Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Θεολογικές έριδες, εξορία και κοίμηση

Η αντιμετώπιση της πλάνης περί της σωματικότητας του Θεού, η εξορία του αγίου, το μακάριο τέλος του και η ανακομιδή των ιερών λειψάνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 6 από 12

Τότε δὴ οἱ τὴν ἱερωσύνην πεπιστευμένοι τοῦ ῥάπτειν καθ’ ἑαυτῶν δόλους οὐδαμῶς ἐπείχοντο. Ἀρχὴν δὲ τὸ κακὸν ἐκ τῆς Αἰγύπτου ἐλάμβανεν. Ἦν γὰρ ἡ αὐτῶν ζήτησις ὅτι πότερον ὁ θεὸς σῶμα εἴη καὶ μετὰ ταῦτα σχῆμα ἔχει ἀνθρώπου. Ἐκ δὲ τούτου τοῦ ζητήματος ἔριδες καὶ φιλονεικίαι τοῖς πολλοῖς ἐγένοντο.

Τέλος εἰς Ἰωάννην ἧκε τὸ πρᾶγμα· καὶ κηρύξας τοῖς πᾶσι τὸ ἀληθές, ὅτι ἀσώματον ἂν εἴη τὸ θεῖον καὶ ἀσύνθετον, δι’ ἡμᾶς δὲ γενόμενος ἄνθρωπος καὶ ὁμοιοπαθὴς κατὰ πάντα ἐγένετο ἡμῖν χωρὶς ἁμαρτίας καὶ ἦν ἔχων τὰς δύο φύσεις ἐν μιᾷ ὑποστάσει ἀνελλιπῶς· καὶ διά τε τῶν αὐτοῦ λόγων πολλοὶ τῆς ματαίας ἀνοίας ἀπέστησαν καὶ εἰς τὴν ὀρθὴν πίστιν προσέτρεχον.

Τότε δὴ τότε ὁ μισόκαλος δαίμων οὐκ ἔφερε θεωρεῖν τὴν περικαλλὴν πόλιν τοιοῦτον ἔχοντα θησαυρὸν καὶ κυβερνήτην πανάριστον, ἀλλ’ ἤγειρεν οὖν πονηρὸν τῇ βασιλίσσῃ κατὰ τοῦ Ἰωάννου, ὃς οἷά τινα πάλαι Ἰεζάβελ τῆν πονηρὰν τῷ παραδείγματι στηλιτεύει. Εἴχασι μὲν ἦθος κενὸν οἱ τότε βασιλεύοντες ὅτι κἄν τινος ἅψωνται † ὑπολειμάκων ἢ ἀγρῶν, ἑαυτῶν ἐγεγράφασι. Τοῦτο τοίνυν συνέβη καὶ τῇ πονηρᾷ Εὐδοξίᾳ, ἀμπελῶνά τινος χήρας ἁρπασάσῃ. Ἡ δὲ τῷ πατριάρχῃ ἐπιδραμοῦσα τὸ ἑαυτῆς ἐθρήνει καὶ ἐπεζήτει. Ὁ δὲ οὗτος ὁ τρι<σ>μακάριος, μὴ στέγων ὑπερορᾶν τὸ δίκαιον καὶ τὸ κενὸν ἐκεῖνο φυσίωμα διασκεδάσαι, λόγους πολλοὺς τῇ βασιλίσσῃ διέλεγε. Αὐτὴ δ’ οὔ τι αὐτὸν ἐλογίζετο μήτε θωπείαις μήτ’ ἀπειλαῖς πρὸς τὸ θεῖον, ἀλλὰ μᾶλλον φθόνους παντοίους αὐτὴ συλλέγει. Διὸ καὶ πολλοὺς ἀνοήτους διὰ χρημάτων ἔπεισε κατ’ αὐτοῦ λέγειν ἀπάνθρωπα· καὶ οἱ μὲν τούτων διὰ χρήματα τὸ κακὸν ῥάπτοντες, οἱ δὲ διὰ φθόνον δαιμονικῆς γνώμης. Καὶ τί [οὐδὲν] θαυμαστόν —καὶ γὰρ οἱ Ἰουδαῖοι πάντες μιᾷ γνώμῃ ὄντες κατὰ Χριστοῦ—τοιοῦτο δὴ παθεῖν καὶ τὸν αὐτοῦ μιμητὴν Ἰωάννην τοῦτον τὸν χρυσορρήμονα; Καὶ πρῶτον μὲν ἀποφάσει βασιλικῇ ἀπανθρώπῳ ὑπερορίζεταί τε τοῦ θρόνου, δεύτερον δὲ δι’ ἐπισκόπων φρενοβλαβῶν καὶ τρίτον ὑπὸ ἀνοήτου λαοῦ.

Καὶ πρῶτον μὲν εἰς Ἀραβισσὸν πέμπεται, εἶτα εἰς Πιτιόλους, καὶ μετὰ τοῦτο εἰς Κουκουσὸν τῆς Ἀρμενίας· καὶ θλίψεις πολλὰς ὑπομείνας διά τε αἱρετικῶν καὶ ὑπὸ τῶν γειτονούντων Ἰσαύρων, ἀλλ’ ὅμως κἀκεῖ τοίνυν παραγενόμενος πολλοὺς πρὸς θεογνωσίαν ὡδήγησε. Τί δὲ μετὰ ταῦτα ἐγένετο; Ἡ θεία ὄντως ἐκδίκησις οὐκ ἔμεινε πάνυ· τὴν ἀμοιβὴν τῶν πραξάντων προσφέρει εὐθὺς μετὰ τὴν ἐκείνου κάθοδον· σεισμός τε τὴν πόλιν κατέλαβε καὶ νόσοις δεινοῖς περιπεσόντες οἱ τὸ ἀνόμημα πράξαντες, ἕως διεπέραιναν τριάκοντα δύο ἐνιαυτοί.

