Ἔργον
Ἱππόλυτος Ῥώμης – Χρονικόν
Αποικίες και έθνη της οικουμένης
Καταγραφή των αποικιών διαφόρων εθνών, συμπεριλαμβανομένων των Ελλήνων, των Ρωμαίων και άλλων απομακρυσμένων λαών της Ανατολής και του Βορρά.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αποικίες και έθνη της οικουμένης
Καταγραφή των αποικιών διαφόρων εθνών, συμπεριλαμβανομένων των Ελλήνων, των Ρωμαίων και άλλων απομακρυσμένων λαών της Ανατολής και του Βορρά.
Ἄρξομαι δὲ διαγράφειν ἀπὸ ἀνατολῆς καὶ μέχρι δύσεως 〈κατὰ τάξιν〉. Τῶν Περσῶν καὶ Μήδων ἄποικοι γεγόνασι Πάρθοι καὶ τὰ πέριξ ἔθνη τῆς Εἰρήνης ἕως τῆς Κοίλης Συρίας. Ἀράβων δὲ ἄποικοι γεγόνασιν Ἄραβες οἱ εὐδαίμονες· τούτῳ γὰρ τῷ ὀνόματι προσαγορεύεται εὐδαίμων Ἀραβία.
Χαλδαίων δὲ ἄποικοι γεγόνασιν οἱ Μεσοποταμῖται. Μαδιηναίων δὲ ἄποικοι γεγόνασιν οἱ Κιναιδοκολπῖται 〈καὶ Τρωγλοδύται〉 καὶ Ἰχθυοφάγοι. Ἑλλήνων δὲ ἔθνη καὶ προσηγορίαι εἰσὶ πέντε· (1) Ἴωνες (2) Ἀρκάδες (3) Βοιωτοί (4) Αἰολεῖς (5) Λάκωνες.
Τούτων δὲ ἄποικοι γεγόνασι· (1) Ποντικοί καὶ (2) Βιθυνοί (3) Τρῷες (4) Ἀσιανοί (5) Κᾶρες (6) Λύκιοι (7) Πάμφυλοι (8) Κυρηναῖοι (9) καὶ νῆσοι δὲ πλεῖσται αἱ καλούμεναι Κυκλάδες ιαʹ, αἳ τὸ Μυρταῖον πέλαγος περιέχουσιν. εἰσὶ δὲ αὗται· (1) Ἄνδρος (2) Τῆνος (3) Τήω (4) Νάξος (5) Κέως (6) Κοῦρος (7) Δῆλος (8) Σίφνος (9) Νήρεα (10) Κύρνος (11) Μαραθών [ὁμοῦ ιαʹ].
Εἰσὶ δὲ αὐτοῖς καὶ ἕτεραι νῆσοι μείζονες ιβʹ, αἵτινες καὶ πόλεις ἔχουσι πλείστας αἱ καλούμεναι Σποράδες, ἐν αἷς ἀπῳκίσθησαν Ἕλληνες. Εἰσὶ δὲ αὗται· (1) Εὔβοια (2) Κρήτη (3) Σικελία (4) Κύπρος (5) Κῶος (6) Σάμος (7) Ῥόδος (8) Χῖος (9) Θάσος (10) Λῆμνος (11) Λέσβος (12) Σαμοθράκη. [ὁμοῦ ιβʹ].
Ἐστὶν οὖν ἀπὸ τῶν Βοιωτῶν Εὔβοια ὥσπερ ἀπὸ τῶν Ἰώνων Ἰωνίδες πόλεις ιϛʹ ὀνομασταί. Εἰσὶ δὲ αὗται· (1) Κλαζομεναί (2) Μιτυλήνη (3) Φωκ〈α〉ία (4) Πριήνη (5) Ἐρυθραί (6) Σάμος (7) Τέως (8) Κολοφών (9) Χῖος (10) Ἔφεσος (11) Σμύρνα (12) Πέρινθος (13) Βυζάντιον (14) Χαλκηδών (15) Πόντος (16) Ἀμισὸς ἐλευθέρα. [πᾶσαι ιϛʹ].
