Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Κατὰ Βήρωνος καὶ Ἑλίκωνος (Νόθος)

Ἱππόλυτος Ῥώμης

Αναίρεση της αιρέσεως του Βήρωνος και ορθόδοξη χριστολογική ομολογία

Θεολογική ανασκευή της πλάνης περί ταυτουργίας και συγχύσεως των φύσεων, και έκθεση της ορθόδοξης διδασκαλίας για την ασύγχυτη ένωση των φύσεων και των ενεργειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 3 από 3

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. εʹ. Βήρων γάρ τις ἔναγχος μεθ᾽ ἑτέρων τινῶν τὴν Βαλεντίνου φαντασίαν ἀφέντες χείρονι κακῷ κατεπάρησαν, λέγοντες τὴν μὲν προσληφθεῖσαν τῷ λόγῳ σάρκα γενέσθαι ταυτουργὸν τῇ θεότητι διὰ τὴν πρόσληψιν, τὴν θεότητα δὲ γενέσθαι ταυτοπαθῆ 〈τῇ σαρκὶ〉 διὰ 〈τὴν〉 κένωσιν, τροπὴν ὁμοῦ καὶ φύρσιν καὶ σύγχυσιν καὶ τὴν εἰς ἀλλήλας ἀμφοτέρων μεταβολὴν δογματίζοντες. εἰ γὰρ προσληφθεῖσα ἡ σὰρξ γέγονε ταυτουργὸς τῇ θεότητι, δῆλον ὅτι καὶ φύσει θεὸς μεθ᾽ ὅσων φυσικῶς νοεῖται θεός· καὶ εἰ γέγονε κενωθεῖσα τῇ σαρκὶ ταυτοπαθὴς ἡ θεότης, δῆλον ὅτι καὶ φύσει σὰρξ μεθ᾽ ὅσων φυσικῶς γνωρίζεσθαι πέφυκε σάρξ. τὰ γὰρ ἀλλήλοις ὁμοεργῆ καὶ ταυτουργὰ καὶ ὁμόφυλα πάντως καὶ ταυτοπαθῆ διαφορὰν οὐκ ἐπιδέχεται φύσεως, καὶ φύσεων αὐτοῖς συγκεχυμένων ἔσται δυὰς ὁ Χριστός, καὶ προσώπων μεμερισμένων τετράς, τὸ φευκτότατον. καὶ πῶς αὐτοῖς εἷς καὶ ὁ αὐτός, θεὸς ὁμοῦ φύσει καὶ ἄνθρωπος, ὁ Χριστός; ποίαν δὲ κατ᾽ αὐτοὺς ἕξει τὴν ὕπαρξιν, μεταβολῇ θεότητος γενόμενος ἄνθρωπος καὶ σαρκὸς μεταποιήσει θεός; ἡ γὰρ εἰς ἀλλήλας τούτων μετάπτωσις παντελής ἐστιν ἀμφοτέρων ἀναίρεσις. σκοπείσθω δὴ πάλιν ἡμῖν ἑτέρως ὁ λόγος.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ϛʹ. Εὐσεβὲς κεκύρωται δόγμα Χριστιανοῖς, κατ᾽ αὐτήν τε τὴν φύσιν καὶ τὴν ἐνέργειαν καὶ πᾶν ἕτερον αὐτῷ προσφυὲς ἴσον ἑαυτῷ καὶ ταυτὸν εἶναι τὸν θεόν, μηδὲν ἑαυτῷ τῶν ἑαυτοῦ παντελῶς ἄνισον ἔχοντα καὶ ἀκατάλληλον. εἰ τοίνυν κατὰ Βήρωνα τῆς αὐτῆς αὐτῷ προσληφθεῖσα φυσικῆς ἐνεργείας γέγονεν ἡ σαρκός, δῆλον ὅτι καὶ τῆς αὐτῆς αὐτῷ γέγονε φύσεως μεθ᾽ ὅσων ἡ φύσις, ἀναρχίας, ἀγεννησίας, ἀπειρίας, ἀϊδιότητος, ἀκαταληψίας καὶ τῶν, ὅσα τούτων καθ᾽ ὑπεροχὴν ὁ θεολογικὸς ὑπερφυῶς ἐνορᾷ τῇ θεότητι λόγος, καὶ τροπὴν ἀμφότερα πέπονθε, μηδετέρου τὸν τῆς ἰδίας φύσεως οὐσιώδη λόγον ἔτι σωζόμενον ἔχοντος. ὁ γὰρ ἑτεροφυῶν εἰδὼς ταυτουργίαν σύγχυσιν ὁμοῦ φυσικὴν καὶ διαίρεσιν αὐτῶν εἰσηγεῖται προσωπικήν, ἀδιαγνώστου παντελῶς τῇ τῶν ἰδιωμάτων μεταβολῇ τῆς φυσικῆς αὐτῶν γενομένης ὑπάρξεως.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ζʹ. Εἰ δὲ τῆς αὐτῆς αὐτῷ μὴ γέγονε φύσεως, οὐδὲ τῆς αὐτῆς αὐτῷ ποτε γενήσεται φυσικῆς ἐνεργείας, ἵνα μὴ δειχθῇ τῇ φύσει τὴν ἐνέργειαν ἄνισον ἔχων καὶ ἀκατάλληλον καὶ τῆς αὐτοῦ δι᾽ ὅλων τῶν ἑαυτοῦ φυσικῆς ἔξω γεγονὼς ἰσότητος καὶ ταυτότητος, ὅπερ ἀσεβές.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. ηʹ. Εἰς ταύτην δὲ τὴν πλάνην κατήχθησαν κακῶς πεισθέντες, ἰδίαν γενέσθαι τῆς σαρκὸς τὴν δι᾽ αὐτῆς ἐκφανθεῖσαν ἐν τοῖς θαύμασι θείαν ἐνέργειαν, ᾗ τὸ πᾶν ὁ Χριστὸς οὐσιώσας, καθὸ νοεῖται θεός, συνέχει κρατούμενον. οὐ γὰρ ἔγνωσαν ἀδύνατον εἶναι, θείας ἐνεργείας φύσεως ἑτεροφυοῦς οὐσίας ἰδίωμα γενέσθαι δίχα τροπῆς, οὐδὲ συνῆκαν, ὡς οὐ πάντως ἴδιόν ἐστι τῆς σαρκὸς τὸ δι᾽ αὐτῆς μὲν ἐκφαινόμενον, οὐκ αὐτῆς δὲ φυσικῶς ἐκφυόμενον, καίτοι σαφοῦς αὐτοῖς οὔσης καὶ προφανοῦς τῆς ἀποδείξεως. ἐγὼ γὰρ γλώσσῃ λαλῶν καὶ χειρὶ γράφων μίαν καὶ τὴν αὐτὴν δι᾽ ἀμφοῖν τῆς νοερᾶς μου ψυχῆς ἐκφαίνω διάνοιαν, ἐνέργειαν αὐτῆς ὑπάρχουσαν φυσικήν, μηδενὶ λόγῳ δείξας αὐτὴν γλώσσης ἢ χειρὸς φυσικῶς ἐκφυομένην, μήτε μὴν γενομένην αὐτῶν ἢ λεγομένην διάνοιαν διὰ τὴν δι᾽ ἀμφοῖν αὐτῆς ἔκφανσιν.

