Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Θαυματουργική δράση στην Αντιόχεια και μετάκληση στην Κωνσταντινούπολη

Αναφορά στη θεραπεία της συζύγου του άρχοντος, την τιμωρία των Μαρκιανιστών και την εκλογή του αγίου στον θρόνο της βασιλεύουσας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 7 από 12

Ὁ δὲ τῶν ὅλων θεός, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, τοιοῦτόν τι ἠθέλησε τῶν σημείων γενέσθαι. Καὶ γὰρ ἡ τοῦ προειρημένου ἄρχοντος σύνοικος δυσεντερικῇ νόσῳ σφοδρῶς ἤλγησεν καὶ τοῦ θανάτου ἐγγύς που κατήντησεν. Ταύτη<ν> τοίνυν οἱ τῆς πόλεως ἅπαντες ἰατροὶ λίαν ἐπιμελῶς ἐπεσκέπτοντο· καὶ ἡ μὲν ἐπὶ τὸ χεῖρον καθ’ ἡμέραν <......>, οἱ δὲ ἰατροὶ ἐπαποροῦντες διέμενον. <Ἀκηκοότες οὖν> ὅ τε ἄρχων καὶ ἡ αὐτοῦ σύνευνος τὰ <περὶ τοῦ Ἰωάννου>, τὸ ἱερατεῖον ἅμα κατέλαβον καὶ αὐτῷ καθικέτευον λέγοντες· «Ἡμεῖς, ὦ τιμιώτατε πάτερ, πρὸς σὲ ἥκαμεν τοῦ ἀπαλλαγῶμεν νόσου φθοροποιᾶς τῆς ἡμᾶς κατεχούσης ταῖς σαῖς εὐχαῖς. Μὴ οὖν παρίδῃς ἡμᾶς πρὸς θάνατον κινδυνεύοντας. Καὶ γὰρ οἴδαμεν ὅτι ὅσα ἂν αἰτήσῃς τῷ θεῷ δίδωσί σοι, ὡς γνήσιος θεράπων καὶ μαθητὴς αὐτοῦ γεγονώς.» Ὁ δὲ μακάριος Ἰωάννης ἀπεκρίθη αὐτοῖς λέγων· «Ὑμεῖς λέγετε ὅτι μαθηταί ἐσμεν τοῦ Χριστοῦ καὶ ἐν οὐδενὶ παρακούει ἡμῶν.

Διὰ τί καὶ αὐτοὶ οὐ βούλεσθε προσελθεῖν καὶ διὰ τῆς ἀμωμήτου πίστεως συναριθμηθῆναι τοῖς αὐτοῦ μαθηταῖς, ἀλλὰ περιμένετε τῇ ἀκαθάρτῳ ταύτῃ αἱρέσει;» Καὶ γὰρ ἦσαν τὰ τῶν Μαρκιανιστῶν φρονοῦντες ἀμφότεροι. Τῶν δὲ φαμένων ὅτι γονέων ἐκ τῆς τοιαύτης θρησκείας <ὄντες> γεννήματα ταύτην παρείληφαν καὶ διῆγον<......>, πλὴν συγγνώμην ἐπὶ τῇ ἀγνοίᾳ ἐξῄτουν καὶ παρ’ αὐτοῦ πρὸς τὴν ὀρθόδοξον ὁδηγηθῆναι πίστιν δακρυρροοῦντες ἱκέτευον.

Τότε δὴ τούτους κατηχήσας καὶ τῇ ὀρθοδόξῳ τοῦ Χριστοῦ πίστει χειραγωγήσας, καὶ ἡ γυνὴ τοῦ ἄρχοντος τῆς ἰάσεως ἔτυχεν παραχρῆμα· καὶ ἐδόξαζον ἅπαντες τὸν θεὸν ὁρῶντες αὐτοὺς ἀποστάντας τῆς αἱρέσεως καὶ διηνεκῶς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σχολάζοντας. Οἱ δὲ ἐκ τῶν Μαρκιανιστῶν ἀκούοντες ταῦτα οὐκ ἠνέσχοντο σιωπᾶν, ἀλλὰ τὰς πόλεις περινοστοῦντες ἐτύγχανον καὶ τὸν Ἰωάννην γόητα καὶ μάγον φανερῶς ἀπεκάλουν καὶ ἀνεκήρυττον. Ὅπερ μαθὼν καὶ ὁ μακάριος ἐδυσχέραινε μὲν οὐδαμῶς, ἐθλίβετο δὲ ἐπὶ τῇ τοιαύτῃ ἀνοίᾳ. Ἦν δὲ ἐλπίζων καὶ πεποιθὼς ἐπὶ κύριον τὸν θεὸν τοῦ ἀποδεῖξαι ταχέως τῷ πιστῷ λαῷ τὴν ἀμοιβὴν τῶν βλασφήμων καὶ ἀνταπόδοσιν. Ὀλίγων ἡμερῶν δὲ διελθουσῶν, καὶ σεισμοὶ κατὰ πᾶσαν τὴν πόλιν ἐγένοντο· καὶ τὰ μέγιστα τῶν οἰκημάτων κατέπεσον ἐπ’ αὐτοῖς, τοὺς αἱρετικοὺς ... θέντας καὶ τὸ ζῆν ἀπολείψαντας· καὶ ἄλλοι τῶν ... τοῦ τῆς γῆς κλόνου καὶ τῆς χαλεπῆς συσχεθέντες ... ἀπέπνευσαν, μικρόν τι λείψανον ... ἀπομείναντες, οἵτινες καὶ προσέδραμον ὅσον τάχος τῇ Χριστοῦ ἐκκλησίᾳ· καὶ τῇ ὀρθοδόξῳ πίστει συγκοινωνήσαντες, λαμπροὶ κήρυκες τοῦ ὑπὲρ ἡμῶν σταυρωθέντος ἐγένοντο.

