Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον
Ενθρόνιση, ομιλίες και αντιμετώπιση αιρέσεων
Ο πρώτος λόγος προς τον βασιλέα, η θεραπεία του δαιμονιζομένου και η αποβολή του αιρετικού Σεβηριανού από την Εκκλησία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ενθρόνιση, ομιλίες και αντιμετώπιση αιρέσεων
Ο πρώτος λόγος προς τον βασιλέα, η θεραπεία του δαιμονιζομένου και η αποβολή του αιρετικού Σεβηριανού από την Εκκλησία.
Τῇ δὲ ἑξῆς ἡμέρᾳ παραγίνεται ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, τὸν συνήθη ἀσπασμὸν καὶ τὸ χαίρειν ποιήσοντες. Καὶ ἐπὶ μικρὸν συνεδριάσαντες, <ἔφη> ὁ Ἰωάννης τῷ βασιλεῖ· «Φορτικόν μοι πέλει τὸ ἀξίωμα τῆς ἀρχῆς, εὐσεβέστατε βασιλεῦ. Οἱ γὰρ ἱερεῖς <ὑπηρετῶν> τάξιν ἐπέχουσι, καὶ εἰ μὴ τὴν αὐτῶν καὶ παντὸς <τοῦ λαοῦ σωτηρ>ίαν φροντίσω, μετὰ τοῦ κρύψαντος τὸ τάλαντον κατακρίνομαι. Ἵνα δὲ τῷ τοιούτῳ κατακρίματι μὴ ὑπαίτιος γένωμαι, παρακαλῶ πάντας ὑμᾶς ἐν ἔργοις ἀμέμπτοις προκόπτειν, ἀπέχεσθαι πονηρῶν ἐπιτηδευμάτων, σχολάζειν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν ἐν ταῖς ἐκκλησίαις, ἵνα μὴ θλίψητε τὸ πνεῦμα τὸ ἅγιον καὶ τῇ ταπεινῇ μου ψυχῇ λύπην καὶ ἀθυμίαν ἐπιβάλητε.» Τοῦ δὲ βασιλέως εἰς ταῦτα ἀνταποκρινομένου καὶ λέγοντος· «Ἠκούσαμεν τῶν ῥημάτων σου, τίμιε πάτερ. Γίνωσκε οὖν ὅτι ὁ ἐκλεξάμενος κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς ἰδίους αὐτοῦ μαθητὰς καὶ εἰς τὸ φωτίσαι τούτους ἀποστείλας τὸν κόσμον, αὐτὸς καὶ σὲ ἐξελέξατο ποιμένα ἡμῶν καὶ αἴτιον πρὸς ψυχικὴν σωτηρίαν γενέσθαι. Μιμοῦ τοίνυν κατὰ πάντα τὸν καλὸν ἀρχιποίμενα καὶ ποίει ἀεὶ τὰ εὐάρεστα αὐτοῦ.
Οὐδεὶς γὰρ ἡμῶν τὰς σὰς ἐντολὰς παρακούσεται· <πλὴν εἰ> καὶ παρακούσων τις εὑρεθείη καὶ τοῖς τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἀντιτείνων ἔσεται, τῆς προσηκούσης ἐπι<τιμίας παρὰ τῆς> σῆς τιμιότητος κανονικῶς καθυποβλη<θεὶς καὶ> παρ’ ἡμῶν βαρυτάτην ἕξει τὴν τιμωρίαν. Καὶ γὰρ τοὺς ἐναντιουμένους τῇ τοῦ Χριστοῦ μου ἐκκλησίᾳ ἐναντιούμενος εὑρεθήσομαι.» Καὶ ταῦτα τοῦ βασιλέως πρὸς τὸν μακάριον Ἰωάννην λέγοντος, πάσης τῆς συγκλήτου καὶ τοῦ λαοῦ ἀκροωμένων, ἀνήρ τις ἧκεν