Ἔργον
Ἱππόλυτος Ῥώμης – Χρονικόν
Οι απόγονοι του Νώε και η κατανομή των εθνών
Λεπτομερής γενεαλογική και γεωγραφική καταγραφή των απογόνων του Ιάφεθ, του Χαμ και του Σημ, καθώς και η διασπορά των εβδομήντα δύο εθνών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι απόγονοι του Νώε και η κατανομή των εθνών
Λεπτομερής γενεαλογική και γεωγραφική καταγραφή των απογόνων του Ιάφεθ, του Χαμ και του Σημ, καθώς και η διασπορά των εβδομήντα δύο εθνών.
Νεβρὼδ δὲ ὁ γίγας, υἱὸς Χοὺς τοῦ Αἰθίοπος, οὗτος εἰς τὴν βρῶσιν αὐτοῖς κυνηγῶν ἐχωρήγει θηρία φαγεῖν. Τὰ δὲ ὀνόματα τῶν ἑβδομήκοντά ἐστι ταῦτα Υἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε· (1) Γάμερ, ἀφ᾽ οὗ Καππάδοκες, (2) Μαγώγ, ἀφ᾽ οὗ Κελτοὶ καὶ Γαλάται, (3) Μαδάι, ἀφ᾽ οὗ Μῆδοι, (4) Ἰωύαν, ἀφ᾽ οὗ Ἕλληνες καὶ Ἴωνες, (5) Θωβέλ, ἀφ᾽ οὗ οἱ Θετταλοί, (6) Μοσόχ, ἀφ᾽ οὗ οἱ Ἰλυριοί, (7) Θήρας, ἀφ᾽ οὗ οἱ Θρᾷκες, (8) Χαταίν, ἀφ᾽ οὗ οἱ Μακεδόνες.
Υἱοὶ Γάμερ τοῦ υἱοῦ τοῦ Ἰάφεθ τοῦ υἱοῦ τοῦ Νῶε· (9) Ἀσχανάθ, ἀφ᾽ οὗ Σαρμάται, (10) Ἐρισφάν, ἀφ᾽ οὗ οἱ Ῥόδιοι, (11) Θωργαμά, ἀφ᾽ οὗ Ἀρμένιοι. Υἱοὶ Ἰωύαν υἱοῦ Ἰάφεθ τοῦ υἱοῦ τοῦ Νῶε· (12) Ἐλισσά, ἀφ᾽ οὗ οἱ Σικελοί, (13) Θαρσεῖς, ἀφ᾽ οὗ Ἴβηρες 〈οἱ〉 καὶ Τυρηνοί, (14) καὶ Κίτιοι, ἀφ᾽ οὗ Ῥωμαῖοι 〈οἱ〉 καὶ Λατῖνοι.
Πάντες οὗτοι υἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε· ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν, εἰσὶ δὲ καὶ (15) οἱ Κύπριοι ἐκ τῶν Κιτιέων ἐκ τῶν υἱῶν Ἰάφεθ. ὁμοῦ ἔθνη ιεʹ. Ἔτι δὲ εὑρίσκομεν καὶ τοὺς ἐν βορρᾷ ὄντας ἐξ αὐτῶν ὁμοφύλους τῶν Κιτιέων.
Ἔστι δὲ καὶ τὰ ἐκ τῆς Ἑλλάδος ἔθνη πάντα ἐξ αὐτοῦ ἐκτὸς τῶν μετῳκηκότων ὕστερον ἐκεῖ, οἷον Σαιτῶν, οἳ κατῴκησαν τιμωμένην πόλιν τὴν καλουμένην Ἀθήνας, καὶ τὰς 〈Θήβας, οἳ Σιδωνίων ἄποικοί εἰσιν ἐκ Κάδμου Ἀγή〉νορος, καὶ οἱ Χαλκηδόνιοι δὲ τῶν Τυρρηνίων εἰσὶν ἄποικοι, καὶ εἴ τινες ἄλλοι εἰς Ἑλλάδα μετῴκησαν.
