Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Χειροτονία και ποιμαντική δράση στην Αντιόχεια

Η χειροτονία του Ιωάννη από τους επισκόπους Μελέτιο και Φλαβιανό, η ποιμαντική του μέριμνα και η καταπολέμηση της αίρεσης των Μαρκιανιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 12

Τότε δὴ ἀγνοούντων πάντων ἀναχωρήσας καὶ ἔρχεται ἔν τινι σπηλαίῳ γλιχόμενος ἡσυχίας. Κἀκεῖ τὸ πλεῖστον ἄγρυπνος διετέλει καὶ ἐκμανθάνων τὰς τοῦ Χριστοῦ διαθήκας. Καὶ διετῆ χρόνον διατρίψας νύκτωρ τε καὶ μεθ’ ἡμέραν σκληραγωγούμενος καὶ ὑπὸ ψύξεως τοὺς νεφροὺς ἤλγησεν. Τότε θεία τις ὄψις τῷ Μελετίῳ ἐπιφοιτήσασα, ὃς τότε τοὺς οἴακας τῶν Ἀντιοχέων ἰθύνων <ἦν>· «Μὴ μέλλε, φησίν, ἄνελθε, φέρε τὸν Ἰωάννην καὶ χειροτόνησον διακονεῖν τὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, ὅτι δι’ αὐτοῦ μέλλει τὸ πνεῦμα τὸ ἅγιον ἐπιστρέψαι ψυχὰς εἰς τὸ φῶς τῆς θεογνωσίας.» Μετ’ οὐ πολὺ δὲ καὶ μόλις αὐτὸν προσέφερε καὶ τῆς διακονίας ἐγκαταστήσας. Καὶ δὴ θερμῶς τῷ θυσιαστηρίῳ ὑπηρετήσας, τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς πάντας διαλάμπων καὶ καθηδύνων τῇ αὐτοῦ συντυχίᾳ. Τότε δὴ καὶ τοὺς «περὶ ἱερωσύνης» λόγους συνέταξεν καὶ τοὺς «πρὸς Σταγειρίτην δαιμονιῶντα» τρεῖς λόγους συνέθετο.

Μετὰ δὲ ταῦτα ἐν Κωνσταντίνου τῇ πόλει κοιμηθεὶς ὁ ὅσιος οὗτος Μελέτιος, ἀναχωρήσας ὁ Ἰωάννης ἔν τινι μοναστηρίῳ κἀκεῖ ἡσυχάζων ἐνιαυτοὺς τρεῖς. Μετὰ δὲ τὴν τελευτὴν τοῦ μακαρίου Μελετίου, Φλαβιανὸς δεξάμενος τῶν Ἀντιοχέων τὸν θρόνον· καὶ πολλὰ παρ’ αὐτοῦ δυσωπηθεὶς χειροτονεῖται πρεσβύτερος τοιούτῳ τρόπῳ. Τούτου τοίνυν τοῦ μακαρίου Φλαβιανοῦ ἐκτελοῦντος τὸν νυκτερινὸν κανόνα, ὤφθη αὐτῷ ἄγγελος λέγων· «Μὴ μέλλε τὸν Ἰωάννην χειροτονῆσαι πρεσβύτερον, ὅτι μέλλει νέον ἀπόστολον αὐτὸν ὁ θεὸς ἀναδεῖξαι καὶ φωτίσαι λαὸν καὶ ἐπιστρέψαι ψυχάς.» Τότε τοίνυν ἄγει τὸν Ἰωάννην εἰς μέσον· καὶ ἀρξάμενος τῆς εὐχῆς τῆς χειροτονίας, ἄφνω περιστερὰ λευκὴ κατελθοῦσα ἔστη ἐπάνω τῆς κεφαλῆς Ἰωάννου, ὥστε πάντας δεδοικέναι καὶ μεγάλως θαυμάσαι τὸ γεγονός. Ἔκτοτε τοίνυν διατρίψας ἐν τῇ τῶν Ἀντιοχέων ἐκκλησίᾳ, δωδεκαετῆ χρόνον ἀποσεμνύνει τὸ ἐκεῖσε ἱερατεῖον τῇ ἀκριβείᾳ τοῦ βίου, τοὺς μὲν ἁγιάζων τῇ σωφροσύνῃ, τοὺς δὲ φωτίζων τῇ διδασκαλίᾳ, τοὺς δὲ ποτίζων τὰ τοῦ πνεύματος νάματα. Ὁρῶν δὲ αὐτὸν ὁ ἐπίσκοπος προκόπτοντα ἐν θεοσεβείᾳ, ἔχοντα δὲ καὶ τὴν ἐπιφοίτησιν τοῦ ἁγίου πνεύματος, πάνυ ἐπετρέπετο παρ’ αὐτοῦ ὁμιλεῖν· καὶ καθ’ ἑκάστην λόγους καὶ διδασκαλίας συνέγραψε· καὶ ἦν ὑπὸ πάντων θαυμαζόμενος κατὰ πνεῦμα.

