Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Προοίμιον εἰς τὸ ψαλτήριον

Ἡσύχιος ὁ Πρεσβύτερος

Η δαβιδική πατρότητα των ανεπίγραφων ψαλμών και ο ρόλος των ψαλτωδών

Τεκμηριώνεται η απόδοση των ανεπίγραφων ψαλμών και των ψαλμών του Αλληλούια στον Δαβίδ, ενώ διασαφηνίζεται η ιδιότητα των αναφερόμενων προσώπων ως εκτελεστών και όχι συγγραφέων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Μωυσῆς γὰρ ἑρμηνεύεται ἀναίρεσις ὕδατος, ὅπερ ἐστὶν ἑκάστῳ τῶν βαπτιζομένων τὸ τοῦ θεοῦ βάπτισμα· ἀναφέρεται γὰρ ἐκ τῶν θείων ναμάτων τοῦ σωτηρίου ὕδατος. Ἔφησαν δὲ καί τινας ἐκ τῶν ψαλμῶν ἀνεπιγράφους εἶναι διὰ τὸ οὕτως ἐπιγεγράφθαι, καὶ ὡς ἐκ τούτου μηδὲ τούτους εἶναι τοῦ Δαυείδ. ἀλλὰ βεβαιότερος ἡμῖν ὀφείλει ὑπάρχειν Πέτρος ὁ ἀπόστολος καὶ οἱ σὺν αὐτῷ πάντες λέγοντες ἐν ταῖς Πράξεσιν Σὺ ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών· Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. καὶ διὰ τοῦτο ἐδήλωσαν τὸν Δαυεὶδ εἰρηκέναι τοῦτον τὸν ψαλμὸν τὸν ἕνα τῶν ἀνεπιγράφων. τὸν αὐτὸν δὴ τρόπον δῆλον ὅτι καὶ τὸν πρὸ αὐτοῦ αὐτὸς εἴρηκεν, λέγω δὴ τὸν πρῶτον ψαλμόν· καὶ αὐτὸς γὰρ ἐκ τῶν ἀνεπιγράφων δοκεῖ εἶναι.

εἰ γὰρ αὐτὸς πρῶτος ὁ Δαυεὶδ ψαλτῳδοὺς κατέστησεν (καθὰ εὑρήσεις ἐν Παραλειπομέναις ὅτι γέγραπται Καὶ ἔταξεν Δαυεὶδ κατὰ πρόσωπον τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου τῶν Λευϊτῶν λειτουργοῦντας καὶ ἀναφωνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κυρίῳ τῷ θεῷ Ἰσραήλ· Ἀσὰφ ὁ ἡγούμενος καὶ ὁ δεύτερος αὐτοῦ Ζαχαρίας καὶ Ἰειὴλ καὶ Σεμιραμὼθ καὶ Ἰαὴλ καὶ Μαθθαθείας καὶ Ἐλιὰβ καὶ Βαναίας καὶ Ἐβδεδιδών, καὶ Ὀζίας ἐν ὀργάνοις καὶ ἐν νάβλαις καὶ ἐν κιννύραις, καὶ Ἀσὰφ ἐν κυμβάλοις ἀναφωνῶν, καὶ Βαναίας καὶ Ἰεζὴλ οἱ ἱερεῖς ἐν ταῖς σάλπιγξιν διὰ παντὸς ἐνώπιον τῆς κιβωτοῦ τῆς διαθήκης τοῦ θεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. τότε ἔταξεν Δαυεὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ καὶ τῶν ἀδελφῶν αὐτοῦ), οὐκοῦν εἰ αὐτός ἐστιν ὁ τάξας ἕκαστον τῶν ψαλτῳδῶν, δῆλον ὅτι οὐκ ἔστιν ἕτερος ὁ ἀρξάμενος τὸν πρῶτον ψαλμὸν εἰ μὴ ὁ Δαυεὶδ ἄρχων πάντων τούτων. εἰ οὖν ἀρχὴ τῶν ἀνεπιγράφων καὶ τῆς βίβλου τῶν ψαλμῶν δείκνυται τοῦ Δαυεὶδ εἰρημένη, λέγω δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος τῶν ψαλμῶν, οἵτινες πρῶτοι λέγονται παρ’ αὐτοῖς εἶναι τῶν ἀνεπιγράφων, ἐξ ἀνάγκης καὶ οἱ λοιποὶ τῶν ἀνεπιγράφων ὑπὸ τοῦ Δαυεὶδ εἴρηνται· ὥσπερ καὶ ὁ ϙδʹ ἀνεπίγραφος μὲν γέγραπται, τοῦ δὲ Δαυείδ ἐστιν.