ἐνώπιον αὐτῶν, ὅστις πρὸ πολλοῦ ὑπὸ πνεύματος ἀκαθάρτου ἦν ἐνοχλούμενος, ἀφρίζων τὸ στόμα καὶ τὴν γλῶτταν ἔξω φέρων τοῦ στόματος, ὥστε καὶ δέος τοῖς ὁρῶσι ποιῶν· καὶ πρὸς τὸν ἀρχιερέα τὰς χεῖρας ἐκτείνων καὶ οἴκτου δεόμενος· «Ἐλέησόν με, ἔλεγεν, δοῦλε τοῦ θεοῦ, ὅτι δεινῶς ὑπὸ τοῦ πνεύματος βασανίζομαι.» Τινὲς δὲ τῶν τοῦ βασιλέως, βδελυττόμενοι <τὸ τού>του πάθος, ἀπέπεμπον αὐτόν, καὶ ἐπανήκειν τοῦτον λέγοντες ὡς οὐκ οὔσης ὥρας εὐκαίρου τὰ νῦν. Ὁ δὲ ἅγιος, συγγνώμην τῷ βασιλεῖ αἰτησάμενος καὶ τῆς χειρὸς δραξάμενος τοῦ δαιμονιζομένου, τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τοῦτον εἰσήγαγε, πάντων ἐφεπομένων αὐτῷ καὶ γλιχομένων θεάσασθαι· κἀκεῖσε τὰς χεῖρας ἄρας εἰς οὐρανούς· «Δέσποτα, ἔλεγε, καὶ θεὲ τῶν <πάν>των, ὁ διὰ τῶν σῶν μαθητῶν καὶ ἀποστόλων χωλοὺς ἀνορ<θώσας>, ὀμματώσας τυφλοὺς καὶ δαιμονιζομένους ὑγιεῖς ... ...
ξας, αὐτὸς καὶ νῦν ἐπάκουσόν μου τοῦ δούλου σου, ὥστε φυγαδευθῆναι ἀπὸ τοῦδε τοῦ ἀνθρώπου πᾶν ... ... καὶ βδελυρὸν πνεῦμα ποίησον, ὅπως δοξάζηταί σου τὸ ὄνομα εἰς τοὺς αἰῶνας, ἀμήν.» Ταῦτα αὐτοῦ προσευξαμένου καὶ τῷ σταυρῷ ἐπὶ τρίτον σφραγισαμένου, ἀπεκατεστάθη ὁ ἄνθρωπος ὑγιής, δοξάζων καὶ εὐλογῶν τὸν θεόν.
Τοίνυν ἐπιλαβόμενος τοὺς τῆς ἐκκλησίας οἴακας ὁ ἅγιος καὶ τῆς ἐπιμελείας καὶ διοικήσεως ἀρξάμενος, καθ’ ἡμέραν ἦν διδάσκων, νουθετῶν, στηρίζων, κυβερνῶν καὶ τοὺς πάντας πρὸς τὸ φῶς ὁδηγῶν τὸ τῆς γνώσεως, πολλοὺς δὲ ἐκ τοῦ βυθοῦ τῶν αἱρέσεων τῇ ἀγνοίᾳ ἐμπεπτωκότας ἀνασπῶν καὶ διεγείρων καὶ τῇ τοῦ Χριστοῦ ποίμνῃ ἐπαύξων καὶ στηριζόμενος.
Ποτὲ μὲν Σευηριανοῦ τινος παριόντος, τὴν προσήκουσαν ἐπισκόπῳ τιμὴν οὐκ ἀπένειμεν, ἀλλὰ καθήμενος διετέλει καὶ ληρώδη τινὰ αἱρέσεων διελέγετο, ὅτι ὁ Χριστὸς οὐκ ἦν τέλειος ἄνθρωπος, καὶ ἄλλα δαιμονιώδη ἀποφθεγγόμενος. Δι’ ὧν ὁ ἀρχιερεὺς Ἰωάννης μὴ μελλήσας ἐξελαύνει τοῦτον καὶ ἐξωθεῖται τῆς πόλεως. <Τοιοῦτος> ἦν ὁ θεῖος οὗτος ἀνήρ, πρὸς μὲν τοὺς καλοὺς <λίαν εὐ>φυὴς καὶ φιλάνθρωπος καὶ ἰθύνων καὶ καθη<δύνων>, πρὸς δέ γε τοὺς σκολιοὺς αὐστηρὸς <... ...> μεταστρέψαι αὐτοὺς τοῦ χείρονος ἐν τῷ κρείττονι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.