Ταῦτα δὲ τὰ τοῦ Ἰάφεθ ἔθνη ἀπὸ Μηδίας ἕως τοῦ ἑσπερίου κατέσπαρται ὠκεανοῦ βλέποντα πρὸς βορρᾶν· (1) Μῆδοι (2) Ἀλβανοί (3) Γαργανοί (4) Ἐρραῖοι (5) Ἀρμένιοι (6) Ἀμαζόνες (7) Κῶλοι (8) Κορζηνοί (9) Δενναγηνοί (10) Καππάδοκες (11) Παφλαγόνες (12) Μαριανδηνοί (13) Ταβαρηνοί (14) Χάλυβες 〈(15) Μοσσύνοικοι (16) Σαρμάται (17) Σαυρομάται (18) Μαιῶται (19) Σκύθες (20) Ταύριοι〉 (21) Θρᾷκες (22) Βασταρνοί (23) Ἰλυριοί (24) Μακεδόνες (25) Ἕλληνες (26) Λίγυρες 〈(27) Ἴστροι (28) Οὐεννοί (29) Δαυνεῖς (30) Ἰάπυγες (31) Καλαβροί (32) Ὀππικοί (33) Λα〉τῖνοι οἱ καὶ Ῥωμαῖοι (34) Τυρρηνοί (35) Γάλλιοι 〈οἱ καὶ〉 Κελτοί (36) Λυγιστινοί (37) Κελτίβηρες (38) Ἴβηρες (39) Γάλλοι (40) 〈Ἀ〉κουατινοί (41) Ἰλλυρικοί〉 (42) Βάσαντες (43) Κυρ〈τανοί (44) Λυσιτάνιοι (45) Οὐακκαῖοι (46) Κόννιοι (47) Βρεττανοί οἱ ἐν νή〉σοις οἰκοῦντες.
Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματά εἰσιν (1) Ἴβηρες (2) Λατῖνοι οἷς χρῶνται οἱ Ῥωμαῖοι (3) Σπάνοι (4) Ἕλληνες (5) Μῆδοι (6) Ἀρμένιοι. Ἔστι δὲ τὰ ὅρια αὐτῶν ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν, εὖρος δὲ ἀπὸ Ποταμίδος ποταμοῦ ἕως Μαστουσίας τῆς κατὰ ἥλιον.
Αἱ δὲ χῶραί εἰσιν αὗται· (1) Μηδία (2) Ἀλβανία (3) Ἀμαζονίς (4) Ἀρμενία μικρὰ καὶ μεγάλη (5) Καππαδοκία (6) Παφλαγονία (7) Γαλατία (8) Κολχίς (9) Ἰνδικὴ Ἀχαΐα (10) Βοσπορινή (11) Μαιῶτις (12) Δέρρης (13) Σαρματίς (14) Ταυριανή (15) Βασταρνίς (16) Σκυθία (17) Θρᾴκη (18) Μακεδονία (19) Δελματία (20) Μολχίς (21) Θεσσαλία (22) Λωκρίς (23) Βοιωτία (24) Αἰτωλία (25) Ἀττική 〈(26) Ἀχαία〉 (27) Πελοπόννησος 〈(28) Ἀκαρνία〉 (29) Ἠπειρώτης (30) Ἰλλυρίς (31) ἡ Λυχνῖτις (32) Ἀδριακή, ἀφ᾽ ἧς τὸ Ἀδριακὸν πέλαγος (33) Γαλλία (34) Θουσκηνή (35) Λυσιτανία (36) Μεσαλία (37) Ἰταλία (38) Κελτίς (39) Σπανογαλία (40) Ἰβηρία (41) Σπανία ἡ μεγάλη. ὁμοῦ μαʹ. ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ ἕως Βρεταννικῶν νήσων πᾶσαί τε πρὸς βορρᾶν βλέπουσαι.
Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι ἐπίκοιναι αὗται· (1) Σικελία (2) Εὔβοια (3) Ῥόδος (4) Χῖος (5) Λέσβος (6) Κυθήρα (7) Ζάκυνθος (8) Κεφαληνία (9) Ἰθάκη (10) Κέρκυρα καὶ (11) αἱ Κυκλάδες καὶ (12) μέρος τι τῆς Ἀσίας τὸ καλούμενον Ἰωνία. [αὗται αἱ νῆσοι τῷ μέρει τοῦ Ἰάφεθ.] Ποταμὸς δέ ἐστιν αὐτοῖς 〈Τίγρις〉 διορίζων Μηδίαν 〈καὶ〉 Βαβυλωνίαν.
Ταῦτά ἐστι τὰ ὅρια τοῦ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε. Γενεαλογία τοῦ Χὰμ 〈τοῦ〉 δευτέρου υἱοῦ τοῦ Νῶε· οἱ δὲ υἱοὶ Χὰμ τοῦ δευτέρου υἱοῦ τοῦ Νῶε (1) πρῶτος Χούς, ἐξ οὗ Αἰθίοπες, (2) 〈καὶ〉 Μεστραείμ, ἐξ οὗ Αἰγύπτιοι, (3) καὶ Φούδ, ἐξ οὗ Τρωγλοδύται, (4) καὶ Χανάν, ἐξ οὗ 〈Ἄφροι〉 καὶ Φοίνικες.
Οἱ δὲ υἱοὶ Χοὺς τοῦ Αἰθίοπος 〈τοῦ υἱοῦ Χὰμ τοῦ δευτέρου〉 υἱοῦ Νῶε. (5) Σαβὰ (6) καὶ Εὐηλὰτ (7) καὶ Σεβακαθὰθ (8) καὶ Ῥεγμὰ (9) καὶ Σεκατθὰ οὗτοι Αἰθίοπες πρῶτοι κατὰ τὰς φυλὰς αὐτῶν. Καὶ υἱοὶ Ῥεγμὰ τοῦ υἱοῦ Χοὺς τοῦ Αἰθίοπος 〈τοῦ υἱοῦ Χὰμ〉 τοῦ 〈δευτέρου〉 υἱοῦ Νῶε (10) Σάβατον (11) καὶ Ἰουδὰδ (12) καὶ Νεβρὼδ ὁ γίγας ὁ Αἴθιοψ. [γέγραπται γάρ· καὶ Χοὺς ἐγέννησε τὸν Νεβρὼδ τὸν Αἰθίοπα γίγαντα κυνηγόν—ὡς Νεβρὼδ γίγας κυνηγός.] Καὶ Αἰγυπτίων πατριαὶ σὺν Μεστραεὶμ τῷ πατρὶ αὐτῶν ὀκτώ. λέγει γὰρ οὕτως· Καὶ Μεστραεὶμ ἐγέννησε (13) τοὺς Λυδιείμ, ἐξ οὗ ἐγένοντο Λύδιοι, καὶ (14) τοὺς Τενιείμ, ἐξ οὗ Πάμφυλοι, καὶ (15) τοὺς Λαβιείμ, ἐξ οὗ Λίβυες, καὶ (16) τοὺς Νεφθαλείμ, ἐξ οὗ Φυγάδες, καὶ (17) τοὺς Πατροσονιείμ, ἐξ οὗ Λύκιοι, καὶ (18) τοὺς Φυλιστιείμ, ἐξ οὗ Φοίνικες (?), καὶ (19) τοὺς Καφθοριείμ, ἐξ οὗ Κίλικες.