ἔνθα εἰς τὸν ἀπόστολον εὑρήσεις λέγοντα πρὸς Ἑβραίους Τινὰ ὁρίζων ἡμέραν καὶ ἐν Δαυεὶδ λέγων μετὰ τοσοῦτον χρόνον καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. καὶ τηλαυγῶς ἐδήλωσε καὶ τοῦτον ἀνεπίγραφον τοῦ Δαυεὶδ εἶναι καὶ οὐχὶ ἑτέρου τινός. οὐκοῦν καὶ οἱ λοιποὶ τῶν ἀνεπιγράφων αὐτοῦ τυγχάνουσιν.

Ὁμῶς καὶ περὶ τῶν ἀνωνύμων εὑρήσεις ὅτι περ αὐτοῦ τοῦ Δαυείδ εἰσιν. ἕνα γὰρ τῶν λεγομένων ἀνωνύμων, λέγω δὴ τὸν ρλαʹ, ἐν νῷ λαβὼν ὁ τοῦ θεοῦ πρωτομάρτυς Στέφανος οὕτως ἔφη πρὸς τοὺς ἄρχοντας καὶ τὸν λαὸν τῶν Ἰουδαίων, λέγων περὶ τοῦ Δαυείδ, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ θεοῦ Ἰακώβ. αὐτὸς οὖν ὁ Δαυεὶδ δείκνυται λέγων ἐν τῷ ψαλμῷ Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. εἰ οὖν δοκεῖ ἡ ἀρχὴ τοῦ ψαλμοῦ ἐκ προσώπου ἑτέρου λελέχθαι, ἀλλ’ ὅμως πιστὸς μάρτυς ὁ Στέφανος ὁ παιδεύων καὶ ἡμᾶς αὐτὸν τὸν ψαλμὸν εἶναι Δαυεὶδ οἰκείᾳ τῇ φωνῇ ὁμολογοῦντα καὶ παιδεύοντα εὑρεῖν σκήνωμα τῷ θεῷ Ἰακώβ.

Περὶ δὲ τῶν ἐχόντων ἐπιγραφὴν τὸ ἀλληλούϊα, πῶς εἴρηνται ὑπὸ τοῦ Δαυεὶδ ἐρῶ. γέγραπται γὰρ ἐν Παραλειπομέναις ὅτι περὶ αὐτῶν ὁ Δαυεὶδ εἶπεν, ὅτε τὴν κιβωτὸν τοῦ θεοῦ ἀνέφερεν σὺν τοῖς ἱερεῦσιν καὶ τῷ λαῷ, τὸ ἀλληλούϊα.

