Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Άνοδος στον πατριαρχικό θρόνο της Κωνσταντινούπολης

Η πρόσκληση του αγίου στη βασιλεύουσα, η ενθρόνισή του και η έναρξη του εκκλησιαστικού του έργου με την αντιμετώπιση αιρετικών και δαιμονιζομένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 12

Μετὰ δὲ τοῦτο Νεκτάριος ὁ τῆς Κωνσταντινουπόλεως ἐτελεύτησεν ἀρχιερεύς. Εὐθέως οὖν σπουδὴ περὶ χειροτονίας πατριάρχου ἐγένετο. Ἔδοξε πᾶσι τότε τοῖς εὐνουστάτοις Ἰωάννην ἐκ τῆς Ἀντιοχείας μεταπέμπεσθαι, τὸν τῆς ἐκκλησίας πρεσβύτερον. Φήμη γάρ τι<ς> θεία ἐκράτει περὶ αὐτοῦ.

Τότε τοίνυν ὁ βασιλεὺς ψηφίσματι κοινῷ πάντων, κληρικῶν τέ φημι καὶ λαϊκῶν, γράμματα χαράττει πρὸς Φλαβιανὸν ἀρχιερέαν Ἀντιοχείας τοῦ στεῖλαι πρὸς αὐτὸν Ἰωάννην τὸν μέγαν πρεσβύτερον. Ἔχει δὲ ἡ γραφὴ οὕτως· «Ἀρκάδιος καὶ Ὁνώριος, νικηταὶ τροπαιοῦχοι πιστοὶ ἐν Χριστῷ Ἰησοῦ, τῷ ἀγαπητῷ πατρὶ Φλαβιανῷ ἀρχιερεῖ χαίρειν. Οὐδὲν ἦν ἡμῖν περισπούδαστον ὡς ἡ τῆς ἐκκλησίας φροντὶς καὶ τῆς ἐν Χριστῷ πίστεως ἀσφαλεστάτη κρηπίς. Ἀκήκοεν ἡ σὴ πατρικὴ ὁσιότης ὡς τέλει τοῦ βίου ἐχρήσατο Νεκτάριος ὁ πρόεδρος τῆς ἡμῶν πόλεως· καὶ οὐ δύναται ἡ τοιαύτη πόλις μένειν χηρεύουσα.

Ἐγνώσθη οὖν ἡμῖν ἡ ἔντευξις Ἰωάννου τοῦ πρεσβυτέρου· καὶ στέλλομέν σοι εὐσεβεῖς κληρικούς, ἔτι μὴν καὶ ἐνδόξους ἄρχοντας, ὅπως τοῦτον ἀποστείλῃς πρὸς ἡμᾶς. Ἔρρωσο, πάτερ.» Δεξάμενος οὖν ὁ ἐπίσκοπος τὴν γραφὴν καὶ τὰ περὶ αὐτὴν γνοὺς ἐπιδίδωσιν αὐτὴν τῷ μακαρίῳ Ἰωάννῃ. Ὁ δὲ καὐτὸς γνούς, ἐκ βάθους καρδίας στενάξας [καὶ] τῷ ἐπισκόπῳ φησίν· «Τίς εἰμι ἐγώ, τιμιώτατε πάτερ, τοιούτου πράγματος ἐπιλαβέσθαι;» Ὁ δὲ ἀρχιεράρχης ἀποκριθεὶς εἶπεν αὐτῷ· «Ἃ προώρισεν ὁ θεὸς πάντως πέρας λαβεῖν ἐθέλουσιν.» Ὁ δὲ πάντως μὴ πειθόμενος τοιούτου πράγματος ἐπιλαβέσθαι, τότε τοίνυν ἀντιγράφοις ἐχρήσατο ὁ ἐπίσκοπος πρὸς τὸν βασιλέα, ὅτι οὐδ’ ὅλως πείθεται ὁ Ἰωάννης ἄρξειν τοιαύτης ἐπιχειρίας, αἰτῶν ἅμα τὸ συγγνώμην λαβεῖν παρ’ αὐτοῦ τῆς ἀδυναμίας τοῦ πράγματος. Ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας ἐθαύμασεν καὶ προσκαλεσάμενος πᾶσαν τὴν σύγκλητον δῆλα τὰ ὑπὸ Ἰωάννου πεποίηκεν· ὥστε πάντες οἱ ἀκούσαντες ἐξεπλήττοντο λέγοντες ὅτι ἄξιός ἐστιν τῆς βασιλευούσης πόλεως τὸν θρόνον ἰθῦναι. Τότε τοίνυν ὁ βασιλεὺς πέμπει σοφοὺς ἄνδρας πρὸς τὸν κόμητα Ἀντιοχείας, <ὅπως> καὶ ἀψοφητὶ μετὰ καὶ τοῦ ἱερατεύοντος τὸν Ἰωάννην ἀγάγωσιν ἐν τῇ μεγάλῃ πόλει τῆς βασιλείας. Ὃ καὶ ἐγένετο μόλις καὶ μετὰ βίας πολλῆς.