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παγὶς ἡ διαβολικὴ ἐξηπλώθη ἐν Ἀντιοχείᾳ· καὶ πολλοὶ ἐνέπιπτον ἐν αὐτῇ. Τίς οὖν ἡ παγίς; Ἡ τῶν Μαρκιανιστῶν αἵρεσις ἐπαρρησιάζετο· ὅθεν τοίνυν καὶ ὁ ἄρχων τῆς πόλεως ἐνέπεσεν εἰς αὐτὴν καὶ πολλοὶ δι’ αὐτὸν ἀρνούμενοι τὴν ὀρθόδοξον πίστιν. Ὁ δὲ θεὸς ὁ θέλων πάντας σωθῆναι ἐποίησε καὶ τοῦτο τὸ σημεῖον γενέσθαι. Ἡ τοῦ εἰρημένου ἄρχοντος σύνοικος περιέπεσε δυσεντερικῇ νόσῳ καὶ ἤλγει σφοδρῶς. Ταύτην τοίνυν ἐνέσκεπτον οἱ ἰατροὶ τῆς πόλεως πάντες· καὶ ἡ μὲν τῇ ἡμέρᾳ ἐπὶ τὸ χεῖρον προέκοπτεν καὶ οἱ ἰατροὶ ἐν ἀπορίᾳ διέμενον. Ὁ δέ γε ἄρχων καὶ ἡ γυνή, περὶ τοῦ Ἰωάννου ἀκηκοότες, ἐβάδισαν πρὸς αὐτὸν ἐν τῷ ἱερατείῳ καὶ λέγοντες· «Ἤλθομεν πρὸς σέ, ὦ τιμιώτατε, τοῦ ἀπαλλαγῶμεν τῆς ἡμετέρας νόσου. Οἴδαμεν δὲ ὅτι ὅσ’ ἂν αἰτήσῃς τῷ θεῷ δίδει σοί, ὡς τέλειος μαθητὴς τοῦ Χριστοῦ.» Ὁ δὲ Ἰωάννης ἀποκριθεὶς λέγει· «Λέγεις ὅτι ἐσμὲν μαθηταὶ τοῦ Χριστοῦ καὶ ἐν οὐδενὶ παρακούει ἡμῶν. Διατί καὶ αὐτὸς οὐ προσέρχῃ αὐτῷ καὶ γίνῃ αὐτοῦ μαθητὴς διὰ τῆς ἀμωμήτου πίστεως, ἀλλὰ περιμένεις τῇ ἀκαθάρτῳ αἱρέσει τῶν Μαρκιανιστῶν;» Ὁ δὲ ἀποκριθεὶς λέγει· «Τιμιώτατε ἄνερ, γονέων τοιούτων υἱὸς γενόμενος καὶ ταύτην ἔλαχον τὴν θρησκείαν. Πλὴν σύγγνωθί μου τῇ ἀγνοίᾳ καὶ ὁδήγησόν με πρὸς τὴν ὀρθόδοξον πίστιν.»

Τότε δὴ τούτους κατηχήσας καὶ ὁδηγήσας πρὸς τὴν ἀληθινὴν πίστιν, καὶ ἡ γυνὴ εἴληφε τὴν ἴασιν, καὶ ἐδόξαζον τὸν θεὸν καὶ ἀπέστησαν τῆς αἱρέσεως καὶ διηνεκῶς ἐν τῇ ἐκκλησίᾳ σχολάζοντες. Ταῦτα δὴ ἀκούσαντες οἱ δεινοὶ τῶν Μαρκιανιστῶν περιενόστουν τὰς πόλεις, μάγον τὸν Ἰωάννην ἐκήρυττον. Τοῦτο δὲ ὁ Ἰωάννης ἀναμαθὼν ἐδυσχέραινε μὲν οὐδαμῶς, ἐθλίβετο δὲ τὸ κακὸν ἀκούων· καί φησιν· «Πέπεισμαι εἰς κύριον τὸν θεόν μου ὅτι δεῖξαι ἔχει τῷ πιστῷ λαῷ τὴν ἀνταμοιβὴν τῆς βλασφημίας αὐτῶν, ὅπως οἱ περίλοιποι σωφρονισθῶσιν.» Ἐν ἐκείνῃ δὲ τῇ νυκτί, ἐξαίφνης ἐσείσθη πᾶσα ἡ πόλις, κατέλαβε δὲ σκότος τὸ συνάθροισμα τῶν αἱρετικῶν καὶ σὺν τῷ σεισμῷ ἕως ἐδάφους κατέβαλεν· ἐξέπνευσαν δὲ καὶ πάντες οἱ ἐν αὐτῷ εὑρεθέντες· καὶ πολλαὶ οἰκίαι αὐτῶν συνέπεσον καὶ γεγόνασι τάφοι αὐτῶν, καὶ οὐθενὸς τῶν ὀρθοδόξων βλαβέντος. Οἱ δὲ σωθέντες Μαρκιανισταὶ ἀπέστησαν τῆς θρησκείας αὐτῶν καὶ προσέδραμον τῇ ὀρθοδοξίᾳ· καὶ μεγάλη χαρὰ γέγονεν ἐν πάσῃ τῇ χώρᾳ.