γλῶσσαν γὰρ ἢ χεῖρα διανοητικὴν συνετὸς οἶδεν οὐδείς, ὥσπερ οὐδὲ τὴν παναγίαν τοῦ θεοῦ σάρκα διὰ τὸ προσληφθῆναι καὶ τὸ δι᾽ αὐτῆς ἐκφανθῆναι τὴν θείαν ἐνέργειαν γενομένην κατ᾽ αὐτὸν φύσει δημιουργόν, ἀλλ᾽ εὐσεβῶς ὁμολογεῖ πιστεύων, ὅτι διὰ τὴν ἡμῶν σωτηρίαν καὶ τὸ δῆσαι πρὸς ἀτρεψίας τὸ πᾶν ὁ τῶν ὅλων δημιουργὸς ἐκ τῆς παναγίας ἀειπαρθένου Μαρίας κατὰ σύλληψιν ἄχραντον δίχα τροπῆς ἐνουσιώσας ἑαυτῷ ψυχὴν νοερὰν μετὰ αἰσθητικοῦ σώματος, γέγονεν ἄνθρωπος φύσει κακίας ἀλλότριος ὁ λόγος θεὸς ὁ αὐτός· θεότητι μὲν τὰ θεῖα διὰ τῆς αὐτοῦ παναγίας σαρκός, οὐκ ὄντα φύσει τῆς σαρκός, ἐνεργῶν, ἀνθρωπότητι δὲ τὰ ἀνθρώπινα, οὐκ ὄντα φύσει θεότητος, ἀνοχῇ πάσχων θεότητος, μηδὲν θεῖον γυμνὸν σώματος ἐνεργήσας, μηδὲν ἀνθρώπινον ὁ αὐτὸς ἄμοιρον δράσας θεότητος, τηρῶν ἑαυτῷ καὶ καθ᾽ ὃν ἐνήργησεν ἀμφότερα καινοπρεπῆ τρόπον τὸ κατ᾽ ἄμφω φυσικῶς ἀναλλοίωτον, εἰς πίστωσιν τῆς αὐτοῦ τελείας ἐνανθρωπήσεως τῆς ὄντως ἀληθοῦς καὶ μηδὲν ἐχούσης φαυλότητος. ὁ μὲν οὖν Βήρων οὕτως ἔχων, ὡς ἔφην, ἐνεργείας μονάδι τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα συγχέας ὁμοῦ φυσικῶς λύει τὸν βίον, ἀγνοήσας, μόνης τῆς τῶν ὁμοφυῶν προσώπων ὁμοφυοῦς ταυτότητος τὴν ταυτουργίαν εἶναι δηλωτικήν.