Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Χρονικόν

Ἱππόλυτος Ῥώμης

Γενεαλογία από τον Αδάμ και διαμερισμός της γης

Καταγραφή των γενεών από την κτίση του κόσμου έως την πυργοποιία, η σύγχυση των γλωσσών και η διανομή της γης στους τρεις υιούς του Νώε.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 8

Βίβλος γενέσεως ἀνθρώπων. Ἧι ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. Ἔζησε δὲ Ἀδὰμ ἔτη σλʹ καὶ ἐγέννησε τὸν Σήθ. Καὶ ἔζησε Σὴθ ἔτη σεʹ καὶ ἐγέννησε τὸν Ἐνώς. Καὶ ἔζησε Ἐνὼς ἔτη ρϛʹ καὶ ἐγέννησε τὸν Καϊνάν.

Καὶ ἔζησε Καϊνὰν ἔτη ροʹ καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἔζησε Μαλελεὴλ ἔτη ρξεʹ καὶ ἐγέννησε τὸν Ἰάρεδ. Καὶ ἔζησε Ἰάρεδ ἔτη ρξβʹ καὶ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησε Ἐνὼχ ἔτη ρξεʹ καὶ ἐγέννησε τὸν Μαθουσάλα.

Καὶ ἔζησε Μαθουσάλα ἔτη ρξζʹ καὶ ἐγέννησε τὸν Λάμεχ. Καὶ ἔζησε Λάμεχ ἔτη ρπηʹ καὶ ἐγέννησε τὸν Νῶε. Καὶ ἦν Νῶε ἐτῶν φʹ καὶ ἐγέννησε τρεῖς υἱοὺς τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφεθ. Μετὰ δὲ ἔτη ρʹ τοῦ τεχθῆναι τὸν Σὴμ γίνεται ὁ κατακλυσμὸς ὄντος τοῦ Νῶε ἐτῶν χʹ.

Γίνονται οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ γενεαὶ δέκα ἔτη ͵β〈σ〉μβʹ. Αὗται αἱ γενέσεις Σήμ. Σὴμ ὢν ἐτῶν ρʹ ἐγέννησε τὸν Ἀρφαξὰδ ἔτους δευτέρου μετὰ τὸν κατακλυσμόν. Καὶ ἔζησεν Ἀρφαξὰδ ἔτη ρλεʹ καὶ ἐγέννησε τὸν Καϊνάν.

Καὶ ἔζησε Καϊνὰν ἔτη ρλʹ καὶ ἐγέννησε τὸν Σάλα. Καὶ ἔζησε Σάλα ἔτη ρλʹ καὶ ἐγέννησε τὸν Ἔβερ. Καὶ ἔζησεν Ἔβερ ἔτη ρλʹ καὶ ἐγέννησε τὸν Φάλεγ. Ἐπὶ τούτου γενεαὶ πέντε ἔτη φκεʹ, ἀπὸ δὲ Ἀδὰμ γενεαὶ ιεʹ ἔτη ͵βψξζʹ.

Ἀρχὴ τοῦ χρονογράφου· ἀλλ᾽ ἐν ἄλλοις βίβλοις εὑρήσεις πλατυτέρως τὴν ἀρχήν, ἡμεῖς δὲ τὸν διαμερισμὸν μόνον ἐν συντόμῳ γεγράφαμεν. γίνονται οὖν ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τῆς πυργοποιίας καὶ συγχύσεως τῶν γλωσσῶν γενεαὶ μὲν ιεʹ, ἔτη δὲ ͵βωʹ.

Διαμερισμὸς τῆς γῆς. Τῆς γῆς ὁ διαμερισμὸς τοῖς τρισὶν υἱοῖς τοῦ Νῶε μετὰ τὸν κατακλυσμὸν ἐγένετο οὕτως τῷ Σὴμ τῷ Χὰμ καὶ τῷ Ἰάφεθ. τῶν τριῶν ἀδελφῶν αἱ φυλαὶ διεμερίσθησαν, καὶ τῷ μὲν Σὴμ τῷ πρωτοτόκῳ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς τὸ μῆκος, πλάτος δὲ ἀπὸ τῆς Ἰνδικῆς ἕως Ῥινοκορούρων, Χὰμ δὲ τῷ δευτέρῳ ἀπὸ Ῥινοκορούρων ἕως Γαδείρων τὰ πρὸς νότον, Ἰάφεθ δὲ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν.

Ἔχει δὲ Ἰάφεθ ποταμὸν Τίγριν τὸν διορίζοντα Μηδίαν καὶ Βαβυλωνίαν, ὁ δὲ Χὰμ ἔχει ποταμὸν Γηὼν τὸν καλούμενον Νεῖλον [χρυσορρόαν], ὁ δὲ Σὴμ ἔχει [ποταμοὺς δύο] τὸν Εὐφράτην [καὶ τὸν Φισών]. Συνεχύθησαν δὲ αἱ γλῶσσαι μετὰ τὸν κατακλυσμὸν ἐπὶ τῆς γῆς· ἦσαν οὖν αἱ συγχυθεῖσαι γλῶσσαι οβʹ, οἱ δὲ τὸν πύργον οἰκοδομήσαντες ἦσαν ἔθνη οʹ, οἳ καὶ ἐν γλώσσαις αὐτῶν ἐπὶ προσώπου τῆς γῆς διεμερίσθησαν.