Περὶ δὲ τῶν ἀνεπιγράφων καὶ ἀνωνύμων τοῦτο δηλοῦσιν αἱ ἐπιγραφαί, ὅτι οὐκ εἰς ὄνομα ἑνὸς ἔθνους ἐστὶν ὁ ψαλμὸς ἔνθα ἐστὶν ἀνεπίγραφος, ἢ τὸ ἔργον ὃ διηγεῖται οὐκ ἔστιν παρ’ Ἑβραίοις διὰ τὴν ἰταμότητα αὐτῶν τῆς ἀπιστίας. τὸ δὲ περὶ τῶν ἀνωνύμων τὸ ὄνομα μὴ ἐχόντων εἰς τὴν ἐπιγραφήν, τοῦτο δῆλον εἰς τὸν κύριον εἰρῆσθαι τὸν ψαλμὸν καὶ καθολικῶς κατὰ πάντων ὁμοῦ ᾄδεσθαι τὸν ψαλμόν. οὗτος οὖν ὁ τρόπος τῶν μὲν ἐπιγράφεσθαι ἀνεπιγράφων ἢ ἀνεγγράφων παρ’ Ἑβραίοις ἢ περὶ τῶν λεγομένων ἀνωνύμων. καὶ περὶ τῶν ἐχόντων ἀλληλούϊα τοῦτο ὑμῖν ὑποδείκνυται διὰ τοῦ ἀλληλούϊα, ὅτι εἰς ὕμνον καὶ εὐχαριστίαν εἴρηται ἐκεῖνος ὁ ψαλμὸς ὑπό τινων δωρημάτων παρασχεθέντα ἡμῖν ὑπὸ τοῦ θεοῦ. ἑρμηνεύεται δὲ αὐτὸ τὸ ἀλληλούϊα αἶνος καὶ ὕμνος τῷ θεῷ.

Ἰδοὺ τὴν πᾶσαν διήγησιν ἐποιησάμεθα περὶ τῶν διαιρέσεων τὴν εὔδηλον αὐτῶν ἐν τῷ προλόγῳ φήσαντες. ἐνόμισαν γὰρ οἱ παῖδες τῶν Ἑβραίων μὴ εἶναι τοὺς πάντας τοῦ Δαυείδ, ἀποδέδεικται δὲ διαφόρως αὐτοῦ εἶναι τοὺς πάντας τοῦ Δαυείδ· ὅθεν καὶ αὐτὸς τοὺς περὶ τοῦ Ἀσὰφ κατέστησεν εἰς τὸ ψάλλειν πάντας, διαμερίσας αὐτοὺς καὶ τὰ παρ’ αὐτοῖς ἐκφωνηθέντα ἐν τῇ βίβλῳ τῶν ψαλμῶν. προφῆται οὖν εἴρηνται οἱ περὶ τὸν Ἀσὰφ κατὰ τὸ εἰρημένον περὶ αὐτῶν ἐν Παραλειπομέναις Καὶ Ἀσὰφ καὶ Αἱμὰν καὶ Αἱμὰν καὶ Ἰδιθοὺμ τῶν προφητῶν τοῦ βασιλέως· ὅμως οὐκ ἀπὸ τούτων χρὴ νομίζεσθαι αὐτοὺς τῶν ψαλμῶν εὑρετὰς εἶναι, ἀλλὰ ψαλτῳδοὺς καὶ διδασκάλους κατασταθέντας ὑπὸ κυρίου διὰ Δαυεὶδ τοῦ βασιλέως. οὕτως γὰρ εὑρήσεις τοὺς ψαλτῳδοὺς καὶ νῦν τύπον ἔχοντας τὸν περὶ τοῦ Ἀσὰφ καὶ τοῖς υἱοῖς Κορὲ καὶ τοὺς Λευΐτας, ὅτι περ τὰ περὶ τοῦ Δαυεὶδ ἐκφωνηθέντα ἐν ἐκκλησίᾳ κυρίου ταῦτα ψάλλουσιν εἰς ὑπακοὴν τοῦ λαοῦ. δύνανται δὲ οἱ περὶ τὸν Ἀσὰφ προφῆται δείκνυσθαι καὶ ἀρχηγοὶ καὶ διδάσκαλοι κατασταθέντες ὑπὸ τοῦ Δαυεὶδ εἰς τοὺς λαοὺς εἰς τὸ αἰνεῖν τὸν κύριον καὶ ἐξομολογεῖσθαι αὐτῷ.