Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Θεολογικό έργο και ποιμαντικές συγκρούσεις

Η ερμηνεία των επιστολών του Αποστόλου Παύλου, η προστασία των αδικουμένων και οι πρώτες συγκρούσεις με τη βασίλισσα Ευδοξία και τους Αρειανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 12

Τοιοῦτος τοίνυν ὁ θεῖος οὗτος ἀνὴρ ἦν πρὸς μὲν τοὺς καλοὺς ἄγαν εὐφυὴς καὶ φιλάνθρωπος καὶ ἰθύνων καὶ καθηδύνων αὐτούς, πρὸς δέ γε τοὺς σκολιοὺς αὐστηρὸς ἦν, ἵν’ ὅπως μεταστρέψῃ ἐπὶ τὸ κρεῖττον. Ἐν ἀκαρεῖ δὲ χρόνῳ εἰς τὰς ἁπανταχοῦ χώρας ἡ φήμη αὐτοῦ περιέδραμεν, ὥστε πάντας ἀφικέσθαι δι’ ἐπιθυμίαν τοῦ ἀκοῦσαι τῆς διδασκαλίας αὐτοῦ καὶ εὐφρανθῆναι. Τότε τοίνυν καὶ τὴν ἐξήγησιν πεποίηκε τῶν ἐπιστολῶν τοῦ σοφωτάτου καὶ μακαρίου Παύλου τοῦ ἀποστόλου· καὶ ἠκηδίασεν ἐν ἑαυτῷ λέγων· «Τίς ἄρα οἶδεν εἰ ἀρέσκουσι τῷ κυρίῳ ταῦτα;» Ὁ δὲ τιμιώτατος καὶ μέγας ἀπόστολος Παῦλος ὄψιν θείαν αὐτῷ προσέφερε διά τινος ἐντιμοτάτου ἀνδρὸς ὅτι ἀρέσκουσι τῷ θεῷ. Καὶ ἦν διαμένων ἐν ἀρεταῖς καὶ ἰθύνων τὴν πόλιν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

Ἡ δὲ βασίλισσα Εὐδοξία ἐγεγόνει φιλάργυρος καὶ ἤρξατο σωρεύειν πάμπολλα χρήματα ἐξ ἀδικιῶν, καὶ ἐν πρώτοις Θεοδωρήχου τινὸς τῶν πρώτων τῆς πόλεως, εὑρών τι μικρὰν αἰτίαν, αὐτῷ ἅπαντα τὰ ὑπάρχοντα ἀφελομένη. Καὶ δὴ τότε οὗτος καταλαμβάνει τὸν ἀχείμαστον λιμένα τῆς ἐκκλησίας καὶ τῷ μακαρίῳ Ἰωάννῃ διηγεῖται τὸ πᾶν. Ὁ δὲ συμπαθητικὸς οὗτος, αὐτὸν σπλαγχνισθείς, πέμπει τῇ βασιλίσσῃ λόγον τοῦ μὴ ἀδικῆσαι τὸν Θεοδώρηχον. Ἡ δέ, ὡς ᾐσχύνετο παρακοῦσαι αὐτοῦ, ἀντιδηλοῖ αὐτῷ· «Ὡς ἐκέλευσας, πάτερ, οὕτως ποιῶ.» Μετὰ δέ τινα χρόνον πάλιν μαθὼν ὅτι οὐκ ἔδωκε τὸ ἐφελόμενον, ὀργίλως αὐτὴν διὰ ῥημάτων ὑπέβαλεν. Ἡ δὲ ταῦτα πάντα ἀναμαθὼν ἐπλήσθη θυμοῦ καὶ διελογίζετο ἐν ἑαυτῇ ποίῳ τρόπῳ τὸν Ἰωάννην κακώσειεν. Ὁ δὲ μέγας οὗτος τῆς οἰκουμένης φωστὴρ τάς τε παρά τινων γινομένας ἀδικίας παρρησίᾳ διήλεγχεν καὶ βασιλεῖ καὶ βασιλίσσῃ· καὶ ἱερέων καὶ κληρικῶν καὶ λαϊκῶν οὐκ ὤκνει διελέγχων καὶ παρῄνει τὰ κρείττονα. Διὸ καὶ πολλὰς κατ’ αὐτοῦ πλέκουσιν ὁμιλίας σατανικὰς κατὰ τοῦ ἁγίου πρὸς τὴν βασίλισσαν καὶ ἑτέρων τινῶν. Αὐτὸς δὲ κατὰ νοῦν ἔχων τὸ τοῦ ἀποστόλου ῥητόν· «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.»

