Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Χρυσόστομον

Ἡσύχιος ὁ Πρεσβύτερος

Η ερμηνεία των παυλείων επιστολών και θείες αποκαλύψεις

Η συγγραφή της ερμηνείας των επιστολών του Αποστόλου Παύλου και η εμφάνιση του ιδίου του Αποστόλου για την επιβεβαίωση της ορθότητας του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 9 από 12

Ἐν βραχυτάτῃ δὲ χρόνου παραδρομῇ εἰς τὰς ἁπανταχοῦ πόλεις ἡ φήμη Ἰωάννου διέδραμε, ὡς τοὺς πλείους ἀφικέσθαι τῶν ἀνθρώπων ἐπιθυμοῦντας τῆς αὐτοῦ διδασκαλίας ἐνωτισθῆναι καὶ τῶν πνευματικῶν αὐτοῦ ναμάτων ἐμφορηθῆναι. Τότε καὶ τὴν τῶν ἐπιστολῶν τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου πεποίηκεν ἐξήγησιν· καὶ τῷ μεγέθει διασκεπτόμενος τοῦ ἐγχειρήματος καὶ ἀμφισβητῶν ἦν καθ’ ἑαυτὸν εἰ ἄρα κατ’ εὐδοκίαν θεοῦ καὶ τῷ τοῦ ἀποστόλου σκοπῷ προσετέθη καὶ ἡ ἐξήγησις· καὶ τὴν διάλυσιν τῆς ἀμφιβολίας διά τινος θείας ἐπεπόθει λαβεῖν ὄψεως.

Καὶ ἐν τούτοις ἐπαποροῦντος, ὤφθη τινὶ τῶν ὑπηρετούντων τῷ Ἰωάννῃ μοναχῶν εἰσιέναι θέλοντι ἐν τῷ κελλίῳ ἐν ᾧ μόνος αὐτὸς ὁ ἀρχιερεὺς καθ’ ἡσυχίαν τὰ τῆς ῥηθείσης ἐξηγήσεως τῶν ἐπιστολῶν συνετίθει καὶ ἔγραφεν, ἄνθρωπός τις ... πολιὰν φαίνων, ὑπόγηρος τὴν ὄψιν τε καὶ τὴν ... ἐντίμως ἔχων καὶ θεοπρεπῶς, τὸ στόμα μὲν ... ... εἶχεν ὠτίον καὶ ὥσπερ τινὰ τῶν μυστηρίων ὑποψιθυρίζων αὐτῷ ὑπεφαίνετο. Τοῦτο τοῦ ὑπηρετοῦντος μοναχοῦ θεασαμένου καὶ ἐνδοτέρω τῆς πύλης μὴ προσπελάσαντος, ἀλλ’ εἰς τοὐπίσω στραφέντος ἵνα μὴ ἀσχολήσειεν μυστηρίῳ ἴσως κατὰ τοὺς διαλεγομένους, καὶ αὖθις μετ’ ὀλίγον ἐλθόντος, τὸ αὐτὸ καὶ δὶς καὶ τρὶς πεπονθέναι <ἔδοξε̣>. Καὶ γὰρ τοιαύτην τάξιν ὁ ἀρχιερεὺς ἦν τοῖς μοναχοῖς ἐντελλόμενος ἵνα, ὅταν τις ἐν τῷ κελλίῳ πρὸς αὐτὸν ἀφίκοιτο χρείας τινὸς ἐπειγούσης, μὴ ἐᾶν ἕτερον εἰσιέναι μέχρις ἂν ὁ πρῶτος τὴν ἐξέλευσιν ἐντεῦθεν ποιήσηται. Ὀψὲ δέ ποτε, τοῦ φανέντος ὑποχωρήσαντος καὶ τοῦ ὑπηρέτου ἐνδότερον τοῦ κελλίου γεγονότος, ἐπυνθάνετο ὁ ἀρχιερεὺς τὸ ποῦ ἂν χρονίζων ὑπῆρχεν καὶ τὴν χρείαν τοῦ κελλίου οὐκ ἐλήλυθεν ἐκπληρεῖν.

Αὐτὸς πρὸς ταῦτα· «Τὴν ἐντολήν σου, πάτερ, ἑπόμενος, ἔφη, οὐκ εἰσῆλθον, ἑτέρου ἔνδον ὑπάρχοντος καὶ διαλεγομένου σοι μυστικώτερον.» <Ὁ δέ·> «Τίς ἂν εἴη ἐκεῖνος; εἰπών· καὶ γὰρ προτρ... ... οὐδεὶς ἐνταῦθα ἀφίκετο», ὑπονοήσας ... ... τῷ ὑπηρέτῃ μοναχῷ γεγονέναι, ἐπυνθάνετο καὶ αὖθις προσεχέστερον· «Τίς ἄρα ὑπῆρχεν ὁ μετ’ ἐμοῦ σοι διαλεγόμενος ὀφθείς; Καὶ εἰ ἴδῃς αὐτόν, ἐγνώρισας ἂν τοῦτον καθυποδεῖξαί μοι.» Τοῦ δὲ μοναχοῦ εὐθὺς ἔνδοθεν τῆς ἐκκλησίας γεγονότος καὶ ἐπὶ τὰς τῶν ἁγίων εἰκόνας καὶ ἐκτυπώσεις διερευνήσαντος, ὡς ἤδη φθάσας καὶ ἐπὶ τὴν τοῦ ἀποστόλου Παύλου ἐν τῇ εἰκόνι ἱστορηθεῖσαν μορφήν, αὐτὸν εἶναι διεβεβαιοῦτο τὸν μετὰ τοῦ ἀρχιερέως συνομιλοῦντά τε καὶ διαλεγόμενον. Ἐκ τούτου τοίνυν ὁ ἅγιος, ὥσπερ τινὰ πληροφορίαν λαβών, τὰ τῆς ἐξηγήσεως ἀναμφιβόλως ἐτέλει καὶ εἰς πέρας ἠγάγετο.