Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Προοίμιον εἰς τὸ ψαλτήριον

Ἡσύχιος ὁ Πρεσβύτερος

Ανασκευή των απόψεων περί πολυπροσωπίας στη συγγραφή των Ψαλμών

Ελέγχονται και απορρίπτονται οι θεωρίες προγενέστερων συγγραφέων που απέδιδαν τμήματα του Ψαλτηρίου σε διαφορετικούς προφήτες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Πρῶτον οὖν τῆς διηγήσεως ἀρξόμεθα τῶν πρὸ ἡμῶν συγγραφέων, καὶ τοῦ ἐκείνων προλόγου ἐφαψάμενοι ἐπικαιριώτερα μετὰ ταῦτα διοδεύσομεν σὺν τῇ χάριτι τοῦ κυρίου ἡμῶν· οὔτε γὰρ δίκαιον ἡγοῦμαι τὸ ἐκείνων προοίμιον παραδραμεῖν. τισὶ γὰρ ἔδοξεν ὡς ἀκριβείᾳ πολλῇ χρωμένοις αὐτὸ τὸ Ἑβραϊκὸν εἰς μέσον ἀγαγεῖν καὶ εἰς τοῦτο διαβεβαιοῦσθαι πολλῶν καὶ διαφόρων προφητῶν εἶναι τὴν βίβλον τῶν ψαλμῶν καὶ οὐ μόνον τοῦ Δαυείδ, ὡς ἐκ τῶν ἐπιγραφῶν τῶν ἐπικειμένων τοῖς ψαλμοῖς ἀνακρίνειν δεδύνηνται λέγοντες τοὺς μὲν εἶναι τοῦ Δαυείδ. τοὺς δὲ τῶν υἱῶν Κορέ, ἄλλους δὲ τοῦ Ἀσάφ, τὸν δὲ Αἰθὰμ τοῦ Ἰσραηλίτου, ἑτέρους δὲ Σολομῶντος, ἕνα δέ τινα ἐξ αὐτῶν Μωυσέως, ἄλλους δὲ ἀνεπιγράφους, ἑτέρους δὲ ἀνωνύμους, τινὰς δὲ ἀλληλούϊα. προσέθηκαν δὲ καὶ τοῦτο ἐκ τῶν Παραλειπομένων ἀνελόμενοι, ὅτι τῆς φυλῆς τοῦ Λευῒ τέσσαρας ἄνδρας ἀναλεξάμενος ὁ Δαυείδ, τὸν Ἀσὰφ υἱὸν Κορὲ καὶ Αἰμὰν καὶ Αἰθὰμ καὶ Ἰδιθούμ, ἔστησεν ἐνώπιον τοῦ ἁγιάσματος ἐν διαφόροις ὀργάνοις, ὧν μέσος ἵστατο αὐτὸς ὁ Δαυεὶδ ὡς ἄρχων ἀρχόντων ᾠδῶν, κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον.

Ταῦτα, ὡς προεῖπον, διηγήσαντό τινες τῶν συγγραφέων, ὡς καὶ ἔν τισι τῶν ψαλτηρίων εὑρίσκονται ἐγκείμενα ταῦτα ὑπ’ ἐκείνων ἐκδοθέντα. ὡς ἐκ τοῦ Ἑβραϊκοῦ δῆθεν ἀναλεξάμενοι παρέθηκαν ταῦτα, ἐμοὶ δὲ φαίνονται οὐκ ὀρθῶς εἰσποιησάμενοι τὴν τοσαύτην διήγησιν. εἰ γάρ, ὡς αὐτοὶ εἰρήκασι, μέσος ὁ Δαυεὶδ ἵστατο αὐτῶν κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον, πῶς οὐχὶ τοῦ Δαυείδ ἐστιν ἡ βίβλος τῶν ψαλμῶν; εἰ δὲ φαίησαν ὡς ἀναγράφεσθαι αὐτὸν εἰς τὸ ψαλτήριον τὰ ὑπ’ ἐκείνων λεγόμενα, οὐκ ἔτι αὐτὸς ἄρχων ἐκείνων εὑρίσκεται, ἀλλ’ ἐκεῖνοι τούτου ἄρχοντες, οἵτινες μετεδίδουν αὐτῷ τὰ δι’ αὐτῶν ἐκφωνούμενα.

Ὁμοίως δὲ καὶ ἡ διαίρεσις αὐτῶν ἡ περὶ τῶν ψαλμῶν εἰρημένη οὐκ εὐλόγως εἶναί μοι δοκεῖ. ἔφησαν γάρ, ὡς προεῖπον, τοὺς μὲν εἶναι τοῦ Δαυείδ, τοὺς δὲ τῶν υἱῶν Κορέ, τοὺς δὲ Ἀσάφ, ἄλλον δὲ Αἰθὰμ τοῦ Ἰσραηλίτου, τινὰς δὲ τοῦ Σολομῶντος, ἄλλους δὲ Αἰμάν, ἕνα δὲ τοῦ Μωυσέως. ἐχρῆν οὖν, ὡς οἶμαι, πρὸ πάντων τὸν τοῦ Μωυσέως τετάχθαι ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ἢ ἐγκεῖσθαι τοῦτον εἰς τὰς ἐκείνου βίβλους, καθάπερ αἱ ᾠδαὶ αὐτοῦ ἡ μὲν πρόκειται ἐν Ἐξόδῳ, ἡ δὲ ἐν Ἀριθμοῖς, ἡ δὲ ἄλλη ἐν Δευτερονομίῳ, καὶ οὐχὶ ἐν τῇ βίβλῳ τῶν ψαλμῶν. οὐδὲ πρὸ πάντων, ἀλλὰ μετὰ τοῦ Σολομῶντος καὶ πρὸ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ εἰρημένος εἶς τοῦ Μωυσέως ἐστὶν ὁ ψαλμὸς κατὰ τὴν ἐκείνων διάνοιαν τῶν οὕτως ἐκθεμένων.

Ἔτι δὲ καὶ τοῦτο ἐρῶ καὶ περὶ τῶν τοῦ Σολομῶντος ψαλμῶν, ὅτι εἰ ὅλως ἦσαν τοῦ Σολομῶντος, ἤμελλον ἐγκεῖσθαι ἐν Βασιλείαις ἢ Παραλειπομέναις, ἢ αὐτὸ τοῦτο ἤμελλον ἡμῖν δηλοῦσθαι ἐν αὐταῖς ταῖς βίβλοις, καθάπερ εἴρηται περὶ αὐτοῦ ὅτι ἦσαν αὐτῷ ᾠδαὶ πεντακισχίλιαι, ψαλμὸν δὲ αὐτοῦ οὐδαμοῦ ἐμνημόνευσεν ἡ θεία γραφή.