Τότε δὴ καί τινες ἀρειανίζοντες εἶχόν τινα συνακτήρια ἐν τῇ πόλει καὶ μεγάλως ὁ ὅσιος ἡμῶν πατὴρ περὶ τούτων ἠδημόνει καὶ τὸν θεὸν ἐδυσώπει τοῦ δοῦναι αὐτῷ ἰσχὺν τοῦ ἐξελάσαι αὐτοὺς ἔξω τῆς πόλεως· ὃ καὶ ἐγένετο. Τῆς <γὰρ> ἑορτῆς τῶν φώτων καταλαβούσης, παραγίνεται ὁ Ἀρκάδιος ἐν τῇ ἐκκλησίᾳ σὺν τῇ αὐγούστῃ. Καὶ τελεσάντων τὰ θεῖα, ἐκάθισεν· καὶ περὶ τῶν Ἀρειανῶν λόγους ἔφερεν ὁ μέγας πατήρ. Ἐκέλευσεν οὖν ὁ βασιλεὺς ἀχθῆναι αὐτούς· καὶ δὴ παραγενόμενοι εἶπον ῥήματα βλάσφημα εἰς τὴν οἰκονομίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅθεν κελεύσας ὁ βασιλεὺς ἐκτὸς τῆς πόλεως πόρρωθεν γενέσθαι, μέχρις ἂν σκέψηται τί ὀφείλει ποιῆσαι περὶ αὐτῶν. Ὅθεν καὶ πολλοὶ τὸ γεγονὸς θεασάμενοι ἐξ αὐτῶν ἀπέστησαν τῆς μιαρᾶς ἐκείνης αἱρέσεως.

Τότε δὴ τότε καὶ Ἀντωνῖνός τις ἐπίσκοπος ἔλαβε δῶρα τοῦ ποιῆσαι χειροτονίαν. Ὅθεν τοῦτο ἤκουστο τῷ ἀρχιερεῖ· καὶ κελεύει αὖθις καὶ τὸν ἐπίσκοπον καθαιρηθῆναι καὶ τὸν χειροτονούμενον· καὶ δέδωκε νόμον μὴ τὸ τοιοῦτον ἔγκλημα γίνηται· ἔθος γὰρ ἦν ἐθνικὸν τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν ἱερωσύνην.

Τότε δὴ γυνή τις χήρα, ὀνόματι Καλλιτρόπη, φθόνῳ διαβολικῷ ὑπὸ Παυλακίου τοῦ στρατηλάτου διαβάλλεται εἰς τὴν Εὐδοξίαν ὡς εὐπόρου αὐτῆς οὔσης καὶ πλουσίας. Ταύτης οὖν ἡ βασίλισσα ἐκέλευσεν τῷ Παυλακίῳ ἐπάρειν αὐτῇ νομίσματα φʹ· ὃ καὶ ἐγένετο. Ἡ δὲ χήρα πρὸς τὴν βασίλισσαν ὀδυρομένη παρεγένετο, <ἣ> δέδωκεν αὐτῇ νομίσματα μόνον λʹ.

Ἡ δὲ κλαίουσα ἀπῄει πρὸς τὸν μέγαν τοῦτον Ἰωάννην· καὶ προσπίπτει αὐτῷ καὶ πάντα τὰ ὑπὸ Παυλακίου πραχθέντα δῆλα αὐτῷ ποιεῖ, ὡς βουλὴ καὶ σκαιωρία τῆς βασιλίσσης ἦν. Ὁ δὲ Ἰωάννης τὸν Παυλάκιον μετεκαλέσατο λέγων· «Τί τοῦτο πεποίηκας τὸ ἄδικον τῇ πτωχῇ χήρᾳ ὡς τὸ πᾶν αὐτῆς ἀφελόμενος διὰ φθόνον σκαιόν; Ἀμήν σοι λέγω, οὐκ ἂν ἐξέλθῃς ἀπ’ ὧδε ἕως ἂν ἀποδῷς ἅπερ ἐπῆρας αὐτῇ πάντα.» Μαθὼν δὲ τοῦτο ἡ βασίλισσα, θυμοῦ πλησθεὶς λέγει· «Θεωρῶ ὅτι ἦλθεν οὗτος ἀπὸ Ἀντιοχείας ἀπράκτους ποιῆσαι τὰς κελεύσεις τῶν βασιλέων.» Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ στέλλει δύο ἑκατοντάρχους ἀπελθεῖν ἀποσπάσαι τὸν Παυλάκιον ἐκ <τῶν> τοῦ ἐπισκόπου χειρῶν.

Καὶ βουλευόντων εἰσελθεῖν ὁρῶσιν ἄγγελον ἑστῶτα ἔμπροσθεν τοῦ πυλῶνος ἔχοντα ἐν τῇ χειρὶ αὐτοῦ ῥομφαίαν καὶ κωλύοντα αὐτῶν τὴν εἴσοδον. Οἱ δὲ τὸ γεγονὸς ἐσήμαναν τῇ αὐγούστῃ. Ἡ δὲ πάλιν μὴ πεισθεὶς πέμπει Φορμέντιόν τινα τοὔνομα ἐν πολλῷ θυμῷ ἀπολυθῆναι τὸν Παυλάκιον αὖθις. Ὁ δὲ μέγας οὗτος, διὰ μὴ τὸ δίκαιον παρορᾶν, οὐδαμῶς πεισθείς.

Ὅθεν ἡ βασίλισσα, μεγάλως πρὸς τὸν Ἰωάννην ὀργισθεὶς καὶ πέμψας τὸ κελευσθὲν παρ’ αὐτοῦ, ἔκτοτε δὴ φθόνον μεγάλως ἐτύρευσεν, καὶ διαφόρους δυσμενείας μετά τινων ἀνακεφαλαιώσαντες περὶ τὸν μέγαν τοῦτον Ἰωάννην.