ἀλλ᾽ ὥσπερ ἦν δίχα σαρκός, πάσης ἔξω περιγραφῆς μεμένηκε καὶ διὰ σαρκὸς θεϊκῶς ἐνεργήσας, ἅπερ θεότητός ἐστιν, ἀμφότερα δεικνὺς ἑαυτόν, δι᾽ ὧν ἀμφοτέρως, θεϊκῶς δή φημι καὶ ἀνθρωπίνως, ἐνήργησε, κατ᾽ αὐτὴν τὴν ὄντως ἀληθῆ καὶ φυσικὴν ὕπαρξιν θεὸν ἄπειρον ὁμοῦ καὶ περίγραπτον ἄνθρωπον ὄντα τε καὶ νοούμενον, τὴν οὐσίαν ἑκατέρου τελείως τελείαν ἔχοντα μετὰ τῆς αὐτῆς ἐνεργείας ἤγουν φυσικῆς ἰδιότητος. ἐξ ὧν μένουσαν ἀεὶ κατὰ φύσιν δίχα τροπῆς τὴν αὐτῶν ἴσμεν διαφοράν, ἀλλ᾽ οὐχ, ὥς τινές φασι, κατὰ σύγκρισιν, ἵνα μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ αὐτό, παρ᾽ ὃ δεῖ, μείζονα καὶ μείονα λέγωμεν· ὁμοφυῶν γάρ, οὐχ ἑτεροφυῶν, αἱ συγκρίσεις. θεῷ δὲ ποιητῇ τῶν ὅλων ποιητόν, ἀπείρῳ τε περατόν, καὶ ἀπειρίᾳ πέρας κατ᾽ οὐδένα συγκρίνεται λόγον, ἀεὶ κατὰ πάντα φυσικῶς ἀλλήλων, ἀλλ᾽ οὐ συγκριτικῶς, διαφέροντα, κἂν ἄρρητός τις καὶ ἄρρηκτος εἰς μίαν ὑπόστασιν ἀμφοτέρων γέγονεν ἕνωσις, πᾶσαν παντὸς γεννητοῦ παντελῶς διαφεύγουσα γνῶσιν. τὸ γὰρ θεῖον, ὡς ἦν πρὸ σαρκώσεως, ἔστι καὶ μετὰ σάρκωσιν κατὰ φύσιν ἄπειρον, ἄσχετον, ἀπαθές, ἀσύγκριτον, ἀναλλοίωτον, ἄτρεπτον, αὐτοσθενὲς καὶ τὸ πᾶν εἰπεῖν ὑφεστὸς οὐσιῶδες μόνον ἀπειροσθενὲς ἀγαθόν.