Ὁ δέ γε πανάγιος οὗτος πατὴρ ἐν Κουκουσῷ διάγων πολλούς τε κατηχήσας καὶ πρὸς τὸ φῶς ἤγαγεν. Καί ποτε τοίνυν Πέτρος ὁ θεῖος ἀπόστολος καὶ Ἰωάννης ὁ μέγας, ἐπιτελοῦντι αὐτοῦ τὴν εὐχὴν ἐπιστάντες αὐτῷ, καὶ τὴν ἐκδημίαν προσέφερον. Τότε δὴ καὶ Βασιλίσκος καὶ Λουκιανός, οἱ θειότατοι μάρτυρες, ἐπιφανέντες τὴν μεθ’ ἑαυτῶν κατοίκησιν μηνύουσιν καὶ <ὅτι> κα<τα>τίθεται ἐν Κομάνοις ἐν τῷ περικαλλεῖ τούτων ναῷ. Καὶ δὴ τὸ τέλος δεξάμενος τὴν παναγίαν ψυχὴν εἰς χεῖρας θεοῦ παρατίθει. Καὶ δὴ τότε εὐωδία ἀγγελικὴ τοὺς ὄντας ἐκεῖθεν ἐμυριπνόησεν, καὶ ἀγγελικῶν φωνῶν ἀκουομένων καὶ τὸν τρισάγιον ὕμνον ᾀδόντων. Κεκήδευται δὲ τότε ἐντίμως καὶ θεοφιλῶς κἀκεῖ τὸ τοῦ μακαρίου σῶμα δʹ καὶ δεκάτῃ τοῦ σεπτεμβρίου μηνός. Καὶ ἦν ἐκεῖ διακείμενον τὸ τοῦ ὁσίου σῶμα ἀπὸ τῆς ἐξορίας αὐτοῦ ἕως λʹ καὶ δύο χρόνοις. Καὶ ἡ πᾶς πόλις τῆς Κωνσταντίνου ἐνδιαμένουσα ἐν δεινοῖς ἕως οὗ τὰ νέφη τοῦ φθόνου διεσκεδάσθησαν, Πρόκλος ἀρχιερεὺς ἐγένετο τοίνυν τῆς πόλεως καὶ Θεοδόσιος υἱὸς Ἀρκαδίου τῶν σκήπτρων ἠξίωται. Τότε τοίνυν ὁ βασιλεὺς καὶ ἡ ἱερὰ σύγκλητος τὸ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον <τιμιώτερον> σῶμα τοῦ μακαρίου μεθ’ ὅσης τιμῆς τε καὶ ἡδονῆς τῇ πόλει ἐ<γ>καθιζάνουσι· ὕμνος γὰρ δι’ ὅλης ἐκείνης νυκτὸς καὶ εὐωδία ἡδίστη ἀγγελικῶν <στρατιῶν> τὸν ἅπαντα χῶρον ἐνέπλησεν.

Καὶ πάντες μιᾷ ψυχῇ κινούμενοι <ἐν> πολλοῖς σώμασιν· «Ἀπέλαβές σου τὸν θρόνον, παναγιώτατε πάτερ» ἔφασκον. Καὶ οὕτως τὰ μεμυκότα χείλη τὸ πνεῦμα κινήσας· «Εἰρήνη, ἔφησε, παντὶ τῷ ποιμνίῳ καὶ τῇ πόλει παντί.» Ἐν τούτοις οὖν καί τις ἀνὴρ ἐκ πολλῶν χρόνων σεσηπὼς τῷ σώματι τῇ ἱερᾷ νόσῳ τετρυχωμένος προσψαύει τι μικρὸν τῆς σοροῦ· εὐθὺς αἱ λεπίδες τοῦ σώματος ἠφανίσθησαν· καὶ κατασταθεὶς ὑγιής, τὸ γεγονὸς πάντες ἐξόχως ἐθαύμασαν. Τρία τοίνυν ἀγαθὰ αὐτῇ τῇ ὥρᾳ ἡ θεία τριὰς τῷ γνησίῳ αὐτῆς δούλῳ Ἰωάννῃ ἐνήργησεν· τὴν πόλιν τοῦ σεισμοῦ ἔστησε, τὴν χάριν τοῦ πνεύματος διὰ τῶν χειλέων ἐκίνησε, τὴν λέπραν τῷ ἀνθρώπῳ ἐδίωξε.

Καὶ πάντες τοίνυν ἐν μιᾷ ψυχῇ διαμένοντες ἐν ὁσιότητι καὶ δικαιοσύνῃ δοξάζοντες τὸν θεὸν καὶ τὸν αὐτοῦ οἰκεῖον θεράποντα διηνεκῶς. ᾯ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις, κατὰ παραχώρησιν θεοῦ, ἡ τῶν Μαρκιανιστῶν αἵρεσις οἷά τις τοῦ διαβόλου παγὶς ἐν τῇ πόλει Ἀντιοχέων ἐφηπλοῦτο καὶ ἐπὶ τοσοῦτον ἐπαρρησιάζετο, ὥστε καὶ αὐτὸν τὸν τῆς πόλεως ἄρχοντα ἐμπεσεῖν ἐν αὐτῇ· καὶ πολλοὶ ἕτεροι δι’ αὐτὸν τὴν ὀρθοδοξίαν ἐφαίνοντο ἐξαρνούμενοι.