Ἐν τούτοις δὲ ὄντων, Νεκτάριος ὁ τῆς Κωνσταντινουπόλεως ἀρχιερεὺς τὸν βίον κατέλιπεν. Καὶ δὴ σπουδὴ εὐθέως καὶ ἀγωνία περὶ χειροτονίας πατριάρχου ἐγένετο. Ἔδοξε πᾶσι τότε τοῖς εὐνουστάτοις Ἰωάννην ἐκ τῆς Ἀντιοχέων μεταπέμψαι, τὸν τῆς ἐκκλησίας πρεσβύτερον. Φήμη γάρ τις θεία ἐκράτει περὶ αὐτοῦ καὶ ὑπὸ πάντων ἐπίσημός τε καὶ περιβόητος. Τότε τοίνυν ὁ βασιλεὺς ψήφῳ κοινῇ κληρικῶν τε καὶ λαϊκῶν πρὸς Φλαβιανὸν τὸν τῆς Ἀντιοχείας πρόεδρον γράμματα σπουδαίως ἐξέπεμψεν περιέχοντα οὕτως· «Ἀρκάδιος καὶ Ὁνώριος, νικηταὶ τροπαιοῦχοι πιστοὶ ἐν Χριστῷ Ἰησοῦ, τῷ ἀγαπητῷ πατρὶ Φλαβιανῷ ἀρχιερεῖ χαίρειν.

Οὐδὲν ἡμῖν οὕτω περισπούδαστον ὡς ἡ τῆς ἐκκλησίας ... ... τῆς ἐν Χριστῷ πίστεως ἀσφαλεστάτη κρηπίς. ... ... πατρικὴ ὁσιότης ὡς τέλος τοῦ βίου ἐχρήσατο Νεκτάριος ὁ τῆς ἡμῶν πόλεως πρόεδρος· καὶ οὐ πρέπει ταύτην ἄνευ ἀρχηγοῦ τοῦ τῶν ἱερῶν διαμένειν. Ἔγνωσται οὖν ἡμῖν ἡ τοῦ πρεσβυτέρου Ἰωάννου φήμη. Διὸ καὶ πέμπομεν τῇ σῇ ἁγιότητι εὐλαβεῖς ἐκ τῶν τῆς ἐκκλησίας κληρικῶν, οὐ μὴν δὲ καὶ ἐνδόξους τῶν ἀρχόντων, τοῦ ἀποστεῖλαι τοῦτον πρὸς ἡμᾶς ὅσον τάχιστα. Ἔρρωσο, πάτερ τίμιε.» Δεξάμενος οὖν ὁ ἐπίσκοπος τὴν ἐπιστολὴν καὶ ταύτην τῷ Ἰωάννῃ κοινολογησάμενος, <οὗτος> ἐκ βάθους καρδίας στενάξας ἔφη τῷ ἐπισκόπῳ· «Τίς εἰμι ἐγώ, τιμιώτατε πάτερ, τοιούτου ἐπιλαβέσθαι ἀξιώματος;» Καὶ ὁ ἐπίσκοπος πρὸς αὐτόν· «Ἃ προώρισεν ὁ θεός, τέκνον, πάντως πέρας λαβεῖν ἐθέλουσιν.» Τοῦ δὲ ἀπανηναμένου καὶ μηδαμῶς πειθομένου πρὸς τὸ ... τοῦ ἐγχειρήματος, ὁ ἀρχιερεὺς ἀντέγραψεν τὰ λεχθέντα τῷ βασιλεῖ.

Ταῦτα ὁ βασιλεὺς ἐνωτισάμενος ἐθαύμασεν τὴν Ἰωάννου ἐξ ἀρχῆς ἐνδεικνυμένην ταπείνωσιν. Καὶ τὴν σύγκλητον πᾶσαν προσκαλεσάμενος τὰ τῆς κρίσεως δῆλα πεποίηκεν. Οἱ δὲ ὁμοθυμαδὸν ἔκραξαν λέγοντες· «Ἄξιός ἐστι τῆς βασιλ... ...» Τότε ὁ βασιλεύς τινας τῶν σοφῶν ἐκλεξάμενος [καὶ] μεταπέμπεται μετὰ γραμμάτων πρὸς τὸν τῆς Ἀντιοχείας κόμητα, ἀποστεῖλαι πρὸς τὴν βασιλεύουσαν τὸν Ἰωάννην παρεγγυώντων. Ὃ καὶ ἐγένετο μόλις καὶ μετὰ βίας πολλῆς. Ἐγγισάντων δὲ αὐτῶν ἐν τῇ μεγαλοπόλει τῆς βασιλείας, ἐξῆλθον ἅπαντες προστάξει τοῦ ἄνακτος εἰς συνάντησιν αὐτοῦ πρὸ μιλίων ἕξ· καὶ εἰσαγαγόντες μετὰ πάσης τιμῆς καὶ εὐλαβείας ἐνθρονίζουσι τοῦτον κοινῇ ψήφῳ καὶ βουλῇ πατριάρχην τῇ εἰκοστῇ ἕκτῃ τοῦ δεκεμβρίου μηνός.