκλησίας, παιδαγωγὸν τῆς χάριτος, ἀρετῶν κλίμακα, προκοπῆς στήλην, πρόδρομον τῶν ἀποστόλων, τῶν μαρτύρων πρωτότοκον, ἡγεμόνα τῆς γνώσεως;

Χηρῶν ἦν λειτουργός, ἀλλὰ τῶν ἐκκλησιῶν αὐτὸς ἑαυτὸν χειροτονήσας γίνεται· ὄψα εἰσφέρειν ταχθείς, ἀντεισφέρει τὰ δόγματα. Εἰς θυσιαστήρια τὰς τραπέζας μετέβαλεν· τοῖς ἐξ οὐρανῶν ἄρτοις, οὐ τοῖς ἐκ γῆς ἐκέχρητο. Τὸν κρατῆρα τῆς μέθης μετέθηκεν εἰς φιάλας τῆς χάριτος· ἀντὶ τοῦ οἴνου τὸ πνεῦμα ἐκίρνα, ἀντὶ ὕδατος αἰσθητοῦ τὸ μυστικὸν καὶ νοητὸν προεβάλλετο.

Πολὺς ἦν καὶ λέγων καὶ πράττων, διδάσκων καὶ θαυματουργῶν, Ἰουδαίους ἐλέγχων, ἀπελαύνων τοὺς δαίμονας, ὁμοῦ τοῦ σώματος καὶ τῆς ψυχῆς τὰς ἀρρωστίας ἰώμενος. Ἤνοιγεν τὸ στόμα, καὶ πᾶσαν ἀκοὴν ἐθήρα· ἐκίνει τὴν γλῶττα〈ν〉, καὶ ὁ θάνατος ἔφευγεν, τὸ ψεῦδος ἐδεσμεῖτο, ἡ ἀγάπη προέκοπτεν.

Ἀμνὸς ὤν, ὑπὲρ τοῦ ποιμένος πρὸς τοὺς λύκους ἐμάχετο· περιστερὰ τυγχάνων, ὑπέταττε τῷ ἀετῷ τοὺς δράκοντας. Ἀγγέλου χαρακτῆρα παρεῖχε σιωπῶν τοῖς δικάζουσι. Ἐγέλα, κυκλοῦντας τοὺς συκοφάντας ὁρῶν· καὶ τοὺς ψευδεῖς θεωρῶν παρισταμένους μάρτυρας, ταῦτα πρὸς ἑαυτὸν ἐκ τῆς τοῦ Δαυὶδ κιθαρῳδίας ἔλεγεν· «Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν.» Ὅσα γὰρ ἂν ὁ συκοφάντης τοξεύσῃ, ὁ τῆς ἀληθείας ἐργάτης οὐ τιτρώσκεται· ὅσα βέλη ὁ πονηρὸς ἀφίησιν, μάτην κινεῖται καὶ πέμπεται· οὐ κεντεῖ γὰρ τὸν εὐθῆ, οὐ πλήττει τὸν ἄκακον, οὐ δάκνει τὸν ἀκέραιον.