Χαναναίων δὲ πατριαὶ σὺν Χαναὰν τῷ πατρὶ αὐτῶν εἰσι ιβʹ. λέγει γὰρ οὕτως· Καὶ Χαναὰν ἐγέννησε τὸν (20) Σιδῶνα πρωτότοκον καὶ (21) τὸν Χετταῖον καὶ (22) τὸν Ἀμορραῖον καὶ (23) τὸν Γεργεσσαῖον καὶ (24) τὸν Εὐαῖον καὶ (25) τὸν Ἀρουκαῖον, ἐξ οὗ Τριπολῖται, καὶ (26) τὸν Ἀσενναῖον, ἐξ οὗ Ὀρθωσιασταί, καὶ (27) τὸν Ἀράδιον, ἐξ οὗ Ἀράδιοι, καὶ (28) τὸν Σαμορραῖον, ἐξ οὗ Σαμαρεῖται, 〈καὶ (29) τὸν Φερεζαῖον, ἐξ οὗ Φερεζαῖοι〉, καὶ (30) τὸν Ἀματθῆ, ἐξ οὗ Ἀμαθούσιοι.
Ἔστι δὲ καὶ αὐτῶν ἡ κατοικία ἀπὸ Ῥινοκορούρων ἕως Γαδείρων τὰ πρὸς νότον ἐπὶ μῆκος. Τὰ δὲ ἐκ τούτων γεννηθέντα ἔθνη. (1) Αἰθίοπες (2) Τρωγλοδύται (3) Ἀγγαῖοι (4) Ταγηνοί (5) Ἰσακηνοί (6) Ἰχθυοφάγοι (7) Ἑλλανικοί (8) Αἰγύπτιοι (9) Φοίνικες (10) Λίβυες (11) Μαρμαρίδες (12) Κᾶρες (13) Ψυλλῖται (14) Μυσοί (15) Μοσυνοί (16) Φυγάδες (17) Μάκονες (18) Βιθυνοί (19) Νομάδες (20) Λύκιοι (21) Μαριανδηνοί (22) Πάμφυλοι 〈(23) Μοσοσυνοί (?)〉 (24) Πισιδηνοί (25) Αὐγαλαῖοι (26) Κίλικες (27) Μαυρούσιοι (28) Κρῆτες (29) Μαγάρται (30) Νούμιδες 〈(31) Μακάριοι (?)〉 (32) Νασαμ〈ων〉ίδες. οὗτοι διακατέχουσιν ἀπὸ Αἰγύπτου ἕως τοῦ νοτιαίου ὠκεανοῦ.
Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα (1) Φοίνικες (2) Αἰγύπτιοι (3) Πάμφυλοι (4) Φρύγες. Ἔστι δὲ τὰ ὅρια τοῦ Χὰμ ἀπὸ Ῥινοκορούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ Αἰθιοπίαν ἕως Γαδείρων ἐπὶ μῆκος. Τὰ δὲ ὀνόματα τῶν χωρῶν ἐστι ταῦτα. (1) Αἴγυπτος σὺν τοῖς περὶ αὐτὴν πᾶσιν. (2) Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς, (3) καὶ ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται Γηὼν ὁ 〈τῶν Αἰθιόπων〉 ποταμὸς ὁ καλούμενος Νεῖλος, (4) Ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, (5) Θηβαῒς ὅλη, (6) Λιβύη ἡ παρεκτείνουσα μέχρι Κορκυρίνης, (7) Μαρμαρὶς καὶ τὰ περὶ αὐτὴν πάντα, (8) Σύρτις ἔχουσα ἔθνη τρία, Νασαμόνας Μάκας Ταυταμαίους, (9) Λιβύη ἑτέρα ἡ παρεκτείνουσα 〈ἀπὸ Λέπτεως〉 μέχρι μικρᾶς Σύρτεως. (10) Νουμίδα, (11) Μασσυρίς, (12) Μαυριτανία ἡ παρεκτείνουσα μέχρι Ἡρακλείων στηλῶν κατέναντι Γαδείρων.
Ἔχει δὲ ἐν τοῖς κατὰ βορρᾶν τὰ πρὸς θάλασσαν, (13) Κιλικίαν (14) Παμφυλίαν (15) Πισιδίαν (16) Μυσίαν (17) Λυγδονίαν (18) Φρυγίαν (19) Καμηλίαν (20) Λυκίαν (21) Καρίαν (22) Λυδίαν (23) Τρῳάδα (24) Αἰολίαν (25) Βιθυνίαν (26) τὴν ἀρχαίαν καλουμένην Φρυγίαν.
Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι ἐπίκοινοι αἵδε. (1) Κόρσυλα (2) Λαπάδουσα (3) Γαῦλος (4) Μελίτη (5) Κέρκινα (6) Μηνίς (7) Ταυριανίς (8) Σαρδανίς (9) Γαλάτη (10) Γορσύνη (11) Κρήτη (12) Γαυλορίδη (13) Θήρα (14) Καρίαθος (15) Ἀστυπάλια (16) Χῖος (17) Λέσβος (18) Τένεδος (19) Ἴμβρος (20) Ἰασός (21) Σάμος (22) Κῶος (23) Κνίδος (24) Νίσυρος (25) μεγίστη Κύπρος, ὁμοῦ νῆσοι κεʹ.
Αὗται αἱ νῆσοι δουλεύουσι τῷ Χὰμ καὶ τῷ Ἰάφεθ τοῖς δύο υἱοῖς τοῦ Νῶε. Ἔχει δὲ Χὰμ ποταμὸν Γηὼν τὸν καλούμενον Νεῖλον τὸν κυκλοῦντα πᾶσαν τὴν Αἴγυπτον 〈καὶ〉 Αἰθιοπίαν· ὁρίζει δὲ μεταξὺ τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ τὸ στόμα τῆς ἑσπερινῆς θαλάσσης.
Αὕτη τοῦ Χὰμ ἡ γενεαλογία 〈τοῦ δευτέρου υἱοῦ τοῦ Νῶε〉. Γενεαλογία τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε. Ἐκ δὲ τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε εἰσὶ φυλαὶ κεʹ· οὗτοι πρὸς ἀνατολὰς ᾤκησαν. (1) Ἐλάμ, ὅθεν οἱ Ἐλυμαῖοι, (2) καὶ Ἀσούρ, ὅθεν οἱ Ἀσσύριοι, (3) καὶ Ἀρφαξάδ, ὅθεν οἱ Χαλδαῖοι, (4) καὶ Λούδ, ὅθεν οἱ Ἀλαζονεῖς (5) καὶ Φούδ, ὅθεν οἱ Πέρσαι, (6) καὶ Ἀράμ, ὅθεν οἱ Αἰΐται.
Καὶ υἱοὶ Ἁρὰμ υἱοῦ Σὴμ υἱοῦ Νῶε· (7) Ὧς καὶ Οὔλ, ὅθεν γεννῶνται Λυδοί, (8) καὶ Γαθέρ, ὅθεν Γασφηνοί, (9) καὶ Μοσόχ, ὅθεν Μοσυνοί. Καὶ Ἀρφαξὰδ ἐγέννησε (10) τὸν Καϊνάν, ὅθεν γίνονται οἱ πρὸς ἀνατολὰς Σαμίται, καὶ Καϊνὰν ἐγέννησε (11) τὸν Σαλαθιήλ, ὅθεν γεννῶνται ο〈ἱ〉 Σαλαθιαῖοι, καὶ Σαλαθιὴλ ἐγέννησε (12) τὸν Ἔβερ, ὅθεν γεννῶνται Ἑβραῖοι.
Καὶ τῷ Ἔβερ ἐγεννήθησαν υἱοὶ δύο· (13) πρῶτος Φάλεχ, ὅθεν κατάγεται τὸ γένος τοῦ Ἀβραάμ, καὶ (14) Ἰεκτὰν ὁ ἀδελφὸς αὐτοῦ. Ἰεκτὰν δὲ [ὁ ἀδελφὸς Φάλεχ] ἐγέννησε (15) τὸν Ἐλμωδὰδ, ὅθεν γεννῶνται οἱ Ἰνδοί, καὶ (16) τὸν Σαλέφ, ὅθεν οἱ Βακτριανοί, καὶ (17) τὸν Ἀράμ, ὅθεν οἱ Ἀράβ〈ι〉ες, καὶ (18) Ἰ〈δ〉ουράμ, ὅθεν Καρμήλιοι, καὶ (19) Αἰθήλ, ὅθεν οἱ Ἀρειανοί, καὶ (20) Ἀβιμεήλ, ὅθεν Ὑρκάνιοι, καὶ (21) Δεκλάμ, ὅθεν Κεδρούσιοι, καὶ (22) Γεβάλ, ὅθεν οἱ Σκύθες, καὶ (23) Σαβάτ, ὅθεν οἱ Ἀλαμοσινοί, καὶ (24) [Ι]Οὐήρ, ὅθεν Ἑρμαῖοι καὶ (25) Εὐεαί, ὅθεν Γυμνοσοφισταί.