Ῥωμαίων δὲ τῶν καὶ Κιτιέων [τῶν καὶ Λατίνων κεκλημένων] ἔθνη καὶ ἀποικίαι εἰσὶν ἑπτά· (1) 〈Τοῦσκοι〉 (2) Αἱμηλίσιοι (3) Σικηνοί (4) Κα〈μ〉πανοί (5) Ἀπουλούσιοι (6) Καλαβροί (7) Λουκανοί. Ἄφρων δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε· (1) Νεβληνοί (2) Κνίθιοι (3) Νούμιδες (4) Σαῖοι (5) Νασαμόνες. εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι πέντε πόλεις ἔχουσαι· (1) Σαρδανία (2) Κόρσι〈κ〉α (3) Γίρβα (4) Κέρκινα (5) Γαλάτη.
Μαύρων δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ τρεῖς· (1) Μοσσουλαμοί (2) Τι〈γγι〉τανοί (3) Καισαρηνσεῖς. Σπάνων δὲ τῶν καὶ Τυρρηναίων, καλουμένων δὲ Ταρακωννησίων ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε· (1) Λυσιτανοί (2) Βαιτικοί (3) Αὐτρίγονοι (4) Βάσκωνες (5) Καλλαϊκοὶ οἱ καλούμενοι Ἄσπορες.
Γάλλων δὲ τῶν καὶ Να〈ρ〉βουδησίων καλουμένων ἔθνη καὶ ἀποικίαι εἰσὶ τέσσαρες· (1) Λουγδουνοί (2) Βελσικοί (3) Σικανοί (4) Ἔδνοι. Γερμανῶν δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε· (1) Μαρκόμανοι (2) Βάρδουλοι (3) Κουᾶδροι (4) Βέρδηλοι (5) Ἑρμόνδουλοι.
Σαρματῶν δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ δύο· (1) Ἀμαξόβιοι καὶ (2) Γρικοσαρμάτα〈ι〉. Ταῦτα τὰ ἔθνη καὶ αἱ ἀποικίαι αὐτῶν. Καὶ τοῦτο δὲ ἀναγκαῖον ἔδοξέ μοι δηλῶσαί σοι· τὰ κλίματα τῶν ἀγνώστων ἐθνῶν καὶ τὰ ὀνομαστὰ ὄρη καὶ τοὺς ἐπισήμους ποταμοὺς τοὺς ἀποχέοντας εἰς τὴν θάλασσαν, ὅπως μηδὲ τούτων ἄπειρος ὑπάρχῃς.
Ἄρξομαι οὖν λέγειν περὶ τῶν ἀγνώστων ἐθνῶν ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν, πῶς οἰκοῦσι. Ἀδιαβηνοὶ πέραν τῶν Ἀράβων, Ταϊνοὶ καταντικρὺς αὐτῶν, Ἀλαμοσινοὶ 〈δὲ πέραν τῶν Ἀράβων, Σακκηνοὶ〉 δὲ πέραν τῶν Ταϊνῶν, Ἀλβανοὶ δὲ πέραν τῶν Κασπίων πυλῶν, Μαδιηναῖοι δὲ οἱ μείζονες οἱ πολεμηθέντες ὑπὸ Μωϋσέως ἐντὸς τῆς ἐρυθρᾶς θαλάσσης οἰκοῦσιν· ἡ γὰρ μικρὰ Μαδιὰμ πέραν ἐστὶ τῆς ἐρυθρᾶς θαλάσσης, ὅπου ἐβασίλευσε Ῥαγουὴλ καὶ Ἰώθωρ ὁ πενθερὸς Μωϋσέως.
Καὶ πέραν δὲ τῶν Καππαδόκων εἰς τὰ δεξιὰ μέρη οἰκοῦσιν Ἀρμένιοι καὶ Ἴβηρες καὶ Βηρανοί, εἰς δὲ τὰ εὐώνυμα μέρη οἰκοῦσι Σκύθες καὶ Κόλχοι καὶ Βοσπορανοί, Σαῦνοι δὲ οἱ λεγόμενοι Σάνιγγες, οἱ ἕως τοῦ Πόντου ἐκτείνοντες, ὅπου ἐστὶ παρεμβολὴ Ἄψαρος 〈καὶ Σεβαστόπολις〉 καὶ Ὕσσου λιμὴν καὶ Φάσις ποταμός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.