Ἐγγισάντων δ’ αὐτῶν ἐν τῇ μεγάλῃ πόλει, ἠκούσθη τῷ βασιλεῖ· καὶ κελεύει ἐξελθεῖν ἅπαντας τοὺς τῆς πόλεως εἰς ἀπάντησιν αὐτοῦ, τοῦ εἰσαγαγεῖν αὐτὸν μετὰ μεγάλης τιμῆς. Ὡς δὲ ἅπαντες ἐξῆλθον ὁμοθυμαδὸν καὶ ἠπάντησαν αὐτῷ πρὸ ἓξ μιλίων τῆς πόλεως, εἰσήγαγον αὐτὸν μετ’ εὐλαβείας πολλῆς ἐν τῇ πόλει.

Καὶ κοινῇ βουλῇ πάντων τῶν ἀρχιερευόντων χειροτονεῖται τότε πατριάρχης τῆς μεγάλης πόλεως Κωνσταντίνου καὶ ἐνθρονίζεται τῇ κϛʹ τοῦ δεκεμβρίου μηνός. Τῇ δ’ ἑξῆς ἡμέρᾳ παραγίνεται ὁ βασιλεύς, καὶ πᾶς ὁ λαὸς ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὸ χαίρειν ἐποίησαν· εἶτα καθίσαντες καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπε τῷ βασιλεῖ· «Φορτικόν μοι τὸ ἀξίωμα τῆς ἀρχῆς πέλει, εὐσεβέστατε βασιλεῦ, διότι οἱ ἱερεῖς τάξιν ὑπηρετῶν ἐπέχουσι· καὶ ἐὰν μὴ φροντίσω τῆς σωτηρίας αὐτῶν καὶ παντὸς τοῦ λαοῦ, μετὰ τοῦ κρύψαντος τὸ τάλαντον κατακρίνομαι· καὶ ἵνα μὴ ἐν τῷ τοιούτῳ ἐγκλήματι ὑπαίτιος γίνωμαι, παρακαλῶ πάντας ὑμᾶς ἐν ἔργοις ἀμέμπτοις προκόπτειν καὶ ἀπέχεσθαι τῶν ἐπιτηδευμάτων τοῦ πονηροῦ, σχολάζειν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν ἐν ταῖς ἐκκλησίαις, ἵνα μὴ θλίψητε τὸ πνεῦμα τὸ ἅγιον καὶ τὴν ταπεινήν μου ψυχὴν ἐν ἀθυμίᾳ καταστήσητε.» Τότε τοίνυν ὁ ἄναξ ἀποκριθεὶς <λέγει>· «Ἠκούσαμεν τῶν ῥημάτων σου, τίμιε πάτερ.

Γίνωσκε οὖν, ὁ ἐκλεξάμενος κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς ἰδίους αὐτοῦ μαθητὰς τοῦ φωτίσαι τὸν κόσμον, αὐτὸς καὶ σὲ ἐξελέξατο, ποιμένα ἡμῶν γενέσθαι. Μιμοῦ κατὰ πάντα τὸν καλὸν ποιμένα καὶ ποίει ἀεὶ τὰ εὐάρεστα αὐτοῦ [τε καὶ σοῦ]· οὐδεὶς ἡμῶν παρακούει σου.» Ἔτι δὲ κατ’ ἄμφω ὁμιλοῦντες, βουλόμενος αὐτοῖς ὁ θεὸς ἀποκαλύψαι τὴν ἀρετὴν τοῦ ἀνδρὸς ἐνώπιον αὐτῶν, ἰδοὺ ἧκέ τις ἀνὴρ ἐνοχλούμενος ὑπὸ πνεύματος ἀκαθάρτου, ὥστε ἀφρίζων τὸ στόμα καὶ τὴν γλῶτταν ἔξω τοῦ στόματος φέρων, [καὶ] δέος ἦν τοῖς ὁρῶσιν αὐτόν. Τότε τοίνυν ὁ πανάγιος οὗτος Ἰωάννης διεγερθεὶς καὶ σφραγίσας αὐτόν, εὐθέως τὸ δαιμόνιον ἀπ’ αὐτοῦ ἐξελήλυθεν· καὶ ὑγιὴς ὁ ἄνθρωπος ἐγένετο καὶ ἦν δοξάζων τὸν θεόν, <ὡς> καὶ τοὺς πάντας ἐκπλήττεσθαι καὶ δοξάζειν τὸν ἅγιον.

Τότε τοίνυν ἐπιλαβόμενος τῆς ἐκκλησίας τοὺς οἴακας ἄρχεται τῆς ἐπιμελείας νουθετῶν, διδάσκων, στηρίζων, κυβερνῶν, ὁδηγῶν τοὺς πάντας εἰς φῶς, τούτῳ τῷ τρόπῳ πολλοὺς ἐκ τοῦ βυθοῦ ἀνασπῶν καὶ καθ’ ἑκάστην τὰ κρείττονα διαλεγόμενος καὶ ἰθύνων τὸν πλοῦν τῆς βασιλίδος εἰς εὔδιον λιμένα ὡς καλὸς κυβερνήτης.

Ποτὲ μὲν Σεβηριανοῦ παριόντος, τὴν προσήκουσαν ἐπισκόπῳ τιμὴν οὐκ ἀπένειμεν, ἀλλὰ καθήμενος διετέλει· ἔλεγέ τε καὶ λήρους αἱρέσεων ὅτι ὁ Χριστὸς οὐκ ἦν τέλειος ἄνθρωπος. Διὸ ὁ ἀρχιερεὺς Ἰωάννης μὴ μελλήσας ἐξελαύνει αὐτὸν τῆς πόλεως.