Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ Βήρωνος καὶ Ἑλίκωνος (Νόθος)

Ἱππόλυτος Ῥώμης

Το μυστήριο της ενσαρκώσεως και η αναλογία της νοερής ψυχής

Ερμηνεία της θείας ενέργειας μέσω του παραδείγματος της ψυχής και του προφερόμενου λόγου, και η ταυτόχρονη συνύπαρξη της τέλειας θεότητας και ανθρωπότητας στο πρόσωπο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 2 από 3

〈Τοῦ αὐτοῦ〉 ἐκ τοῦ αὐτοῦ λόγου. γʹ. Κἀμοὶ γάρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ τοῦ σωτῆρος λεχθέν, ὁ φυσικός μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῷ τε καὶ νοερῷ τὴν ψυχήν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις ἀεικίνητος ὁ λόγος φυσικῶς αὐτῆς πηγαζόμενος, ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας γλώσσῃ μὲν ὀργανικῶς, ὅτε δεῖ, προφέρω καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπέντα. οὐ γὰρ γλώσσης καὶ γραμμάτων ὁ φυσικός μου λόγος ἐστί, κἂν δι᾽ αὐτῶν αὐτοῦ ποιοῦμαι τὴν προφοράν, ἀλλ᾽ ἐμοῦ τοῦ κατὰ φύσιν λαλοῦντος καὶ δι᾽ ἀμφοῖν αὐτὸν ὡς ἐμὸν ἐκφωνοῦντος, τῆς μὲν νοερᾶς μου ψυχῆς φυσικῶς ἀεὶ πηγαζόμενον, διὰ δὲ τῆς σωματικῆς μου γλώσσης ὀργανικῶς, ὡς ἔφην, ὅτε χρή, προφερόμενον. ὥσπερ οὖν ἐφ᾽ ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προσφέρεται δύναμις, οὕτω καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ θεοῦ σωματώσεως διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν οἷς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλων θεότητος ἐνέργεια διεδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμπε φύσει πεπερασμένης.

οὐ γὰρ πέφυκε περιγράφεσθαι γεννητῇ φύσει τὸ κατὰ φύσιν ἀγέννητον, κἂν συνέφυ αὐτῷ κατὰ σύλληψιν πάντα περιγράφουσαν νοῦν, οὔτε μὴν εἰς αὐτὸν αὐτῷ φέρεσθαι φύσεώς ποτε καὶ φυσικῆς ἐνεργείας, ἕως ἂν ἑκάτερον τῆς ἰδίας ἐντὸς μένει φυσικῆς ἀτρεψίας. ὁμοφυῶν γὰρ μόνων ἡ ταυτουργός ἐστι κίνησις σημαίνουσα τὴν οὐσίαν, ἧς φυσικὴ καθέστηκε δύναμις, ἑτεροφυοῦς ἰδιότητος οὐσίας εἶναι κατ᾽ οὐδένα λόγον ἢ γενέσθαι δίχα τροπῆς δυναμένην.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. δʹ. Τὸ γὰρ μυστήριον τῆς θείας σαρκώσεως ἀποστόλοις τε καὶ προφήταις καὶ διδασκάλοις διττὴν καὶ διάφορον ἔχον διέγνωσται τὴν ἐν πᾶσι φυσικὴν θεωρίαν, ἀνελλιποῦς ὑπάρχον θεότητος καὶ πλήρους ἐνδεικτικὸν ἀνθρωπότητος ὄν. ἕως ἂν οὐχ εἷς κατὰ τὴν οὐσίαν γνωρίζεται λόγος μιᾶς ἐνεργείας, οὐδέποτε καθ᾽ ὁτιοῦν ἀμφοτέρων γνωσθήσεται κίνησις. ὁ γὰρ ἀεὶ κατὰ φύσιν ὑπάρχων θεός, ὑπεραπείρῳ δυνάμει γενόμενος, ὡς ἠθέλησεν, ἄνθρωπος ἀναμάρτητος, ὅπερ ἦν, ἔστι μεθ᾽ ὅσων νοεῖται θεός, καὶ ὅπερ γέγονεν, ἔστι μεθ᾽ ὅσων νοεῖται θεὸς καὶ γνωρίζεσθαι πέφυκεν ἄνθρωπος, ἑαυτοῦ καθ᾽ ἑκάτερον ἀεὶ μένων ἀνέκπτωτος, οἷς θεϊκῶς ὁμοῦ καὶ ἀνθρωπίνως ἐνήργησε, τέλειον κατὰ τὸν ἑκατέρου λόγον σώζων ἑαυτῷ φυσικῶς ἀναλλοίωτον.