Οὗτοι πάντες ἐκ τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε. Πάντων δὲ τῶν υἱῶν τοῦ Σήμ ἐστιν ἡ κατοικία ἀπὸ Βάκτρων ἕως Ῥινοκορούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ στόματος τοῦ κατὰ τὸν Ἀρσινοΐτην τῆς Ἰνδικῆς.
Ταῦτα δὲ τὰ ἐξ αὐτῶν γενόμενα ἔθνη· (1) Ἑβραῖοι 〈οἱ〉 καὶ Ἰουδαῖοι (2) Πέρσαι (3) Μῆδοι (4) Παίονες (5) Ἀρειανοί 〈(6) Ἀσσύριοι〉 (7) Ὑρκάνιοι (8) Ἰνδοί (9) Μαγαρδοί (10) Πάρθοι (11) Γερμανοί (12) Ἐλυμαῖοι (13) Κοσσαῖοι (14) Ἄραβες [οἱ] πρῶτοι οἱ καλούμενοι Κεδρούσιοι (15) Ἄραβες δεύτεροι [οἱ καλούμενοι] (16) Γυμνοσοφισταί.
Παρεκτείνε〈ι〉 δὲ αὐτῶν ἡ κατοικία ἀπὸ Ἡλιουπόλεως τῆς ἔσω ἕως Ῥινοκορούρων καὶ τῆς Κιλικίας. Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα οὗτοί εἰσιν· (1) Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι (2) Πέρσαι (3) Μῆδοι (4) Χαλδαῖοι (5) Ἰνδοί (6) Ἀσσύριοι.
Ἐστὶ δὲ ἡ κατοικία τῶν υἱῶν τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε μῆκος μὲν ἀπὸ τῆς Ἰνδικῆς ἕως Ῥινοκορούρων, πλάτος δὲ ἀπὸ τῆς Περσίδος καὶ Βάκτρων ἕως τῆς Ἰνδικῆς. Τὰ δὲ ὀνόματα τῶν χωρῶν τῶν υἱῶν τοῦ Σήμ ἐστι ταῦτα· (1) Περσὶς σὺν τοῖς ἐπικειμένοις αὐτῇ ἔθνεσιν (2) Βακτριανή (3) Ὑρκανία (4) Βαβυλωνία (5) Κορδυλία (6) Ἀσσυρία (7) Μεσοποταμία (8) Ἀραβία ἡ ἀρχαία (9) Ἐλυμαΐς (10) Ἰνδική (11) Ἀραβία ἡ εὐδαίμων 〈(12) Κοίλη Συρία〉 (13) Κομμαγηνή (14) καὶ ἡ Φοινίκη ἣπερ ἐστὶ τῶν υἱῶν τοῦ Σήμ. [Τοῦ δὲ Χὰμ τοῦ δευτέρου υἱοῦ Νῶέ ἐστιν ἡ κατοικία ἀπὸ Ῥινοκορούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ Αἰθιοπίαν ἕως Γαδείρων.] [Τοῦ δὲ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν μέρη καὶ νῆσοι ἐπίκοινοι.] Αἱ πᾶσαι ἐκ τῶν τριῶν τοῦ Νῶε ὁμοῦ φυλαὶ οβʹ.
Τὰ δὲ ἔθνη, ἃ διέσπειρε κύριος ὁ θεὸς ἐπὶ προσώπου πάσης τῆς γῆς ἐν ταῖς ἡμέραις Φαλὲκ καὶ Ἰεκτὰν τῶν δύο ἀδελφῶν κατὰ τὰς ἰδίας γλώσσας αὐτῶν ἐν τῇ πυργοποιίᾳ, ὅτε συνεχύθησαν αἱ γλῶσσαι αὐτῶν, ἐστὶ ταῦτα· (1) Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι (2) Ἀσσύριοι (3) Χαλδαῖοι (4) Μῆδοι (5) Πέρσαι 〈(6) Ἄραβες πρῶτοι καὶ δεύτεροι〉 (7) Μαδιηναῖοι πρῶτοι καὶ δεύτεροι (8) Ἀδιαβηνοί (9) Ταιηνοί (10) Σαλαμοσηνοί (11) Σαρακηνοί (12) Μάγοι (13) Κάσπιοι (14) Ἀλβανοί (15) Ἰνδοὶ πρῶτοι καὶ βʹ (16) Αἰθίοπες πρῶτοι καὶ δεύτεροι (17) Αἰγύπτιοι καὶ Θηβαῖοι (18) Λίβυες [πρῶτοι καὶ βʹ] (19) Χετταῖοι (20) Χαναναῖοι (21) Φερεζαῖοι (22) Εὐαῖοι (23) Ἀμορραῖοι (24) Γεργεσαῖοι (25) Ἰεβουσσαῖοι (26) Ἰδουμαῖοι (27) Σαμαρρεῖοι (28) Φοίνικες (29) Σύροι (30) Κίλικες οἱ καὶ Θαρσεῖς (31) Καππάδοκες (32) Ἀρμένιοι (33) Ἴβηρες (34) Βιβρανοί (35) Σκύθαι (36) Κόλχοι (37) Σαῦνοι (38) Βοσπορανοί (39) Ἀσιανοί (40) Ἰσαυροί (41) Λυκάονες (42) Πισίδες (43) Γαλάται 〈(44) Παφλαγόνες (45) Φρύγες〉 (46) Ἕλληνες οἱ καὶ Ἀχαῖοι (47) Θεσσαλοί (48) Μακεδόνες (49) Θρᾷκες (50) Μυσοί (51) Βεσσοί (52) Δάρδανοι (53) Σαρμάται (54) Γερμανοί (55) Παννόνιοι οἱ καὶ Παίονες (56) Νωρικοί· (57) Δελμάται (58) Ῥωμαῖοι οἱ καὶ Λατῖνοι καὶ Κιτιαῖοι (59) Λίγυρες (60) Γάλ〈λ〉οι οἱ καὶ Κελταῖοι (61) Ἀκυατινοί (62) Βριτανοί (63) Σπάνοι 〈οἱ〉 καὶ Τυρρηνοί (64) Μαῦροι (65) Μακουακοί (66) Γαίτυλοι (67) Ἄφροι (68) Μάζικες (69) Ταράμαντες οἱ ἐξώτεροι (70) Σποράδες (71) Κελτίονες (72) Ταράμαντες ἐσώτεροι, οἳ ἕως τῆς Αἰθιοπίας ἐκτείνουσι.
Ταῦτα τὰ ἔθνη, ἃ διέσπειρε κύριος ὁ θεὸς ἐπὶ προσώπου πάσης τῆς γῆς κατὰ τὰς ἰδίας γλώσσας αὐτῶν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν ταῖς πόλεσιν αὐτῶν. Ἀναγκαῖον δὲ ἡγησάμην καὶ τὰς ἀποικίας αὐτῶν τῶν ἀγνώστων ἐθνῶν καὶ τὰς προσηγορίας αὐτῶν δηλῶσαί σοι καὶ τὰ κλίματα αὐτῶν, πῶς οἰκοῦσι καὶ ποῖον ἔθνος πλησίον τίνος ἐστίν, ὅπως μηδὲ καὶ τούτων ἄπειρος ὑπάρχῃς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.